Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/VI/217 Σιμωνίδου

Από Βικιθήκη
AP VI 217 Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ' ἀλύξας
Συγγραφέας:
Παλατινή Ανθολογία, VI (βιβλίο 6ο) Αναθηματικά επιγράμματα
Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ' ἀλύξας, Σιμωνίδου του Κείου, Παλατινή Ανθολογία, βιβλίο 6o, επίγραμμα 217 (AP VI 217)


VI 217 Σιμωνίδου

[Επεξεργασία]
Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ' ἀλύξας Γάλλος ἐρημαίην ἤλυθ' ὑπὸ σπιλάδα,
ὑετὸν ἄρτι κόμης ἀπομόρξατο, τοῦ δὲ κατ' ἴχνος βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων·
αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον, ὃ σχέθε, χειρὶ ἤραξεν, καναχῇ δ' ἴαχεν ἄντρον ἅπαν·
οὐδ' ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ μεῖναι, ἀν' ὑλῆεν δ' ὠκὺς ἔθυνεν ὄρος,
δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.