Παλατινή Ανθολογία/IX/823 Πλάτωνος

Από Βικιθήκη
Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ΄ ἀπὸ πέτρας
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο)
Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ΄ ἀπὸ πέτρας, Πλάτων, Παλατινή Ανθολογία, Βιβλίο 9o, 823 (AP IX 823)


IX 823 Πλάτωνος[Επεξεργασία]

Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ΄ ἀπὸ πέτρας κρουνοὶ καὶ βληχὴ πουλυμιγὴς τοκάδων͵
αὐτὸς ἐπεὶ σύριγγι μελίζεται εὐκελάδωι Πάν ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων.
αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο Ὑδριάδες νύμφαι͵ νύμφαι Ἁμαδρυάδες.