Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/IX/643 Αγαθία

Από Βικιθήκη
AP IX 643 Τί στενάχεις κεφαλὴν κεκακωμένος;
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα)
Τί στενάχεις κεφαλὴν κεκακωμένος;, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 643 (AP IX 643)


IX 643 Αγαθία

[Επεξεργασία]
Τί στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τί δὲ πικρὰ οἰμώζεις, μελέων πάγχυ βαρυνομένων;
ἐς τί δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις, ἐκθλίψαι δοκέων μάστακος ἐργασίην;
μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶ μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης.
ἀλλ' ἐπὶ μὲν στιβάδος φρονέεις μέγα καὶ στόμα τέρπεις βρώμασιν, εὐτυχίην κεῖνα λογιζόμενος·
ἐνθάδε δ' ἀσχάλλεις, μούνη δ' ἀλιτήματα λαιμοῦ ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη.