Παλατινή Ανθολογία/VII/596 Αγαθία

Από Βικιθήκη
AP VI 596 Ναὶ μὰ τὸν ἐν γαίηι πύματον δρόμον
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Ναὶ μὰ τὸν ἐν γαίηι πύματον δρόμον, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 596 (AP VII 596)


VII 596 Αγαθία[Επεξεργασία]

Ναὶ μὰ τὸν ἐν γαίηι πύματον δρόμον, οὔτε μ' ἄκοιτις ἔστυγεν οὔτ' αὐτὸς Θεύδοτος Εὐγενίης
ἐχθρὸς ἑκὼν γενόμην· ἀλλὰ φθόνος ἠέ τις ἄτη ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην.
νῦν δ' ἐπὶ Μινῶιην καθαρὴν κρηπῖδα μολόντες ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα.