Παλατινή Ανθολογία/V/285 Αγαθία
Εμφάνιση
< Παλατινή Ανθολογία | V
←Βιβλίο 5o, 284 | AP V 285 Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη Συγγραφέας: Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα) |
Βιβλίο 5o, 286→ |
Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 285 (AP V 285) |
V 285 Αγαθία
[Επεξεργασία]- Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην
- καὶ κείνην φιλέεσκεν· ἐγὼ δέ τις ὡς ὀχετηγὸς ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ,
- αὖ ἐρύων τὸ φίλημα· περὶ ζωστῆρα δὲ κούρης μάστακι ποππύζων τηλόθεν ἀντεφίλουν.
- ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις· ἡ γλυκερὴ γὰρ ζώνη πορθμὸς ἔην χεῖλεος ἀμφοτέρου.