Παλατινή Ανθολογία/VII/602 Αγαθία
Εμφάνιση
←Βιβλίο 6o, 601 | AP VI 602 Εὐστάδιε, γλυκερὸν μὲν ἔχεις τύπον, ἀλλά σε κηρὸν δέρκομαι Συγγραφέας: Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα) |
Βιβλίο 6o, 603→ |
Εὐστάδιε, γλυκερὸν μὲν ἔχεις τύπον, ἀλλά σε κηρὸν δέρκομαι, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 602 (AP VII 602) |
VII 602 Αγαθία
[Επεξεργασία]- Εὐστάδιε, γλυκερὸν μὲν ἔχεις τύπον, ἀλλά σε κηρὸν δέρκομαι, οὐδ' ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος
- ἕζεται ἐν στομάτεσσι· τεὴ δ' εὐάνθεμος ἥβη, αἰαῖ, μαψιδίη νῦν χθονός ἐστι κόνις.
- πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ τετράκις ἓξ μούνους ἔδρακες ἠελίους·
- οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος ὄλβος. πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος
- τὴν ἄδικον μοῖραν καταμέμφεται, οὕνεκα τοίην, ἆ μέγα νηλειής, ἔσβεσεν ἀγλαΐην.