Παλατινή Ανθολογία/V/280 Αγαθία

Από Βικιθήκη
AP V 280 Ἦ ῥά γε καὶ σύ, Φίλιννα, φέρεις πόθον;
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα)
Ἦ ῥά γε καὶ σύ, Φίλιννα, φέρεις πόθον;, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 280 (AP V 280)


V 280 Αγαθία[Επεξεργασία]

Ἦ ῥά γε καὶ σύ, Φίλιννα, φέρεις πόθον; ἦ ῥὰ καὶ αὐτὴ κάμνεις, αὐαλέοις ὄμμασι τηκομένη;
ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ φροντίδος οὔτε λόγος γίνεται οὔτ' ἀριθμός;
εὑρήσεις τά<χ'> ὅμοια, τεὴν δ', ἀμέγαρτε, παρειὴν ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην.
Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος, ἓν δέ τι καλὸν ἔλλαχεν, ἐχθαίρει τὰς σοβαρευομένας.