Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/VII/24 Σιμωνίδου

Από Βικιθήκη
AP VII 24 Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας, Σιμωνίδου του Κείου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 24 (AP VII 24)


VII 24 Σιμωνίδου

[Επεξεργασία]
Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας, οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος,
Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπ' ἄκρῃ στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου,
ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλόκωμος παννύχιος κρούων τὴν φιλόπαιδα χέλυν
κἠν χθονὶ πεπτηὼς κεφαλῆς ἐφύπερθε φέροιτο ἀγλαὸν ὡραίων βότρυν ἀπ' ἀκρεμόνων
καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.