Παλατινή Ανθολογία/VI/207 Αρχίου
Εμφάνιση
< Παλατινή Ανθολογία | VI
←Βιβλίο 6o, 206 | AP VI 207 Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶς Συγγραφέας: Παλατινή Ανθολογία, VI (βιβλίο 6ο, Αναθηματικά επιγράμματα) |
Βιβλίο 6o, 208→ |
Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶς, Αρχία, Παλατινή Ανθολογία, βιβλίο 6ο επίγραμμα 207 (AP VI 207) |
VI 207 Αρχίου
[Επεξεργασία]- Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶς πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον·
- ξανϑὰ δ' ᾿Αντίκλεια νόϑον κεύϑουσαν ἄημα ῥιπίδα, τὰν μαλερὸν ϑάλπος ἀμυνομέναν·
- λεπτὸν δ' ῾Ηράκλεια τόδε προκάλυμμα προσώπου, τευχϑὲν ἀραχναίῃς εἴκελον ἁρπεδόσιν·
- ἁ δὲ καλὸν σπείραμα περισφυρίοιο δράκοντος οὔνομ' ᾿Αριστοτέλεω πατρὸς ἐνεγκαμένα·
- ἅλικες ἀγλαὰ δῶρα, γαμοστόλε, σοὶ τάδε, Κύπρι, ὤπασαν αἱ γυάλων Ναυκράτιδος ναέται.