Παλατινή Ανθολογία/VII/25 Σιμωνίδου
Εμφάνιση
←Βιβλίο 7o, 24 | AP VII 25 Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων Συγγραφέας: Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα) |
Βιβλίο 7o, 26→ |
Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων, Σιμωνίδου του Κείου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 25 (AP VII 25) |
VII 25 Σιμωνίδου
[Επεξεργασία]- Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω,
- ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δ' Ἐρώτων τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.
- μοῦνον δ' εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων ἠέλιον Λήθης ἐνθάδ' ἔκυρσε δόμων,
- ἀλλ' ὅτι τὸν χαρίεντα μετ' ἠιθέοισι Μεγιστέα καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον.
- μολπῆς δ' οὐ λήγει μελιτερπέος, ἀλλ' ἔτ' ἐκεῖνον βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν ᾿Αίδῃ.