Παλατινή Ανθολογία/V/292 Αγαθία

Από Βικιθήκη
AP V 292 Ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα)
Ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 292 (AP V 292)


V 292 Αγαθία[Επεξεργασία]

Πέραν τῆς πόλεως διάγοντος διὰ τὰ λύσιμα τῶν νόμων
ὑπομνηστικὸν πεμφθὲν πρὸς Παῦλον Σιλεντιάριον
Ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνωι φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν·
ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων,
καὶ λιγυρὸν βομβεῦσιν ἀκανθίδες· ἡ δ' ὀλολυγὼν τρύζει, τρηχαλέαις ἐνδιάουσα βάτοις.
ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ σέο μῦθον ἀκούειν ἤθελον ἢ κιθάρης κρούσματα Δηλιάδος;
καί μοι δισσὸς ἔρως περικίδναται· εἰσοράαν γὰρ καὶ σέ, μάκαρ, ποθέω καὶ γλυκερὴν δάμαλιν,
ἧς με περισμύχουσι μεληδόνες. ἀλλά με θεσμοὶ εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος.