Παλατινή Ανθολογία/VII/1 Αλκαίου του Μεσσηνίου
Εμφάνιση
←Βιβλίο 7o, 748 | AP VII 1 ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον ἤκαχον Συγγραφέας: Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα) |
Βιβλίο 7o, 2→ |
ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον ἤκαχον, Αλκαίου του Μεσσηνίου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 1 (AP VII 1) |
VII 1 Αλκαίου Μεσσηνίου
[Επεξεργασία]- ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον ἤκαχον, ἐκ Μουσέων γρῖφον ὑφηνάμενοι:
- νέκταρι δ᾽ εἰνάλιαι Νηρηίδες ἐχρίσαντο, καὶ νέκυν ἀκταίῃ θῆκαν ὑπὸ σπιλάδι,
- ὅττι Θέτιν κύδηνε καὶ υἱέα, καὶ μόθον ἄλλων ἡρώων, Ἰθακοῦ τ᾽ ἔργματα Λαρτιάδεω.
- ὀλβίστη νήσων πόντῳ Ἴος, ὅττι κέκευθε βαιὴ Μουσάων ἀστέρα καὶ Χαρίτων.