Παλατινή Ανθολογία/II
Εμφάνιση
←Βιβλίο 1ο | Βιβλίο 2o Χριστοδώρου Έκφρασις Αγαλμάτων AP II Συγγραφέας: Παλατινή Ανθολογία |
Βιβλίο 3ο→ |
Παλατινή Ανθολογία, Βιβλίο 2o Χριστοδώρου Έκφρασις (AP II) / Παλατινή Ανθολογία/II μετάφραση
Περιγραφές των αγαλμάτων που βρίσκονταν στο δημόσιο γυμναστήριο του Ζευξίππου στην Κωνσταντινούπολη. Η “Έκφρασις” Χριστοδώρου έχει 416 δακτυλικούς εξάμετρους στίχους. |
- ΧΡΙΣΤΟΔΩΡΟΥ
- ποιητοῦ Θηβαίου Κοπτίτου
- ΕΚΦΡΑΣΙΣ
- τῶν ἀγαλμάτων τῶν εἰς τὸ δημόσιον γυμνάσιον
- τοῦ ἐπικαλουμένου Ζευξίππου}
- Δηΐφοβος μὲν πρῶτος ἐυγλύπτῳ ἐπὶ βωμῷ
- ἵστατο, τολμήεις, κεκορυθμένος, ὄβριμος ἥρως,
- τοῖος ἐών, οἷός περ ἐπορνυμένῳ Μενελάῳ
- περθομένων ἤντησεν ἑῶν προπάροιθε μελάθρων.
- ἵστατο δὲ προβιβῶντι πανείκελος· εὖ δ´ ἐπὶ κόσμῳ
- δόχμιος ἦν, μανίῃ δὲ κεκυφότα νῶτα συνέλκων
- δριμὺ μένος ξυνάγειρεν· ἕλισσε δὲ φέγγος ὀπωπῆς,
- οἷά τε δυσμενέων μερόπων πεφυλαγμένος ὁρμήν.
- λαιῇ μὲν σάκος εὐρὺ προΐσχετο, δεξιτερῇ δὲ
- φάσγανον ὑψός´ ἄειρεν· ἔμελλε δὲ μαινομένη χεὶρ
- ἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἆορ ἐλάσσαι·
- ἀλλ´ οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ.
- Κεκροπίδης δ´ ἤστραπτε, νοήμονος ἄνθεμα Πειθοῦς,
- Αἰσχίνης, λασίης δὲ συνείρυε κύκλα παρειῆς,
- οἷα πολυτροχάλοισιν ἀεθλεύων ἀγορῇσιν·
- στείνετο γὰρ πυκινῇσι μεληδόσιν. —Ἄγχι δ´ ἐκείνου
- ἦεν Ἀριστοτέλης, σοφίης πρόμος· ἱστάμενος δὲ
- χεῖρε περιπλέγδην συνεέργαθεν· οὐδ´ ἐνὶ χαλκῷ
- ἀφθόγγῳ φρένας εἶχεν ἀεργέας, ἀλλ´ ἔτι βουλὴν
- σκεπτομένῳ μὲν ἔικτο, συνιστάμεναι δὲ παρειαὶ
- ἀνέρος ἀμφιέλισσαν ἐμαντεύοντο μενοινὴν
- καὶ τροχαλαὶ σήμαινον ἀολλέα μῆτιν ὀπωπαί.
- Καὶ Παιανιέων δημηγόρος ἔπρεπε σάλπιγξ,
- ῥήτρης εὐκελάδοιο πατὴρ σοφός, ὁ πρὶν Ἀθήναις
- Πειθοῦς θελξινόοιο νοήμονα πυρσὸν ἀνάψας.
- ἀλλ´ οὐκ ἠρεμέων διεφαίνετο, πυκνὰ δὲ βουλὴν
- ἐστρώφα, πυκινὴν γὰρ ἐείδετο μῆτιν ἑλίσσειν,
- οἷα κατ´ εὐόπλων τεθοωμένος Ἠμαθιήων.
- ἦ τάχα κεν κοτέων τροχαλὴν ἐφθέγγετο φωνήν,
- ἄπνοον αὐδήεντα τιθεὶς τύπον· ἀλλά ἑ τέχνη
- χαλκείης ἐπέδησεν ὑπὸ σφρηγῖδα σιωπῆς.
- Ἵστατο δ´ Εὐρίποιο φερώνυμος· ὡς δὲ δοκεύω,
- λάθρῃ ὑπὸ κραδίην τραγικαῖς ὡμίλεε Μούσαις,
- ἔργα σαοφροσύνης διανεύμενος· ἦν γὰρ ἰδέσθαι
- οἷά τέ που θυμέλῃσιν ἐν Ἀτθίσι θύρσα τινάσσων.
- Δάφνῃ μὲν πλοκαμῖδα Παλαίφατος ἔπρεπε μάντις
- στεψάμενος, δόκεεν δὲ χέειν μαντώδεα φωνήν.
- Ἡσίοδος δ´ Ἀσκραῖος ὀρειάσιν εἴδετο Μούσαις
- φθεγγόμενος, χαλκὸν δὲ βιάζετο θυιάδι λύσσῃ,
- ἔνθεον ἱμείρων ἀνάγειν μέλος. —Ἐγγύθι δ´ αὐτοῦ
- μαντιπόλος πάλιν ἄλλος ἔην Φοιβηίδι δάφνῃ
- κοσμηθεὶς Πολύιδος· ἀπὸ στομάτων δὲ τινάξαι
- ἤθελε μὲν κελάδημα. θεοπρόπον, ἀλλά ἑ τέχνη
- δεσμῷ ἀφωνήτῳ κατερήτυεν. —Οὐδὲ σὺ μολπῆς
- εὔνασας ἁβρὸν ἔρωτα, Σιμωνίδη, ἀλλ´ ἔτι χορδῆς
- ἱμείρεις, ἱερὴν δὲ λύρην οὐ χερσὶν ἀράσσεις.
- ὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῷ
- συγκεράσαι μέλος ἡδύ· σὲ δ´ ἂν καὶ χαλκὸς ἀναιδὴς
- αἰδόμενος ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν.
- Ἦν μὲν Ἀναξιμένης νοερὸς σοφός, ἐν δὲ μενοινῇ
- δαιμονίης ἐλέλιζε νοήματα ποικίλα βουλῆς.
- Θεστορίδης δ´ ἄρα μάντις ἐύσκοπος ἵστατο Κάλχας
- οἷά τε θεσπίζων· ἐδόκει δ´ ἔτι θέσφατα κεύθειν
- ἢ στρατὸν οἰκτείρων Ἑλλήνιον, ἢ ἐνὶ θυμῷ
- δειμαίνων βασιλῆα πολυχρύσοιο Μυκήνης.
- Δέρκεό μοι σκύμνον πτολιπόρθιον Αἰακιδάων,
- Πύρρον Ἀχιλλείδην, ὅσον ἤθελε χερσὶν ἑλίσσειν
- τεύχεα χαλκήεντα, τὰ μή νύ οἱ ὤπασε τέχνη·
- γυμνὸν γάρ μιν ἔτευξεν· ὁ δ´ ὑψόσε φαίνετο λεύσσων
- οἷά περ ἠνεμόεσσαν ἐς Ἴλιον ὄμμα τιταίνων.
- Ἧστο δ´ Ἀμυμώνη ῥοδοδάκτυλος· εἰς ὀπίσω μὲν
- βόστρυχον ἀκρήδεμνον ἑῆς συνέεργεν ἐθείρης,
- γυμνὸν δ´ εἶχε μέτωπον· ἀναστέλλουσα δ´ ὀπωπὰς
- εἰνάλιον σκοπίαζε μελαγχαίτην παρακοίτην.
- Ἐγγύθι δ´ εὐρύστερνος ἐφαίνετο Κυανοχαίτης
- γυμνὸς ἐών, πλόκαμον δὲ καθειμένον εἶχεν ἐθείρης,
- καὶ διερὸν δελφῖνα προΐσχετο χειρὶ κομίζων
- δῶρα πολυζήλοιο γάμων μνηστήρια κούρης.
- Πιερικὴ δὲ μέλισσα, λιγύθροος ἕζετο Σαπφὼ
- Λεσβιὰς ἠρεμέουσα, μέλος δ´ εὔυμνον ὑφαίνειν
- σιγαλέαις δοκέεσκεν ἀναψαμένη φρένα Μούσαις.
- Φοῖβος δ´ εἱστήκει τριποδηλάλος· ἦν δ´ ἄρα χαίτης
- εἰς ὀπίσω σφίγξας ἄδετον πλόκον· ἀλλ´ ἐνὶ χαλκῷ
- γυμνὸς ἔην, ὅτι πᾶσιν ἀνειρομένοισιν Ἀπόλλων
- γυμνῶσαι δεδάηκεν ἀληθέα δήνεα Μοίρης
- ἢ ὅτι πᾶσιν ὁμῶς ἀναφαίνεται· ἠέλιος γὰρ
- Φοῖβος ἄναξ, καθαρὴν δὲ φέρει τηλέσκοπον αἴγλην.
- Ἄγχι δὲ Κύπρις ἔλαμπεν, ἔλειβε δὲ νώροπι χαλκῷ
- ἀγλαΐης ῥαθάμιγγας· ἀπὸ στέρνοιο δὲ γυμνὴ
- φαίνετο μέν, φᾶρος δὲ συνήγαγεν ἄντυγι μηρῶν,
- χρυσείῃ πλοκαμῖδας ὑποσφίγξασα καλύπτρῃ.
- Κλεινιάδην δὲ τέθηπα περιστίλβοντα νοήσας
- ἀγλαΐῃ· χαλκῷ γὰρ ἀνέπλεκε κάλλεος αὐγὴν
- τοῖος ἐὼν οἷός περ ἐν Ἀτθίδι, μητέρι μύθων,
- ἀνδράσι Κεκροπίδῃσι πολύφρονα μῆτιν ἀγείρων.
- Χρύσης δ´ αὖθ´ ἱερεὺς πέλας ἵστατο, δεξιτερῇ μὲν
- σκῆπτρον ἀνασχόμενος Φοιβήιον, ἐν δὲ καρήνῳ
- στέμμα φέρων· μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς,
- οἷά περ ἡρώων ἱερὸν γένος· ὡς δοκέω δέ,
- Ἀτρείδην ἱκέτευε· βαθὺς δέ οἱ ἤνθεε πώγων,
- καὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης.
- Καῖσαρ δ´ ἐγγὺς ἔλαμπεν Ἰούλιος, ὅς ποτε Ῥώμην
- ἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις.
- αἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἦεν ἀείρων,
- δεξιτερῇ δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζων
- οἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων.
- Εἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναις
- δείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων.
- Ἄλλην δ´ εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην,
- γυμνὴν παμφανόωσαν· ἐπὶ στέρνων δὲ θεαίνης
- αὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός.
- Ἵστατο δ´ Ἑρμαφρόδιτος ἐπήρατος, οὔθ´ ὅλος ἀνὴρ
- οὐδὲ γυνή· μικτὸν γὰρ ἔην βρέτας. ἦ τάχα κοῦρον
- Κύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις·
- μαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν οἷά τε κούρη·
- σχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς,
- ξυνῆς ἀγλαΐης κεκερασμένα σήματα φαίνων.
- Παρθενικὴ δ´ Ἤριννα λιγύθροος ἕζετο κούρη,
- οὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλ´ ἐνὶ σιγῇ
- Πιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης.
- Μήτε λίπῃς Τέρπανδρον ἐύθροον, οὗ τάχα φαίης
- ἔμπνοον, οὐκ ἄφθογγον, ἰδεῖν βρέτας· ὡς γὰρ ὀίω,
- κινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν,
- ὥς ποτε δινήεντος ἐπ´ Εὐρώταο ῥοάων
- μυστιπόλῳ φόρμιγγι κατεπρήυνεν ἀείδων
- ἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων.
- Ἠγασάμην δ´ ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῷ
- χαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις,
- ὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις
- ἢ μόθον ἐντύνων Πελοπήιον. —Ἱστάμενος δὲ
- ἔπρεπε Πυθαγόρης, Σάμιος σοφός, ἀλλ´ ἐν Ὀλύμπῳ
- ἐνδιάειν ἐδόκευε, φύσιν δ´ ἐβιάζετο χαλκοῦ
- πλημύρων νοερῇσι μεληδόσιν· ὡς γὰρ ὀίω,
- οὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς.
- Στησίχορον δ´ ἐνόησα λιγύθροον, ὅν ποτε γαῖα
- Σικελίη μὲν ἔφερβε, λύρης δ´ ἐδίδαξεν Ἀπόλλων
- ἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα.
- τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος
- ἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼν
- λάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν.
- Χαῖρέ μοι Ἀβδήρων, Δημόκριτε, κῦδος ἀρούρης,
- ὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς,
- λεπτὰ διακρίνων πολυΐδμονος ὄργια Μούσης,
- αἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθους
- εὖ εἰδώς, ὅτι πάντα γέρων παραμείβεται Αἰών.
- Ἡρακλέης δ´ ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης,
- μῆλα λεοντοφόνῳ παλάμῃ χρύσεια κομίζων,
- γαίης ὄλβια δῶρα Λιβυστίδος. —Ἐγγύθι δ´ αὐτοῦ
- Παλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη,
- φᾶρος ἐπιστείλασα κατωμαδόν· οὐ γὰρ ἐθείρας
- κρηδέμνῳ συνέεργεν· ἑὰς δ´ ἀνετείνετο χεῖρας
- οἷά τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρην
- Ἀρκαδικῆς Τεγέης ὑπὸ δειράδος. —Ἵλαθι, γαίης
- Τρωιάδος βλάστημα σακεσπάλον, ἵλαθι, λάμπων
- Αἰνεία Τρώων βουληφόρε· σαῖς γὰρ ὀπωπαῖς
- ἀγλαΐης πνείουσα σοφὴ περιλείβεται αἰδώς,
- θέσκελον ἀγγέλλουσα γένος χρυσῆς Ἀφροδίτης.
- Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ,
- σύγγαμον Αἰνείαο, κατάσκιον· ἀμφὶ γὰρ αὐταῖς
- ἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς,
- πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ,
- οἷά τε μυρομένη· τὰ δὲ χάλκεα δάκρυα νύμφης
- Ἄρεϊ δουρίκτητον ἐμαντεύοντο τιθήνην,
- Ἴλιον Ἀργείοισιν ἐελμένον ἀσπιδιώταις.
- Οὔθ´ Ἕλενος κοτέων ἀπεπαύετο· πατρίδι νηλὴς
- φαίνετο δινεύων ἔτι που χόλον. ἦν μὲν ἀείρων
- δεξιτερῇ φιάλην ἐπιλοίβιον· ὡς δοκέω δέ,
- ἐσθλὰ μὲν Ἀργείοις μαντεύετο, κὰδ δὲ τιθήνης
- ἀθανάτοις ἠρᾶτο πανύστατα σήματα φαίνειν.
- Ἀνδρομάχη δ´ ἕστηκε, ῥοδόσφυρος Ἠετιώνη,
- οὔτι γόον σταλάουσα πολύστονον· ὡς γὰρ ὀίω,
- οὔπω ἐνὶ πτολέμῳ κορυθαίολος ἤριπεν Ἕκτωρ,
- οὐδὲ φερεσσακέων ὑπερήνορες υἷες Ἀχαιῶν
- Δαρδανίην ξύμπασαν ἐληίσσαντο τιθήνην.
- Ἦν δ´ ἐσιδεῖν Μενέλαον ἀρήιον, ἀλλ´ ἐπὶ νίκῃ
- γηθόσυνον· σχεδόθεν γὰρ ἐθάλπετο χάρματι πολλῷ
- δερκόμενος ῥοδόπηχυν ὁμόφρονα Τυνδαρεώνην.
- Ἠγασάμην δ´ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷ
- χαλκῷ κόσμον ἔδωκε πανίμερον· ἀγλαΐη γὰρ
- ἔπνεε θερμὸν ἔρωτα καὶ ἀψύχῳ ἐνὶ τέχνῃ.
- Πυκναῖς δὲ πραπίδεσσιν ἀγάλλετο δῖος Ὀδυσσεύς·
- οὐ γὰρ ἔην ἀπάνευθε πολυστρέπτοιο μενοινῆς,
- ἀλλ´ ἔτι κόσμον ἔφαινε σοφῆς φρενός· ἦν δ´ ἐνὶ θυμῷ
- καγχαλόων· Τροίην γὰρ ἐγήθεε πᾶσαν ὀλέσσας
- ᾗσι δολοφροσύνῃσι. —Σὺ δ´ Ἕκτορος, ἔννεπε, μῆτερ,
- τίς σε, πολυτλήμων Ἑκάβη, τίς δάκρυα λείβειν
- ἀθανάτων ἐδίδαξεν ἀφωνήτῳ ἐνὶ κόσμῳ;
- οὐδέ σε χαλκὸς ἔπαυσεν ὀιζύος, οὐδέ σε τέχνη
- ἄπνοος οἰκτείρασα δυσαλθέος ἔσχεθε λύσσης,
- ἀλλ´ ἔτι δάκρυ χέουσα παρίστασαι. ὡς δὲ δοκεύω,
- οὐκέτι δυστήνου μόρον Ἕκτορος οὐδὲ ταλαίνης
- Ἀνδρομάχης βαρὺ πένθος ὀδύρεαι, ἀλλὰ πεσοῦσαν
- πατρίδα σήν· φᾶρος γὰρ ἐπικρεμὲς ἀμφὶ προσώπῳ
- πήματα μὲν δείκνυσιν, ἀπαγγέλλουσι δὲ πέπλοι
- πένθος ὑποβρύχιον κεχαλασμένοι ἄχρι πεδίλων·
- ἄλγεϊ γὰρ πυμάτῳ δέδεσαι φρένα, κὰδ δὲ παρειῆς
- δάκρυα μὲν σταλάεις· τὸ δὲ δάκρυον ἔσβεσε τέχνη
- ἄπλετον ἀγγέλλουσα δυσαλθέος αὐχμὸν ἀνίης.
- Κασάνδρην δ´ ἐνόησα θεοπρόπον, ἀλλ´ ἐνὶ σιγῇ
- μεμφομένη γενετῆρα σοφῆς ἀνεπίμπλατο λύσσης
- οἷά τε θεσπίζουσα πανύστατα πήματα πάτρης.
- Πύρρος δ´ ἄλλος ἔην πτολιπόρθιος, οὐκ ἐπὶ χαίτης
- ἱππόκομον τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων·
- ἀλλ´ ἄρα γυμνὸς ἔλαμπε καὶ ἄχνοον εἶχεν ὑπήνην·
- δεξιτερὴν δ´ ἀνέτεινεν ἑὴν ἐπιμάρτυρα νίκης,
- λοξὰ Πολυξείνην βαρυδάκρυον ὄμμασι λεύσσων.
- Εἰπέ, Πολυξείνη δυσπάρθενε, τίς τοι ἀνάγκη
- χαλκῷ ἐν ἀφθόγγῳ κεκρυμμένα δάκρυα λείβειν;
- πῶς δὲ τεῷ κρήδεμνον ἐπειρύσσασα προσώπῳ
- ἵστασαι, αἰδομένῃ μὲν ἀλίγκιος, ἀλλ´ ἐνὶ θυμῷ
- πένθος ἔχεις; μὴ δή σε, τεὸν πτολίεθρον ὀλέσσας,
- ληίδα Πύρρος ἔχει Φθιώτιος, οὐδέ σε μορφὴ
- ῥύσατο τοξεύσασα Νεοπτολέμοιο μενοινήν,
- ἥ ποτε θηρεύσασα τεοῦ γενετῆρα φονῆος
- εἰς λίνον αὐτοκέλευστον ἀελπέος ἦγεν ὀλέθρου;
- ναὶ μὰ τὸν ἐν χαλκῷ νοερὸν τύπον, εἴ νύ σε τοίην
- ἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρων
- ἤγετο, πατρῴης προλιπὼν μνημήια μοίρης.
- Ἠγασάμην δ´ Αἴαντα, τὸν ὀβριμόθυμος Ὀιλεὺς
- Λοκρίδος ἐσπέρμηνε πελώριον ἕρκος ἀρούρης.
- φαίνετο μὲν νεότητι κεκασμένος· οὐδὲ γὰρ ἦεν
- ἄνθεϊ λαχνήεντι γενειάδος ἄκρα χαράξας·
- γυμνὸν δ´ εἶχεν ἅπαν στιβαρὸν δέμας· ἠνορέῃ δὲ
- βεβριθὼς ἐλέλιζε μαχήμονος οἶστρον Ἐνυοῦς.
- Οἰνώνη δὲ χόλῳ φρένας ἔζεεν, ἔζεε πικρῷ
- ζήλῳ θυμὸν ἔδουσα, Πάριν δ´ ἐδόκευε λαθοῦσα
- ὄμματι μαινομένῳ· κρυφίην δ´ ἤγγειλεν ἀπειλήν,
- δεξιτερῇ βαρύποτμον ἀναινομένη παρακοίτην.
- Αἰδομένῳ μὲν ἔοικεν ὁ βουκόλος, εἶχε δ´ ὀπωπὴν
- πλαζομένην ἑτέρωσε δυσίμερος· αἴδετο γάρ που
- Οἰνώνην βαρύδακρυν ἰδεῖν, Κεβρηνίδα νύμφην.
- Αὐαλέῳ δὲ Δάρης ἐζώννυτο χεῖρας ἱμάντι,
- πυγμαχίης κήρυκα φέρων χόλον· ἠνορέης δὲ
- ἔπνεε θερμὸν ἄημα πολυστρέπτοισιν ὀπωπαῖς.
- Ἔντελλος δὲ Δάρητος ἐναντίον ὄμμα τιταίνων
- γυιοτόρους μύρμηκας ἐμαίνετο χερσὶν ἑλίσσων·
- πυγμαχίης δ´ ὤδινε φόνου διψῶσαν ἀπειλήν.
- Ἦν δὲ παλαισμοσύνην δεδαημένος ὄβριμος ἀνήρ·
- εἰ δὲ Φίλων ἤκουε πελώριος, εἴτε Φιλάμμων,
- εἴτε Μίλων, Σικελῆς ἔρυμα χθονός, οἶδεν Ἀπόλλων·
- οὐ γὰρ ἐγὼ δεδάηκα διακρῖναι καὶ ἀεῖσαι
- οὔνομα θαρσαλέου κλυτὸν ἀνέρος· ἀλλὰ καὶ ἔμπης
- ἔπνεεν ἠνορέης· λάσιος δέ οἱ εἵλκετο πώγων
- καὶ φόβον ἠκόντιζον ἀεθλητῆρα παρειαὶ
- καὶ κεφαλῆς ἔφρισσον ἐθειράδες· ἀμφὶ δὲ πυκνοῖς
- μυῶνες μελέεσσιν ἀνοιδαίνοντο ταθέντες
- τρηχαλέοι· δοιοὶ δέ, συνισταμένων παλαμάων,
- εὐρέες ἐσφήκωντο βραχίονες, ἠύτε πέτραι,
- καὶ παχὺς ἀλκήεντι τένων ἐπανίστατο νώτῳ,
- αὐχένος εὐγνάμπτοιο περὶ πλατὺν αὐλὸν ἀνέρπων.
- Δέρκεό μοι Χαρίδημον, ὃς Ἀτθίδος ἡγεμονεύων
- Κεκροπίδην στρατὸν εἶχεν ἑῇς πειθήμονα βουλῇς.
- Ἦ κεν ἰδὼν ἀγάσαιο Μελάμποδα· μαντιπόλου μὲν
- ἱερὸν εἶδος ἔφαινεν· ἔοικε δὲ θέσπιδος ὀμφῆς
- σιγηλοῖς στομάτεσσι θεοπρόπον ἄσθμα τιταίνειν.
- Πάνθοος ἦν Τρώων βουληφόρος, ἀλλ´ ἔτι δεινὴν
- οὔπω μῆτιν ἔπαυσε κατ´ Ἀργείων στρατιάων.
- Δημογέρων δὲ νόημα πολύπλοκον εἶχε Θυμοίτης,
- ἀμφασίης πελάγεσσιν ἐελμένος· ἦ γὰρ ἐῴκει
- σκεπτομένῳ τινὰ μῆτιν ἔτι Τρώεσσιν ὑφαίνειν.
- Λάμπων δ´ ἀχνυμένῳ ἐναλίγκιος ἦεν ἰδέσθαι·
- οὐ γὰρ ἔτι φρεσὶν εἶχε κυλινδομένοιο κυδοιμοῦ
- τειρομένοις Τρώεσσι τεκεῖν παιήονα βουλήν.
- Εἱστήκει Κλυτίος μὲν ἀμήχανος· εἶχε δὲ δοιὰς
- χεῖρας ὁμοπλεκέας, κρυφίης κήρυκας ἀνίης.
- Χαῖρε, φάος ῥήτρης, Ἰσόκρατες, ὅττι σὺ χαλκῷ
- κόσμον ἄγεις· δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν,
- εἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη.
- Ἔστενε δ´ Ἀμφιάρηος ἔχων περιλαμπέα χαίτην
- στέμματι δαφναίῳ· κρυφίην δ´ ἐλέλιζεν ἀνίην
- θεσπίζων, ὅτι πᾶσι βοόκτιτος ἐν δρυσὶ Θήβη
- ἀνδράσιν Ἀργείοισιν ὑπότροπον ἦμαρ ὀλέσσει.
- Ἀγλαὸς εἱστήκει χρησμηγόρος, ὅντινά φασιν
- μαντιπόλου γενετῆρα θεοφραδέος Πολυΐδου·
- εὐπετάλῳ δὲ κόμας ἐστεμμένος ἔπρεπε δάφνῃ.
- Εἶδον ἀκερσεκόμην ἕκατον θεόν, εἶδον ἀοιδῆς
- κοίρανον, ἀδμήτοισι κεκασμένον ἄνθεσι χαίτην·
- εἶχε γὰρ ἀμφοτέροισι κόμης μεμερισμένον ὤμοις
- βόστρυχον αὐτοέλικτον. ἕλισσε δὲ μάντιν ὀπωπήν,
- οἷά τε μαντοσύνῃ μεροπήια πήματα λύων.
- Γυμνὸς δ´ ὀβριμόθυμος ἔην Τελαμώνιος Αἴας,
- μήπω πρῶτον ἴουλον ἔχων· ἐκέκαστο δὲ μορφῆς
- ἄνθεσι πατρῴης· πλοκάμους δ´ ἐσφίγγετο μίτρῃ.
- οὐ γὰρ ἔην τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων,
- οὐ σάκος ἑπταβόειον ἐπωμαδόν, ἀλλὰ τοκῆος
- θαρσαλέην ἀνέφαινεν ἀγηνορίην Τελαμῶνος.
- Ἵστατο Σαρπηδών, Λυκίων πρόμος· ἠνορέῃ μὲν
- φρικτὸς ἔην, ἁπαλοῖς δὲ νεοτρεφέεσσιν ἰούλοις
- οἴνοπος ἄκρα χάρασσε γενειάδος· ἀμφὶ δὲ χαίταις
- εἶχε κόρυν. γυμνὸς μὲν ἔην δέμας, ἀλλ´ ἐνὶ μορφῇ
- σπέρμα Διὸς σήμαινεν· ἀπ´ ἀμφοτέρης γὰρ ὀπωπῆς
- μαρμαρυγὴν ἀπέπεμπεν ἐλευθερίου γενετῆρος.
- Καὶ τρίτος εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων,
- καλὸς ἰδεῖν· πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοις
- ἀμφοτέροις· ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή,
- χαλκῷ κόσμον ἄγουσα. θεὸς δ´ ἐτίταινεν ὀπωπὴν
- οἷά τε μαντιπόλοισιν ἐπὶ τριπόδεσσι δοκεύων.
- Καὶ τριτάτην θάμβησα πάλιν χρυσῆν Ἀφροδίτην,
- φάρεϊ κόλπον ἔχουσαν ἐπίσκιον· ἀμφὶ δὲ μαζοῖς
- κεστὸς ἕλιξ κεχάλαστο, χάρις δ´ ἐνενήχετο κεστῷ.
- Αἰχμητὴς δ´ ἀνίουλος ἐλάμπετο δῖος Ἀχιλλεύς,
- γυμνὸς ἐὼν σαγέων· ἐδόκευε μὲν ἔγχος ἑλίσσειν
- δεξιτερῇ, σκαιῇ δὲ σάκος χάλκειον ἀείρειν,
- σχήματι τεχνήεντι. μόθου δ´ ἀπέπεμπεν ἀπειλὴν
- θάρσεϊ τολμήεντι τεθηγμένος· αἱ γὰρ ὀπωπαὶ
- γνήσιον ἦθος ἔφαινον ἀρήιον Αἰακιδάων.
- Ἦν δὲ καὶ Ἑρμείας χρυσόρραπις· ἱστάμενος δὲ
- δεξιτερῇ πτερόεντος ἀνείρυε δεσμὰ πεδίλου,
- εἰς ὁδὸν ἀίξαι λελιημένος· εἶχε γὰρ ἤδη
- δεξιὸν ὀκλάζοντα θοὸν πόδα, τῷ ἔπι λαιὴν
- χεῖρα ταθεὶς ἀνέπεμπεν ἐς αἰθέρα κύκλον ὀπωπῆς
- οἷά τε πατρὸς ἄνακτος ἐπιτρωπῶντος ἀκούων.
- Καὶ νοερῆς ἄφθεγκτα Λατινίδος ὄργια Μούσης
- ἅζετο παπταίνων Ἀπολήιος, ὅντινα μύστην
- Αὐσονὶς ἀρρήτου σοφίης ἐθρέψατο Σειρήν.
- Φοίβου δ´ οὐρεσίφοιτος ὁμόγνιος ἵστατο κούρη
- Ἄρτεμις, ἀλλ´ οὐ τόξον ἑκηβόλον οὐδὲ φαρέτρην
- ἰοδόκην ἀνέχουσα κατωμαδόν· ἦν δ´ ἐπὶ γούνων
- παρθένιον λεγνωτὸν ἀναζωσθεῖσα χιτῶνα
- καὶ τριχὸς ἀκρήδεμνον ἀνιεμένη πλόκον αὔραις.
- Ἔμφρονα χαλκὸν Ὅμηρος ἐδείκνυεν, οὔτε μενοινῆς
- ἄμμορον οὔτε νόου κεχρημένον, ἀλλ´ ἄρα μούνης
- φωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην.
- ἦ καὶ χαλκὸν ἔχευεν ὁμῆ θεὸς εἴδεϊ μορφῆς·
- οὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι, ὅττι μιν ἀνὴρ
- ἐργοπόνος χάλκευσε παρ´ ἐσχαρεῶνι θαάσσων·
- ἀλλ´ αὐτὴ πολύμητις ἀνέπλασε χερσὶν Ἀθήνη
- εἶδος ἐπισταμένη, τόπερ ᾤκεεν· ἐν γὰρ Ὁμήρῳ
- αὐτὴ ναιετάουσα σοφὴν ἐφθέγγετο μολπήν.
- σύννομος Ἀπόλλωνι, πατὴρ ἐμός, ἰσόθεος φώς,
- ἵστατο θεῖος Ὅμηρος. ἔικτο μὲν ἀνδρὶ νοῆσαι
- γηραλέῳ, τὸ δὲ γῆρας ἔην γλυκύ· τοῦτο γὰρ αὐτῷ
- πλειοτέρην ἔσταζε χάριν· κεκέραστο δὲ κόσμῳ
- αἰδοίῳ τε φίλῳ τε· σέβας δ´ ἀπελάμπετο μορφῆς.
- αὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς
- χαίτης, εἰς ὀπίσω πεφορημένος, ἀμφὶ δ´ ἀκουὰς
- πλαζόμενος κεχάλαστο· κάτω δ´ εὐρύνετο πώγων
- ἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος· οὐδὲ γὰρ ἦεν
- ὀξυτενής, ἀλλ´ εὐρὺς ἐπέπτατο, κάλλος ὑφαίνων
- στήθεϊ γυμνωθέντι καὶ ἱμερόεντι προσώπῳ.
- γυμνὸν δ´ εἶχε μέτωπον· ἐπ´ ἀπλοκάμῳ δὲ μετώπῳ
- ἧστο σαοφροσύνη κουροτρόφος· ἀμφὶ δ´ ἄρ´ ὀφρῦς
- ἀμφοτέρας προβλῆτας ἐύσκοπος ἔπλασε τέχνη,
- οὔτι μάτην· φαέων γὰρ ἐρημάδες ἦσαν ὀπωπαί.
- ἀλλ´ οὐκ ἦν ἀλαῷ ἐναλίγκιος ἀνδρὶ νοῆσαι·
- ἕζετο γὰρ κενεοῖς χάρις ὄμμασιν· ὡς δὲ δοκεύω,
- τέχνη τοῦτο τέλεσσεν, ὅπως πάντεσσι φανείη
- φέγγος ὑπὸ κραδίην σοφίης ἄσβεστον ἀείρων.
- δοιαὶ μὲν ποτὶ βαιὸν ἐκοιλαίνοντο παρειαὶ
- γήραϊ ῥικνήεντι κατάσχετοι· ἀλλ´ ἐνὶ κείναις
- αὐτογενής, Χαρίτεσσι συνέστιος, ἵζανεν Αἰδώς.
- Πιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο,
- κηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲ
- χεῖρας ἐπ´ ἀλλήλῃσι τιθεὶς ἐπερείδετο ῥάβδῳ
- οἷά περ ἐν ζωοῖσιν· ἑὴν δ´ ἔκλινεν ἀκουὴν
- δεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν
- ἢ καὶ Πιερίδων τινὸς ἐγγύθεν. ἐν δ´ ἄρα θυμῷ
- σκεπτομένῳ μὲν ἔικτο· νόος δέ οἱ ἔνθα καὶ ἔνθα
- ἐξ ἀδύτων πεφόρητο πολυστρέπτοιο μενοινῆς,
- Πιερικῆς Σειρῆνος ἀρήιον ἔργον ὑφαίνων.
- Καὶ Σύριος σελάγιζε σαοφροσύνῃ Φερεκύδης
- ἱστάμενος· σοφίης δὲ θεουδέα κέντρα νομεύων
- οὐρανὸν ἐσκοπίαζε, μετάρσιον ὄμμα τιταίνων.
- Καὶ σοφὸς Ἡράκλειτος ἔην, θεοείκελος ἀνήρ,
- ἔνθεον ἀρχαίης Ἐφέσου κλέος, ὅς ποτε μοῦνος
- ἀνδρομέης ἔκλαιεν ἀνάλκιδος ἔργα γενέθλης.
- Καὶ τύπος ἁβρὸς ἔλαμπεν ἀριστονόοιο Κρατίνου,
- ὅς ποτε δημοβόροισι πολισσούχοισιν Ἰώνων
- θυμοδακεῖς ἐθόωσεν ἀκοντιστῆρας ἰάμβους,
- κῶμον ἀεξήσας, φιλοπαίγμονος ἔργον ἀοιδῆς.
- Εἱστήκει δὲ Μένανδρος, ὃς εὐπύργοισιν Ἀθήναις
- ὁπλοτέρου κώμοιο σελασφόρος ἔπρεπεν ἀστήρ.
- πολλάων γὰρ ἔρωτας ἀνέπλασε παρθενικάων
- ἅρπαγας οἰστρήεντας ἀεδνώτοιο κορείης
- καὶ Χαρίτων θεράποντας ἐγείνατο παῖδας ἰάμβους,
- μίξας σεμνὸν ἔρωτι μελίφρονος ἄνθος ἀοιδῆς.
- Ἀμφιτρύων δ´ ἤστραπτεν ἀπειρογάμῳ τρίχα δάφνῃ
- στεψάμενος· πᾶσιν μὲν ἐύσκοπος εἴδετο μάντις·
- ἀλλ´ οὐ μάντις ἔην, Ταφίης δ´ ἐπὶ σήματι νίκης
- στέμμα πολυστρέπτοισιν ἐφάρμενον εἶχεν ἐθείραις
- Ἀλκμήνης μενέχαρμος ἀριστοτόκου παρακοίτης.
- Θουκυδίδης δ´ ἐλέλιζεν ἑὸν νόον· ἦν δὲ νοῆσαι
- οἷά περ ἱστορίης δημηγόρον ἦθος ὑφαίνων·
- δεξιτερὴν γὰρ ἀνέσχε μετάρσιον, ὡς πρὶν ἀείδων
- Σπάρτης πικρὸν Ἄρηα καὶ αὐτῶν Κεκροπιδάων
- Ἑλλάδος ἀμητῆρα πολυθρέπτοιο τιθήνης.
- Οὐδ´ Ἁλικαρνησοῦ με παρέδραμε θέσπις ἀηδών,
- Ἡρόδοτος πολύιδρις, ὃς ὠγυγίων κλέα φωτῶν,
- ὅσσα περ ἠπείρων δυὰς ἤγαγεν, ὅσσα περ αἰὼν
- ἔδρακεν ἑρπύζων, ἐνάταις ἀνεθήκατο Μούσαις,
- μίξας εὐεπίῃσιν Ἰωνίδος ἄνθεα φωνῆς.
- Θήβης δ´ ὠγυγίης Ἑλικώνιος ἵστατο κύκνος,
- Πίνδαρος ἱμερόφωνος, ὃν ἀργυρότοξος Ἀπόλλων
- ἔτρεφε Βοιωτοῖο παρὰ σκοπιὴν Ἑλικῶνος
- καὶ μέλος ἁρμονίης ἐδιδάξατο· τικτομένου γὰρ
- ἑζόμεναι λιγυροῖσιν ἐπὶ στομάτεσσι μέλισσαι
- κηρὸν ἀνεπλάσσαντο, σοφῆς ἐπιμάρτυρα μολπῆς.
- Ξεινοφόων δ´ ἤστραπτε, φεράσπιδος ἀστὸς Ἀθήνης,
- ὃς πρὶν Ἀχαιμενίδαο μένος Κύροιο λιγαίνων
- εἵπετο φωνήεντι Πλατωνίδος ἤθεϊ Μούσης,
- ἱστορίης φιλάεθλον ἀριστώδινος ὀπώρην
- συγκεράσας ῥαθάμιγξι φιλαγρύπνοιο μελίσσης.
- Ἵστατο δ´ Ἀλκμάων κεκλημένος οὔνομα μάντις·
- ἀλλ´ οὐ μάντις ἔην ὁ βοώμενος οὐδ´ ἐπὶ χαίτης
- δάφνης εἶχε κόρυμβον· ἐγὼ δ´ Ἀλκμᾶνα δοκεύω,
- ὃς πρὶν ἐυφθόγγοιο λύρης ἠσκήσατο τέχνην,
- Δώριον εὐκελάδοισι μέλος χορδῇσιν ὑφαίνων.
- Καὶ πρόμος εὐκαμάτων Πομπήιος Αὐσονιήων,
- φαιδρὸν ἰσαυροφόνων κειμήλιον ἠνορεάων,
- στειβομένας ὑπὸ ποσσὶν Ἰσαυρίδας εἶχε μαχαίρας
- σημαίνων, ὅτι δοῦλον ὑπὸ ζυγὸν αὐχένα Ταύρου
- εἴρυσεν ἀρρήκτῳ πεπεδημένον ἅμματι Νίκης·
- κεῖνος ἀνήρ, ὃς πᾶσιν ἔην φάος, ὃς βασιλῆος
- ἠγαθέην ἐφύτευσεν Ἀναστασίοιο γενέθλην.
- τοῦτο δὲ πᾶσιν ἔδειξεν ἐμὸς σκηπτοῦχος ἀμύμων
- δῃώσας σακέεσσιν Ἰσαυρίδος ἔθνεα γαίης.
- Ἵστατο δ´ ἄλλος Ὅμηρος, ὃν οὐ πρόμον εὐεπιάων
- θέσκελον υἷα Μέλητος ἐυρρείοντος ὀίω,
- ἀλλ´ ὃν Θρηικίῃσι παρ´ ᾐόσι γείνατο μήτηρ
- Μοιρὼ κυδαλίμη Βυζαντιάς, ἣν ἔτι παιδνὴν
- ἔτρεφον εὐεπίης ἡρωίδος ἴδμονα Μοῦσαι·
- κεῖνος γὰρ τραγικῆς πινυτὴν ἠσκήσατο τέχνην,
- κοσμήσας ἐπέεσσιν ἑὴν Βυζαντίδα πάτρην.
- Καὶ φίλος Αὐσονίοισι λιγύθροος ἔπρεπε κύκνος,
- πνείων εὐεπίης Βεργίλλιος, ὅν ποτε Ῥώμης
- Θυβριὰς ἄλλον Ὅμηρον ἀνέτρεφε πάτριος ἠχώ.