Μετάβαση στο περιεχόμενο

Πέρσαι

Από Βικιθήκη
Πέρσαι
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα, συλλογή πολυμέσων, αντικείμενο wikidata. Αρχ.Θέατρο. Τραγωδία που έγραψε ο Αισχύλος και διδάχθηκε (παίχτηκε) το 472 π.Χ.
Eπιμέλεια Herbert Weir Smyth, Loeb Classical Library (1922)


ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ

ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ

ΑΤΟΣΣΑ

ΑΓΓΕΛΟΣ

ΕΙΔΩΛΟΝ ΔΑΡΕΙΟΥ

ΞΕΡΞΗΣ


ΠΕΡΣΑΙ


Χορος
Τάδε μὲν Περσῶν τῶν οἰχομένων
Ἑλλάδ᾽ ἐς αἶαν πιστὰ καλεῖται,
καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων
ἑδράνων φύλακες, κατὰ πρεσβείαν
5 οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς
Δαρειογενὴς
εἵλετο χώρας ἐφορεύειν.
ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
καὶ πολυχρύσου στρατιᾶς ἤδη
10 κακόμαντις ἄγαν ὀρσολοπεῖται
θυμὸς ἔσωθεν.
πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς
ᾤχωκε, νέον δ᾽ ἄνδρα βαΰζει,
κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς
15 ἄστυ τὸ Περσῶν ἀφικνεῖται·
οἵτε τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων
καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος
προλιπόντες ἔβαν, τοὶ μὲν ἐφ᾽ ἵππων.
τοὶ δ᾽ ἐπὶ ναῶν, πεζοί τε βάδην
20 πολέμου στῖφος παρέχοντες·
οἷος Ἀμίστρης ἠδ᾽ Ἀρταφρένης
καὶ Μεγαβάτης ἠδ᾽ Ἀστάσπης,
ταγοὶ Περσῶν,
βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
25 σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,
τοξοδάμαντές τ᾽ ἠδ᾽ ἱπποβάται,
φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην
ψυχῆς εὐτλήμονι δόξῃ·
Ἀρτεμβάρης θ᾽ ἱππιοχάρμης
30 καὶ Μασίστρης, ὅ τε τοξοδάμας
ἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θ᾽,
ἵππων τ᾽ ἐλατὴρ Σοσθάνης.
ἄλλους δ᾽ ὁ μέγας καὶ πολυθρέμμων
Νεῖλος ἔπεμψεν· Σουσισκάνης,
35 Πηγασταγὼν Αἰγυπτογενής,
ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
μέγας Ἀρσάμης, τάς τ᾽ ὠγυγίους
Θήβας ἐφέπων Ἀριόμαρδος,
καὶ ἑλειοβάται ναῶν ἐρέται
40 δεινοὶ πλῆθός τ᾽ ἀνάριθμοι.
ἁβροδιαίτων δ᾽ ἕπεται Λυδῶν
ὄχλος, οἵ τ᾽ ἐπίπαν ἠπειρογενὲς
κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς
Ἀρκτεύς τ᾽ ἀγαθός, βασιλῆς δίοποι,
45 καὶ πολύχρυσοι Σάρδεις ἐπόχους
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
δίρρυμά τε καὶ τρίρρυμα τέλη,
φοβερὰν ὄψιν προσιδέσθαι.
στεῦται δ᾽ ἱεροῦ Τμώλου πελάται
50 ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,
Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,
καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δ᾽
ἡ πολύχρυσος πάμμικτον ὄχλον
πέμπει σύρδην, ναῶν τ᾽ ἐπόχους
55 καὶ τοξουλκῷ λήματι πιστούς·
τὸ μαχαιροφόρον τ᾽ ἔθνος ἐκ πάσης
Ἀσίας ἕπεται
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
τοιόνδ᾽ ἄνθος Περσίδος αἴας
60 οἴχεται ἀνδρῶν,
οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις
θρέψασα πόθῳ στένεται μαλερῷ,
τοκέες τ᾽ ἄλοχοί θ᾽ ἡμερολεγδὸν
τείνοντα χρόνον τρομέονται.

[στρ. α.65 πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη
βασίλειος στρατὸς εἰς ἀν-
τίπορον γείτονα χώραν,
λινοδέσμῳ σχεδίᾳ πορθ-
μὸν ἀμείψας
70 Ἀθαμαντίδος Ἕλλας,
πολύγομφον ὅδισμα
ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.

[ἀντ. α.πολυάνδρου δ᾽ Ἀσίας θούριος ἄρχων
ἐπὶ πᾶσαν χθόνα ποιμα-
75 νόριον θεῖον ἐλαύνει
διχόθεν, πεζονόμον τ᾽ ἔκ
τε θαλάσσας,
ἐχυροῖσι πεποιθὼς
στυφελοῖς ἐφέταις, χρυ-
80 σογόνου γενεᾶς ἰσόθεος φώς.

[στρ. β.κυάνεον δ᾽ ὄμμασι λεύσσων
φονίου δέργμα δράκοντος,
πολύχειρ καὶ πολυναύτης,
Σύριόν θ᾽ ἅρμα διώκων,
85 ἐπάγει δουρικλύτοις ἀν-
δράσι τοξόδαμνον Ἄρη.

[ἀντ. β.δόκιμος δ᾽ οὔτις ὑποστὰς
μεγάλῳ ῥεύματι φωτῶν
ἐχυροῖς ἕρκεσιν εἴργειν
90 ἄμαχον κῦμα θαλάσσας·
ἀπρόσοιστος γὰρ ὁ Περσᾶν
στρατὸς ἀλκίφρων τε λαός.

[στρ. γ.θεόθεν γὰρ κατὰ Μοῖρ᾽
ἐκράτησεν τὸ παλαι-
95 όν, ἐπέσκηψε δὲ Πέρσαις
πολέμους πυργοδαΐκτους
διέπειν ἱππιοχάρμας
τε κλόνους
πόλεών τ᾽ ἀναστάσεις.

[ἀντ. γ.100 ἔμαθον δ᾽ εὐρυπόροι-
ο θαλάσσας πολιαι-
νομένας πνεύματι λάβρῳ
ἐσορᾶν πόντιον ἄλσος,
πίσυνοι λεπτοδόμοις πεί-
105 σμασι λα-
οπόροις τε μαχαναῖς.

[στρ. δ.δολόμητιν δ᾽ ἀπάταν θεοῦ
τίς ἀνὴρ θνατὸς ἀλύξει;
τίς ὁ κραιπνῷ ποδὶ πηδή-
110 μα τόδ᾽ εὐπετώς ἀνᾴσσων;

[ἀντ. δ.φιλόφρων γὰρ παρασαίνει
βροτὸν εἰς ἄρκυας Ἄτα,
τόθεν οὐκ ἔστιν ὕπερθέν
νιν ἄνατον ἐξαλύξαι.

[στρ. ε.115 ταῦτά μοι μελαγχίτων
φρὴν ἀμύσσεται φόβῳ,
ὀᾶ, Περσικοῦ στρατεύματος
τοῦδε, μὴ πόλις πύθη-
ται κένανδρον μέγ᾽ ἄστυ Σουσίδος,

[ἀντ. ε.120 καὶ τὸ Κισσίων πόλισμ᾽
ἀντίδουπον ᾄσεται,
ὀᾶ, τοῦτ᾽ ἔπος γυναικοπλη-
θὴς ὅμιλος ἀπύων,
125 βυσσίνοις δ᾽ ἐν πέπλοις πέσῃ λακίς.

[στρ. ζ.πᾶς γὰρ ἱππηλάτας
καὶ πεδοστιβὴς λεὼς
σμῆνος ὣς ἐκλέλοιπεν μελισ-
σᾶν σὺν ὀρχάμῳ στρατοῦ,
130 τὸν ἀμφίζευκτον ἐξαμείψας
ἀμφοτέρας ἅλιον
πρῶνα κοινὸν αἴας.

[ἀντ. ζ.λέκτρα δ᾽ ἀνδρῶν πόθῳ
πίμπλαται δακρύμασιν·
135 Περσίδες δ᾽ ἁβροπενθεῖς ἑκά-
στα πόθῳ φιλάνορι
τὸν αἰχμάεντα θοῦρον εὐνα-
τῆρ᾽ ἀποπεμψαμένα
λείπεται μονόζυξ.

140 ἀλλ᾽ ἄγε, Πέρσαι, τόδ᾽ ἐνεζόμενοι
στέγος ἀρχαῖον,
φροντίδα κεδνὴν καὶ βαθύβουλον
θώμεθα, χρεία δὲ προσήκει,
πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς
145 Δαρειογενής,
τὸ πατρωνύμιον γένος ἡμέτερον·
πότερον τόξου ῥῦμα τὸ νικῶν,
ἢ δορικράνου
λόγχης ἰσχὺς κεκράτηκεν.

150 ἀλλ᾽ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς
φάος ὁρμᾶται μήτηρ βασιλέως,
βασίλεια δ᾽ ἐμή· προσπίτνω·
καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
πάντας μύθοισι προσαυδᾶν.

155 ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,
μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι·
θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,
εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.

Ατοσσα
ταῦτα δὴ λιποῦσ᾽ ἱκάνω χρυσεοστόλμους δόμους
160 καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.
κἀμὲ καρδίαν ἀμύσσει φροντίς· ἐς δ᾽ ὑμᾶς ἐρῶ
μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσ᾽ ἀδείμαντος, φίλοι,
μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ
ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινός.
165 ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν,
μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν
μήτ᾽ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.
ἔστι γὰρ πλοῦτός γ᾽ ἀμεμφής, ἀμφὶ δ᾽ ὀφθαλμῷ φόβος·
ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.
170 πρὸς τάδ᾽, ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου
τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·
πάντα γὰρ τὰ κέδν᾽ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.

Χορος
εὖ τόδ᾽ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι
μήτ᾽ ἔπος μήτ᾽ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ·
175 εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.

Ατοσσα
πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν
ξύνειμ᾽, ἀφ᾽ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν
Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·
ἀλλ᾽ οὔτι πω τοιόνδ᾽ ἐναργὲς εἰδόμην
180 ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι.
ἐδοξάτην μοι δύο γυναῖκ᾽ εὐείμονε,
ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
ἡ δ᾽ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,
185 κάλλει τ᾽ ἀμώμω, καὶ κασιγνήτα γένους
ταὐτοῦ· πάτραν δ᾽ ἔναιον ἡ μὲν Ἑλλάδα
κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.
τούτω στάσιν τιν᾽, ὡς ἐγὼ ᾽δόκουν ὁρᾶν,
τεύχειν ἐν ἀλλήλαισι· παῖς δ᾽ ἐμὸς μαθὼν
190 κατεῖχε κἀπράυνεν, ἅρμασιν δ᾽ ὕπο
ζεύγνυσιν αὐτὼ καὶ λέπαδν᾽ ἐπ᾽ αὐχένων
τίθησι. χἠ μὲν τῇδ᾽ ἐπυργοῦτο στολῇ
ἐν ἡνίαισί τ᾽ εἶχεν εὔαρκτον στόμα,
ἡ δ᾽ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου
195 διασπαράσσει καὶ ξυναρπάζει βίᾳ
ἄνευ χαλινῶν, καὶ ζυγὸν θραύει μέσον.
πίπτει δ᾽ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
Δαρεῖος οἰκτείρων σφε· τὸν δ᾽ ὅπως ὁρᾷ
Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
200 καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.
ἐπεὶ δ᾽ ἀνέστην καὶ χεροῖν καλλιρρόου
ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ
βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν
θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.
205 ὁρῶ δὲ φεύγοντ᾽ αἰετὸν πρὸς ἐσχάραν
Φοίβου· φόβῳ δ᾽ ἄφθογγος ἐστάθην, φίλοι·
μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ
πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα
τίλλονθ᾽· ὁ δ᾽ οὐδὲν ἄλλο γ᾽ ἢ πτήξας δέμας
210 παρεῖχε. ταῦτ᾽ ἔμοιγε δείματ᾽ εἰσιδεῖν,
ὑμῖν δ᾽ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς
πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ᾽ ἀνήρ,
κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει,
σωθεὶς δ᾽ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.

Χορος
215 οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ᾽ ἄγαν φοβεῖν λόγοις
οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδ᾽ ἀποτροπὴν τελεῖν,
τὰ δ᾽ ἀγάθ᾽ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς
220 Γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δ᾽ αἰτοῦ τάδε,
σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατ᾽ εὐφρόνην,
ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,
τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.
ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα·
225 εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.

Ατοσσα
ἀλλὰ μὴν εὔνους γ᾽ ὁ πρῶτος τῶνδ᾽ ἐνυπνίων κριτὴς
παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ᾽ ἐκύρωσας φάτιν.
ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δ᾽, ὡς ἐφίεσαι,
πάντα θήσομεν θεοῖσι τοῖς τ᾽ ἔνερθε γῆς φίλοις,
230 εὖτ᾽ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δ᾽ ἐκμαθεῖν θέλω,
ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.

Χορος
τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.

Ατοσσα
ἀλλὰ μὴν ἵμειρ᾽ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;

Χορος
πᾶσα γὰρ γένοιτ᾽ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.

Ατοσσα
235 ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;

Χορος
καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.

Ατοσσα
καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;

Χορος
ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.

Ατοσσα
πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;

Χορος
240 οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.

Ατοσσα
τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;

Χορος
οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ᾽ ὑπήκοοι.

Ατοσσα
πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;

Χορος
ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.

Ατοσσα
245 δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι.

Χορος
ἀλλ᾽ ἐμοὶ δοκεῖν τάχ᾽ εἴσῃ πάντα νημερτῇ λόγον.
τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.

Αγγελος
ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,
250 ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν,
ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς
ὄλβος, τὸ Περσῶν δ᾽ ἄνθος οἴχεται πεσόν.
ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά·
ὅμως δ᾽ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,
255 Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.

Χορος
[στρ. α.ἄνι᾽ ἄνια κακὰ
νεόκοτα καὶ δάι᾽. αἰαῖ,
διαίνεσθε, Πέρσαι,
τόδ᾽ ἄχος κλύοντες.

Αγγελος
260 ὡς πάντα γ᾽ ἔστ᾽ ἐκεῖνα διαπεπραγμένα·
αὐτὸς δ᾽ ἀέλπτως νόστιμον βλέπω φάος.

Χορος
[ἀντ. α.ἦ μακροβίοτος
ὅδε γέ τις αἰὼν ἐφάνθη
γεραιοῖς, ἀκούειν
265 τόδε πῆμ᾽ ἄελπτον.

Αγγελος
καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,
Πέρσαι, φράσαιμ᾽ ἂν οἷ᾽ ἐπορσύνθη κακά.

Χορος
[στρ. β.ὀτοτοτοῖ, μάταν
τὰ πολλὰ βέλεα παμμιγῆ
270 γᾶς ἀπ᾽ Ἀσίδος ἦλθε δᾴ-
αν ἐφ᾽ Ἑλλάδα χώραν.

Αγγελος
πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων
Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.

Χορος
[ἀντ. β.ὀτοτοτοῖ, φίλων
275 ἁλίδονα μέλεα πολυβαφῆ
κατθανόντα λέγεις φέρε-
σθαι πλαγκτ᾽ ἐν διπλάκεσσιν.

Αγγελος
οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ᾽ ἀπώλλυτο
στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς.

Χορος
[στρ. γ.280 ἴυζ᾽ ἄποτμον Πέρσαις
δυσαιανῆ βοὰν
δάοις, ὡς πάντα παγκάκως
ἔφθισαν· αἰαῖ στρατοῦ φθαρέντος.

Αγγελος
ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν·
285 φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.

Χορος
[ἀντ. γ.στυγναί γ᾽ Ἀθᾶναι δᾴοις·
μεμνῆσθαί τοι πάρα
ὡς πολλὰς Περσίδων μάταν
ἔκτισαν εὔνιδας ἠδ᾽ ἀνάνδρους.

Ατοσσα
290 σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη
κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορὰ
τὸ μήτε λέξαι μήτ᾽ ἐρωτῆσαι πάθη.
ὅμως δ᾽ ἀνάγκη πημονὰς βροτοῖς φέρειν
θεῶν διδόντων· πᾶν δ᾽ ἀναπτύξας πάθος
295 λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως.
τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
τῶν ἀρχελείων, ὅστ᾽ ἐπὶ σκηπτουχίᾳ
ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;

Αγγελος
Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.

Ατοσσα
300 ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα
καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.

Αγγελος
Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς
στύφλους παρ᾽ ἀκτὰς θείνεται Σιληνιῶν.
χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
305 πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο·
Τενάγων τ᾽ ἀριστεὺς Βακτρίων ἰθαιγενὴς
θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
Λίλαιος, Ἀρσάμης τε κἀργήστης τρίτος,
οἵδ᾽ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
310 δινούμενοι κύρισσον ἰσχυρὰν χθόνα·
πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
Ἀρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτος
Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
315 ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,
πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα
ἔτεγγ᾽, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ.
καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,
σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.
320 Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ
νωμῶν, ὅ τ᾽ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι
πένθος παρασχών, Σεισάμης θ᾽ ὁ Μύσιος,
Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
325 κεῖται θανὼν δείλαιος οὐ μάλ᾽ εὐτυχῶς·
Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον
ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο.
τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι.
330 πολλῶν παρόντων ὀλίγ᾽ ἀπαγγέλλω κακά.

Ατοσσα
αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,
αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
ἀτὰρ φράσον μοι τοῦτ᾽ ἀναστρέψας πάλιν·
πόσον δὴ πλῆθος ἦν νεῶν Ἑλληνίδων,
335 ὥστ᾽ ἀξιῶσαι Περσικῷ στρατεύματι
μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;

Αγγελος
πλήθους μὲν ἂν σάφ᾽ ἴσθ᾽ ἕκατι βάρβαρον
ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν
ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
340 ναῶν, δεκὰς δ᾽ ἦν τῶνδε χωρὶς ἔκκριτος·
Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν
ὧν ἦγε πλῆθος, αἱ δ᾽ ὑπέρκοποι τάχει
ἑκατὸν δὶς ἦσαν ἑπτά θ᾽· ὧδ᾽ ἔχει λόγος.
μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;
345 ἀλλ᾽ ὧδε δαίμων τις κατέφθειρε στρατόν,
τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.
θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.

Ατοσσα
ἔτ᾽ ἆρ᾽ Ἀθηνῶν ἔστ᾽ ἀπόρθητος πόλις;

Αγγελος
ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.

Ατοσσα
350 ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον·
τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,
ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;

Αγγελος
ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ
φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.
355 ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ
ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,
ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,
Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν
ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε
360 δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.
ὁ δ᾽ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον
Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,
πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,
εὖτ᾽ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα
365 λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,
τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισίν,
ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους.
ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ,
ὡς εἰ μόρον φευξοίαθ᾽ Ἕλληνες κακόν,
370 ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,
πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.
τοσαῦτ᾽ ἔλεξε κάρθ᾽ ὑπ᾽ εὐθύμου φρενός·
οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
οἱ δ᾽ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ
375 δεῖπνόν τ᾽ ἐπορσύνοντο, ναυβάτης τ᾽ ἀνὴρ
τροποῦτο κώπην σκαλμὸν ἀμφ᾽ εὐήρετμον.
ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο
καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ
ἐς ναῦν ἐχώρει πᾶς θ᾽ ὅπλων ἐπιστάτης·
380 τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς·
πλέουσι δ᾽ ὡς ἕκαστος ἦν τεταγμένος,
καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν
ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.
καὶ νὺξ ἐχώρει, κοὐ μάλ᾽ Ἑλλήνων στρατὸς
385 κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο·
ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα
μολπηδὸν ηὐφήμησεν, ὄρθιον δ᾽ ἅμα
390 ἀντηλάλαξε νησιώτιδος πέτρας
ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν
γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ
παιᾶν᾽ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
ἀλλ᾽ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·
395 σάλπιγξ δ᾽ ἀυτῇ πάντ᾽ ἐκεῖν᾽ ἐπέφλεγεν.
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
400 ἡγεῖτο κόσμῳ, δεύτερον δ᾽ ὁ πᾶς στόλος
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
πολλὴν βοήν, “ὦ παῖδες Ἑλλήνων, ἴτε,
ἐλευθεροῦτε πατρίδ᾽, ἐλευθεροῦτε δὲ
παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη,
405 θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.”
καὶ μὴν παρ᾽ ἡμῶν Περσίδος γλώσσης ῥόθος
ὑπηντίαζε, κοὐκέτ᾽ ἦν μέλλειν ἀκμή.
εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον
ἔπαισεν· ἦρξε δ᾽ ἐμβολῆς Ἑλληνικὴ
410 ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς
κόρυμβ᾽, ἐπ᾽ ἄλλην δ᾽ ἄλλος ηὔθυνεν δόρυ.
τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
ἤθροιστ᾽, ἀρωγὴ δ᾽ οὔτις ἀλλήλοις παρῆν,
415 αὐτοὶ δ᾽ ὑπ᾽ αὑτῶν ἐμβόλοις χαλκοστόμοις
παίοντ᾽, ἔθραυον πάντα κωπήρη στόλον,
Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως
κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ
σκάφη νεῶν, θάλασσα δ᾽ οὐκέτ᾽ ἦν ἰδεῖν,
420 ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν.
ἀκταὶ δὲ νεκρῶν χοιράδες τ᾽ ἐπλήθυον,
φυγῇ δ᾽ ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο,
ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.
τοὶ δ᾽ ὥστε θύννους ἤ τιν᾽ ἰχθύων βόλον
425 ἀγαῖσι κωπῶν θραύμασίν τ᾽ ἐρειπίων
ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δ᾽ ὁμοῦ
κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
ἕως κελαινῆς νυκτὸς ὄμμ᾽ ἀφείλετο.
κακῶν δὲ πλῆθος, οὐδ᾽ ἂν εἰ δέκ᾽ ἤματα
430 στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.
εὖ γὰρ τόδ᾽ ἴσθι, μηδάμ᾽ ἡμέρᾳ μιᾷ
πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.

Ατοσσα
αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα
Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.

Αγγελος
435 εὖ νυν τόδ᾽ ἴσθι, μηδέπω μεσοῦν κακόν·
τοιάδ᾽ ἐπ᾽ αὐτοῖς ἦλθε συμφορὰ πάθους,
ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.

Ατοσσα
καὶ τίς γένοιτ᾽ ἂν τῆσδ᾽ ἔτ᾽ ἐχθίων τύχη;
λέξον τίν᾽ αὖ φῂς τήνδε συμφορὰν στρατῷ
440 ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.

Αγγελος
Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,
ψυχήν τ᾽ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,
αὐτῷ τ᾽ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,
τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.

Ατοσσα
445 οἲ ᾽γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.
ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι;

Αγγελος
νῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων,
βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος
Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι.
450 ἐνταῦθα πέμπει τούσδ᾽, ὅπως, ὅταν νεῶν
φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,
κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,
φίλους δ᾽ ὑπεκσῴζοιεν ἐναλίων πόρων,
κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς
455 ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,
αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας
ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ
κυκλοῦντο πᾶσαν νῆσον, ὥστ᾽ ἀμηχανεῖν
ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν
460 πέτροισιν ἠράσσοντο, τοξικῆς τ᾽ ἄπο
θώμιγγος ἰοὶ προσπίτνοντες ὤλλυσαν·
τέλος δ᾽ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου
παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
ἕως ἁπάντων ἐξαπέφθειραν βίον.
465 Ξέρξης δ᾽ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος·
ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,
ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·
ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,
470 ἵησ᾽ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι
πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.

Ατοσσα
ὦ στυγνὲ δαῖμον, ὡς ἄρ᾽ ἔψευσας φρενῶν
Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν
κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν
475 οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν·
ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν
τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.
σὺ δ᾽ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,
ποῦ τάσδ᾽ ἔλειπες· οἶσθα σημῆναι τορῶς;

Αγγελος
480 ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην
κατ᾽ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·
στρατὸς δ᾽ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ
διώλλυθ᾽, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
δίψῃ πονοῦντες, οἱ δ᾽ ὑπ᾽ ἄσθματος κενοὶ
485 διεκπερῶμεν ἔς τε Φωκέων χθόνα
καὶ Δωρίδ᾽ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ
Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ·
κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον
καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους
490 βορᾶς ἐδέξαντ᾽· ἔνθα δὴ πλεῖστοι θάνον
δίψῃ τε λιμῷ τ᾽· ἀμφότερα γὰρ ἦν τάδε.
Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
χώραν ἀφικόμεσθ᾽, ἐπ᾽ Ἀξιοῦ πόρον,
Βόλβης θ᾽ ἕλειον δόνακα, Πάγγαιόν τ᾽ ὄρος,
495 Ἠδωνίδ᾽ αἶαν· νυκτὶ δ᾽ ἐν ταύτῃ θεὸς
χειμῶν᾽ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν
ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις
τὸ πρὶν νομίζων οὐδαμοῦ τότ᾽ ηὔχετο
λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.
500 ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·
χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
ἀκτῖνας ὡρμήθη, σεσωμένος κυρεῖ.
φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
505 μέσον πόρον διῆκε, θερμαίνων φλογί·
πῖπτον δ᾽ ἐπ᾽ ἀλλήλοισιν· εὐτύχει δέ τοι
ὅστις τάχιστα πνεῦμ᾽ ἀπέρρηξεν βίου.
ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,
510 ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,
ἐφ᾽ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν
Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.
ταῦτ᾽ ἔστ᾽ ἀληθῆ· πολλὰ δ᾽ ἐκλείπω λέγων
κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.

Χορος
515 ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς
ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.

Ατοσσα
οἲ ᾽γὼ τάλαινα διαπεπραγμένου στρατοῦ·
ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,
ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.
520 ὑμεῖς δὲ φαύλως αὔτ᾽ ἄγαν ἐκρίνατε.
ὅμως δ᾽, ἐπειδὴ τῇδ᾽ ἐκύρωσεν φάτις
ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·
ἔπειτα, Γῇ τε καὶ φθιτοῖς δωρήματα,
ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,—
525 ἐπίσταμαι μὲν ὡς ἐπ᾽ ἐξειργασμένοις,
ἀλλ᾽ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.
ὑμᾶς δὲ χρὴ ᾽πὶ τοῖσδε τοῖς πεπραγμένοις
πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·
καὶ παῖδ᾽, ἐάν περ δεῦρ᾽ ἐμοῦ πρόσθεν μόλῃ,
530 παρηγορεῖτε, καὶ προπέμπετ᾽ ἐς δόμους,
μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.

Χορος
ὦ Ζεῦ βασιλεῦ, νῦν <γὰρ> Περσῶν
τῶν μεγαλαύχων καὶ πολυάνδρων
στρατιὰν ὀλέσας
535 ἄστυ τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων
πένθει δνοφερῷ κατέκρυψας·
πολλαὶ δ᾽ ἁπαλαῖς χερσὶ καλύπτρας
κατερεικόμεναι
διαμυδαλέοις δάκρυσι κόλπους
540 τέγγουσ᾽, ἄλγους μετέχουσαι.
αἱ δ᾽ ἁβρόγοοι Περσίδες ἀνδρῶν
ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,
λέκτρων εὐνὰς ἁβροχίτωνας,
χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,
545 πενθοῦσι γόοις ἀκορεστοτάτοις.
κἀγὼ δὲ μόρον τῶν οἰχομένων
αἴρω δοκίμως πολυπενθῆ.

[στρ. α.νῦν γὰρ δὴ πρόπασα μὲν στένει γαῖ᾽
Ἀσιὰς ἐκκενουμένα.
550 Ξέρξης μὲν ἄγαγεν, ποποῖ,
Ξέρξης δ᾽ ἀπώλεσεν, τοτοῖ,
Ξέρξης δὲ πάντ᾽ ἐπέσπε δυσφρόνως
βαρίδεσσι ποντίαις.
τίπτε Δαρεῖος μὲν οὕ-
555 τω τότ᾽ ἀβλαβὴς ἐπῆν
τόξαρχος πολιήταις,
Σουσίδαις φίλος ἄκτωρ;
[ἀντ. α.πεζοὺς τε γὰρ καὶ θαλασσίους
λινόπτεροι κυανώπιδες
560 νᾶες μὲν ἄγαγον, ποποῖ,
νᾶες δ᾽ ἀπώλεσαν, τοτοῖ,
νᾶες πανωλέθροισιν ἐμβολαῖς,
αἵ τ᾽ Ἰαόνων χέρες.
τυτθὰ δ᾽ ἐκφυγεῖν ἄνακτ᾽
565 αὐτὸν εἰσακούομεν
Θρῄκης ἂμ πεδιήρεις
δυσχίμους τε κελεύθους.

[στρ. β.τοὶ δ᾽ ἄρα πρωτόμοιροι, φεῦ,
ληφθέντες πρὸς ἀνάγκας, ἠέ,
570 ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ,
<σύρονται>· στένε καὶ δακνά-
ζου, βαρὺ δ᾽ ἀμβόασον
οὐράνι᾽ ἄχη, ὀᾶ·
τεῖνε δὲ δυσβάυκτον
575 βοᾶτιν τάλαιναν αὐδάν.

[ἀντ. β.γναπτόμενοι δὲ δίνᾳ, φεῦ,
σκύλλονται πρὸς ἀναύδων, ἠέ,
παίδων τᾶς ἀμιάντου, ὀᾶ.
πενθεῖ δ᾽ ἄνδρα δόμος στερη-
580 θείς, τοκέες τ᾽ ἄπαιδες
δαιμόνι᾽ ἄχη, ὀᾶ,
δυρόμενοι γέροντες
τὸ πᾶν δὴ κλύουσιν ἄλγος.

[στρ. γ.τοὶ δ᾽ ἀνὰ γᾶν Ἀσίαν δὴν
585 οὐκέτι περσονομοῦνται,
οὐδ᾽ ἔτι δασμοφοροῦσιν
δεσποσύνοισιν ἀνάγκαις,
οὐδ᾽ ἐς γᾶν προπίτνοντες
ἅζονται· βασιλεία
590 γὰρ διόλωλεν ἰσχύς.

[ἀντ. γ.οὐδ᾽ ἔτι γλῶσσα βροτοῖσιν
ἐν φυλακαῖς· λέλυται γὰρ
λαὸς ἐλεύθερα βάζειν,
ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.
595 αἱμαχθεῖσα δ᾽ ἄρουραν
Αἴαντος περικλύστα
νᾶσος ἔχει τὰ Περσᾶν.

Ατοσσα
φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,
ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδων
600 κακῶν ἐπέλθῃ, πάντα δειμαίνειν φίλεῖ·
ὅταν δ᾽ ὁ δαίμων εὐροῇ, πεποιθέναι
τὸν αὐτὸν αἰεὶ δαίμον᾽ οὐριεῖν τύχην.
ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα
ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,
605 βοᾷ δ᾽ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος·
τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
τοιγὰρ κέλευθον τήνδ᾽ ἄνευ τ᾽ ὀχημάτων
χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν
ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς
610 φέρουσ᾽, ἅπερ νεκροῖσι μειλικτήρια,
βοός τ᾽ ἀφ᾽ ἁγνῆς λευκὸν εὔποτον γάλα,
τῆς τ᾽ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο
615 ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε·
τῆς τ᾽ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον
ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,
ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα.
ἀλλ᾽, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων
620 ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα
Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δ᾽ ἐγὼ
τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.

Χορος
βασίλεια γύναι, πρέσβος Πέρσαις,
σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
625 ἡμεῖς θ᾽ ὕμνοις αἰτησόμεθα
φθιμένων πομποὺς
εὔφρονας εἶναι κατὰ γαίας.
ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,
Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τ᾽ ἐνέρων,
630 πέμψατ᾽ ἔνερθεν ψυχὴν ἐς φῶς·
εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,
μόνος ἂν θνητῶν πέρας εἴποι.

[στρ. α.ἦ ῥ᾽ ἀίει μου μακαρίτας
ἰσοδαίμων βασιλεὺς
635 βάρβαρ᾽ ἀσαφηνῆ
ἱέντος τὰ παναίολ᾽ αἰ-
ανῆ δύσθροα βάγματ᾽, ἢ
παντάλαν᾽ ἄχη διαβοάσω;
νέρθεν ἆρα κλύει μου;

[ἀντ. α.640 ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι
χθονίων ἁγεμόνες
δαίμονα μεγαυχῆ
ἰόντ᾽ αἰνέσατ᾽ ἐκ δόμων,
Περσᾶν Σουσιγενῆ θεόν·
645 πέμπετε δ᾽ ἄνω οἷον οὔπω
Περσὶς αἶ᾽ ἐκάλυψεν.

[στρ. β.ἦ φίλος ἀνήρ, φίλος ὄχθος·
φίλα γὰρ κέκευθεν ἤθη.
Ἀιδωνεὺς δ᾽ ἀναπομ-
650 πὸς ἀνείης, Ἀιδωνεύς,
θεἶον ἀνάκτορα Δαριᾶνα. ἠέ.

[ἀντ. β.οὐδὲ γὰρ ἄνδρας ποτ᾽ ἀπώλλυ
πολεμοφθόροισιν ἄταις,
θεομήστωρ δ᾽ ἐκικλή-
655 σκετο Πέρσαις, θεομήστωρ δ᾽
ἔσκεν, ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.

[στρ. γ.βαλήν, ἀρχαῖος βαλήν,
ἴθι, ἱκοῦ·
ἔλθ᾽ ἐπ᾽ ἄκρον κόρυμβον ὄχθου,
660 κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,
βασιλείου τιήρας
φάλαρον πιφαύσκων.
βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.

[ἀντ. γ.ὅπως αἰανῆ κλύῃς
665 νέα τ᾽ ἄχη,
δέσποτα δεσπὀτου φάνηθι.
Στυγία γάρ τις ἐπ᾽ ἀχλὺς πεπόταται·
νεολαία γὰρ ἤδη
670 κατὰ πᾶσ᾽ ὄλωλεν.
βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.

[ἐπῳδός.αἰαῖ αἰαῖ·
ὦ πολύκλαυτε φίλοισι θανών,
675 †τί τάδε, δυνάτα, δυνάτα
περὶ τᾷ σᾷ δίδυμα διαγόεν ἁμάρτια;†
πᾶσαι γᾷ τᾷδ᾽
ἐξέφθινται τρίσκαλμοι
680 νᾶες ἄναες ἄναες.

Ειδωλον Δαρειου
ὦ πιστὰ πιστῶν ἥλικές θ᾽ ἥβης ἐμῆς
Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;
στένει, κέκοπται, καὶ χαράσσεται πέδον.
λεύσσων δ᾽ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας
685 ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
ὑμεῖς δὲ θρηνεῖτ᾽ ἐγγὺς ἑστῶτες τάφου
καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις
οἰκτρῶς καλεῖσθέ μ᾽· ἐστὶ δ᾽ οὐκ εὐέξοδον,
ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶ
690 λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.
ὅμως δ᾽ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ
ἥκω· τάχυνε δ᾽, ὡς ἄμεμπτος ὦ χρόνου.
τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν;

Χορος
[στρ.σέβομαι μὲν προσιδέσθαι,
695 σέβομαι δ᾽ ἀντία λέξαι
σέθεν ἀρχαίῳ περὶ τάρβει.

Δαρειος
ἀλλ᾽ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,
μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων
εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.

Χορος
[ἀντ.700 δίεμαι μὲν χαρίσασθαι,
δίεμαι δ᾽ ἀντία φάσθαι,
λέξας δύσλεκτα φίλοισιν.

Δαρειος
ἀλλ᾽ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ᾽ εὐγενὲς γύναι,
705 κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
λέξον. ἀνθρώπεια δ᾽ ἄν τοι πήματ᾽ ἂν τύχοι βροτοῖς.
πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ᾽ ἐκ χέρσου κακὰ
γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ πρόσω.

Ατοσσα
ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ,
710 ὡς ἕως τ᾽ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν
βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.
πάντα γάρ, Δαρεῖ᾽, ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ·
διαπεπόρθηται τὰ Περσῶν πράγμαθ᾽, ὡς εἰπεῖν ἔπος.

Δαρειος
715 τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτός ἢ στάσις πόλει;

Ατοσσα
οὐδαμῶς· ἀλλ᾽ ἀμφ᾽ Ἀθήνας πᾶς κατέφθαρται στρατός.

Δαρειος
τίς δ᾽ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.

Ατοσσα
θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.

Δαρειος
πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ᾽ ἐμώρανεν τάλας;

Ατοσσα
720 ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.

Δαρειος
πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;

Ατοσσα
μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστ᾽ ἔχειν πόρον.

Δαρειος
καὶ τόδ᾽ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν;

Ατοσσα
[ὧδ᾽] ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.

Δαρειος
725 φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.

Ατοσσα
ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.

Δαρειος
καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ᾽ ἐπιστενάζετε;

Ατοσσα
ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.

Δαρειος
ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;

Ατοσσα
730 πρὸς τάδ᾽ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει.

Δαρειος
ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.

Ατοσσα
Βακτρίων δ᾽ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων.

Δαρειος
ὦ μέλεος, οἵαν ἄρ᾽ ἥβην ξυμμάχων ἀπώλεσεν.

Ατοσσα
μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα—

Δαρειος
735 πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;

Ατοσσα
ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.

Δαρειος
καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ᾽ ἐτήτυμον;

Ατοσσα
ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γ᾽, οὐδ᾽ ἔνι στάσις.

Δαρειος
φεῦ, ταχεῖά γ᾽ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ᾽ ἐμὸν
740 Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που
διὰ μακροῦ χρόνου τάδ᾽ ηὔχουν ἐκτελευτήσειν θεούς·
ἀλλ᾽ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.
νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.
παῖς δ᾽ ἐμὸς τάδ᾽ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·
745 ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ·
καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις
περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,
θνητὸς ὢν θεῶν τε πάντων ᾤετ᾽, οὐκ εὐβουλίᾳ,
750 καὶ Ποσειδῶνος κρατήσειν· πῶς τάδ᾽ οὐ νόσος φρενῶν
εἶχε παῖδ᾽ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος
οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.

Ατοσσα
ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
θούριος Ξέρξης· λέγουσι δ᾽ ὡς σὺ μὲν μέγαν τέκνοις
755 πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δ᾽ ἀνανδρίας ὕπο
ἔνδον αἰχμάζειν, πατρῷον δ᾽ ὄλβον οὐδὲν αὐξάνειν.
τοιάδ᾽ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
τήνδ᾽ ἐβούλευσεν κέλευθον καὶ στράτευμ᾽ ἐφ᾽ Ἑλλάδα.

Δαρειος
τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
760 μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω
τόδ᾽ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,
ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ᾽ ὤπασεν,
ἕν᾽ ἄνδρ᾽ ἁπάσης Ἀσίδος μηλοτρόφου
ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.
765 Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ·
ἄλλος δ᾽ ἐκείνου παῖς τόδ᾽ ἔργον ἤνυσεν·
φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.
τρίτος δ᾽ ἀπ᾽ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·
770 Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.
θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.
πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ
775 θρόνοισί τ᾽ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ
Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ᾽ ἦν χρέος.
[ἕκτος δὲ Μάραφις, ἕβδομος δ᾽ Ἀρταφρένης.]
κἀγὼ πάλου τ᾽ ἔκυρσα τοῦπερ ἤθελον,
780 κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ·
ἀλλ᾽ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.
Ξέρξης δ᾽ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ,
κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·
εὖ γὰρ σαφῶς τόδ᾽ ἴστ᾽, ἐμοὶ ξυνήλικες,
785 ἅπαντες ἡμεῖς, οἳ κράτη τάδ᾽ ἔσχομεν,
οὐκ ἂν φανεῖμεν πήματ᾽ ἔρξαντες τόσα.

Χορος
τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις
λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι
πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;

Δαρειος
790 εἰ μὴ στρατεύοισθ᾽ ἐς τὸν Ἑλλήνων τόπον,
μηδ᾽ εἰ στράτευμα πλεῖον ᾖ τὸ Μηδικόν.
αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.

Χορος
πῶς τοῦτ᾽ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;

Δαρειος
κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.

Χορος
795 ἀλλ᾽ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.

Δαρειος
ἀλλ᾽ οὐδ᾽ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις
στρατὸς κυρήσει νοστίμου σωτηρίας.

Χορος
πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων
περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;

Δαρειος
800 παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν
χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα
βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ᾽ οὔ.
κεἴπερ τάδ᾽ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ
λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.
805 μίμνουσι δ᾽ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς
ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί·
οὗ σφιν κακῶν ὕψιστ᾽ ἐπαμμένει παθεῖν,
ὕβρεως ἄποινα κἀθέων φρονημάτων·
οἳ γῆν μολόντες Ἑλλάδ᾽ οὐ θεῶν βρέτη
810 ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς·
βωμοὶ δ᾽ ἄιστοι, δαιμόνων θ᾽ ἱδρύματα
πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
815 κρηνὶς ἀπέσβηκ᾽, ἀλλ᾽ ἔτ᾽ ἐκπιδύεται.
τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς
πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο·
θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν
820 ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.
ὕβρις γὰρ ἐξανθοῦσ᾽ ἐκάρπωσεν στάχυν
ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.
τοιαῦθ᾽ ὁρῶντες τῶνδε τἀπιτίμια
μέμνησθ᾽ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις
825 ὑπερφρονήσας τὸν παρόντα δαίμονα
ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
πρὸς ταῦτ᾽ ἐκεῖνον, σωφρονεῖν κεχρημένον,
830 πινύσκετ᾽ εὐλόγοισι νουθετήμασιν,
λῆξαι θεοβλαβοῦνθ᾽ ὑπερκόμπῳ θράσει.
σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,
ἐλθοῦσ᾽ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
λαβοῦσ᾽ ὑπαντίαζε παιδί. πάντα γὰρ
835 κακῶν ὑπ᾽ ἄλγους λακίδες ἀμφὶ σώματι
στημορραγοῦσι ποικίλων ἐσθημάτων.
ἀλλ᾽ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·
μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
ἐγὼ δ᾽ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
840 ὑμεῖς δέ, πρέσβεις, χαίρετ᾽, ἐν κακοῖς ὅμως
ψυχῇ διδόντες ἡδονὴν καθ᾽ ἡμέραν,
ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.

Χορος
ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντ᾽ ἔτι
ἤλγησ᾽ ἀκούσας βαρβάροισι πήματα.

Ατοσσα
845 ὦ δαῖμον, ὥς με πόλλ᾽ ἐσέρχεται κακὰ
ἄλγη, μάλιστα δ᾽ ἥδε συμφορὰ δάκνει,
ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.
ἀλλ᾽ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων
850 ὑπαντιάζειν παιδί μου πειράσομαι.
οὐ γὰρ τὰ φίλτατ᾽ ἐν κακοῖς προδώσομεν.

Χορος
[στρ. α.ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο-
λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,
εὖθ᾽ ὁ γηραιὸς
855 πανταρκὴς ἀκάκας
ἄμαχος βασιλεὺς
ἰσόθεος Δαρεῖος ἆρχε χώρας.

[ἀντ. α.πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε-
φαινόμεθ᾽, ἠδὲ νομίσματα πύργινα
860 πάντ᾽ ἐπηύθυνε,
νόστοι δ᾽ ἐκ πολέμων
ἀπόνους ἀπαθεῖς
<ἀνέρας> εὖ πράσσοντας ἆγον ἐς οἴκους.

[στρ. β.ὅσσας δ᾽ εἷλε πόλεις πόρον
865 οὐ διαβὰς Ἅλυος ποταμοῖο,
οὐδ᾽ ἀφ᾽ ἑστίας συθείς,
οἷαι Στρυμονίου πελά-
γους Ἀχελωίδες εἰσὶ πάροικοι
870 Θρῃκίων ἐπαύλων,

[ἀντ. β.λίμνας τ᾽ ἔκτοθεν αἳ κατὰ
χέρσον ἐληλαμέναι πέρι πύργον
τοῦδ᾽ ἄνακτος ἄιον,
875 Ἕλλας τ᾽ ἀμφὶ πόρον πλατὺν
εὐχόμεναι, μυχία τε Προποντίς,
καὶ στόμωμα Πόντου·

[στρ. γ.νᾶσοί θ᾽ αἳ κατὰ πρῶν᾽
880 ἅλιον περίκλυστοι
τᾷδε γᾷ προσήμεναι
οἵα Λέσβος ἐλαι-
όφυτός τε Σάμος, Χίος,
ἠδὲ Πάρος, Νάξος, Μύκο-
885 νος, Τήνῳ τε συνάπτουσ᾽
Ἄνδρος ἀγχιγείτων,

[ἀντ. γ.καὶ τὰς ἀγχιάλους
ἐκράτυνε μεσάκτους,
890 Λῆμνον, Ἰκάρου θ᾽ ἕδος,
καὶ Ῥόδον ἠδὲ Κνίδον
Κυπρίας τε πόλεις, Πάφον
ἠδὲ Σόλους, Σαλαμῖνά τε,
895 τᾶς νῦν ματρόπολις τῶνδ᾽
αἰτία στεναγμῶν.

[ἐπῳδός.καὶ τὰς εὐκτεάνους κατὰ
κλῆρον Ἰαόνιον πολυάνδρους
900 Ἑλλάνων ἐκράτει σφετέραις φρεσίν.
ἀκάματον δὲ παρῆν σθένος
ἀνδρῶν τευχηστήρων
παμμίκτων τ᾽ ἐπικούρων.
νῦν δ᾽ οὐκ ἀμφιλόγως
905 θεότρεπτα τάδ᾽ αὖ
φέρομεν πολέμοισι
δμαθέντες μεγάλως
πλαγαῖσι ποντίαισιν.

Ξερξης
ἰὼ,
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
910 τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾷ· τί πάθω τλήμων;
λέλυται γὰρ ἐμοὶ γυίων ῥώμη.
τήνδ᾽ ἡλικίαν ἐσιδόντ᾽ ἀστῶν,
915 εἴθ᾽ ὄφελεν, Ζεῦ, κἀμὲ μετ᾽ ἀνδρῶν
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.

Χορος
ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς
καὶ περσονόμου τιμῆς μεγάλης,
920 κόσμου τ᾽ ἀνδρῶν,
οὓς νῦν δαίμων ἐπέκειρεν.

[προῳδός.γᾶ δ᾽ αἰάζει τὰν ἐγγαίαν
ἥβαν Ξέρξᾳ κταμέναν, Ἅιδου
σάκτορι Περσᾶν· ᾁγδαβάται γὰρ
925 πολλοὶ φῶτες, χώρας ἄνθος,
τοξοδάμαντες, πάνυ ταρφύς τις
μυριὰς ἀνδρῶν, ἐξέφθινται.
αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς.
Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
930 αἰνῶς αἰνῶς
ἐπὶ γόνυ κέκλιται.

Ξερξης
[στρ. α.ὅδ᾽ ἐγώ, οἰοῖ, αἰακτός
μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ
κακὸν ἄρ᾽ ἐγενόμαν.

Χορος
935 πρόσφθογγόν σοι νόστου τὰν
κακοφάτιδα βοάν,
κακομέλετον ἰὰν
Μαριανδυνοῦ θρηνητῆρος
πέμψω πέμψω,
940 πολύδακρυν ἰαχάν.

Ξερξης
[ἀντ. α.ἵετ᾽ αἰανῆ [καὶ] πάνδυρτον
δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ᾽ αὖ
μετάτροπος ἐπ᾽ ἐμοί.

Χορος
ἥσω τοι τὰν πάνδυρτον,
945 σὰ πάθη τε σέβων
ἁλίτυπά τε βάρη,
πόλεως γέννας πενθητῆρος·
<κλάγξω> κλάγξω
δὲ γόον ἀρίδακρυν.

Ξερξης
[στρ. β.950 Ἰάνων γὰρ ἀπηύρα,
Ἰάνων ναύφρακτος
Ἄρης ἑτεραλκὴς
νυχίαν πλάκα κερσάμενος
δυσδαίμονά τ᾽ ἀκτάν.

Χορος
955 οἰοιοῖ βόα καὶ πάντ᾽ ἐκπεύθου.—
ποῦ δὲ φίλων ἄλλος ὄχλος,
ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης,
Σούσας, Πελάγων, [καὶ] Δοτάμας, ἠδ᾽ Ἀ-
960 γδαβάτας, Ψάμμις, Σουσισκάνης τ᾽
Ἀγβάτανα λιπών;

Ξερξης
[ἀντ. β.ὀλοοὺς ἀπέλειπον
Τυρίας ἐκ ναὸς
ἔρροντας ἐπ᾽ ἀκταῖς
965 Σαλαμινιάσι, στυφελοῦ
θείνοντας ἐπ᾽ ἀκτᾶς.

Χορος
οἰοιοῖ, <βόα>· ποῦ σοι Φαρνοῦχος
Ἀριόμαρδός τ᾽ ἀγαθός,
ποῦ δὲ Σευάλκης ἄναξ,
970 ἢ Λίλαιος εὐπάτωρ,
Μέμφις, Θάρυβις, καὶ Μασίστρας,
Ἀρτεμβάρης τ᾽ ἠδ᾽ Ὑσταίχμας;
τάδε σ᾽ ἐπανερόμαν.

Ξερξης
[στρ. γ.ἰὼ ἰώ μοί μοι
975 τὰς ὠγυγίους κατιδόντες
στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,
ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ.

Χορος
ἦ καὶ τὸν Πέρσαν αὐτοῦ
τὸν σὸν πιστὸν πάντ᾽ ὀφθαλμὸν
980 μυρία μυρία πεμπαστὰν
Βατανώχου παῖδ᾽ Ἄλπιστον
* * * *
τοῦ Σησάμα τοῦ Μεγαβάτα,
Πάρθον τε μέγαν τ᾽ Οἰβάρην
ἔλιπες ἔλιπες;
985 ὢ ὢ <ὢ> δᾴων.
Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.

Ξερξης
[ἀντ. γ.<ἰὼ ἰὼ> δῆτα
ἴυγγ᾽ ἀγαθῶν ἑτάρων μοι [ὑπομιμνήσκεις]
990 <κινείς> ἄλαστα στυγνὰ πρόκακα λέγων.
βοᾷ βοᾷ <μοι> μελέων ἔντοσθεν ἦτορ.

Χορος
καὶ μὴν ἄλλους γε ποθοῦμεν,
Μάρδων ἀνδρῶν μυριοταγὸν
Ξάνθιν ἄρειόν τ᾽ Ἀγχάρην,
995 Δίαιξίν τ᾽ ἠδ᾽ Ἀρσάκην
ἱππιάνακτας,
Κηγδαδάταν καὶ Λυθίμναν
Τόλμον τ᾽ αἰχμᾶς ἀκόρεστον.
ἔταφον ἔταφον,
1000 οὐκ ἀμφὶ σκηναῖς
τροχηλάτοισιν ὄπιθεν [δ᾽] ἑπομένους.

Ξερξης
[στρ. δ.βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.

Χορος
βεβᾶσιν, οἴ, νώνυμοι.

Ξερξης
ἰὴ ἰή, ἰὼ ἰώ.

Χορος
1005 ἰὼ ἰώ, δαίμονες,
ἔθεθ᾽ ἄελπτον κακὸν
διαπρέπον, οἷον δέδορκεν Ἄτα.

Ξερξης
[ἀντ. δ.πεπλήγμεθ᾽ οἵᾳ δι᾽ αἰῶνος τύχᾳ·

Χορος
πεπλήγμεθ᾽· εὔδηλα γάρ·

Ξερξης
1010 νέᾳ νέᾳ δύᾳ δύᾳ.

Χορος
Ἰάνων ναυβατᾶν.
κύρσαντες οὐκ εὐτυχῶς
δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.

Ξερξης
[στρ. ε.πῶς δ᾽ οὔ; στρατὸν μὲν τοσοῦ-
1015 τον τάλας πέπληγμαι.

Χορος
τί δ᾽ οὐκ; ὄλωλεν μεγάλως τὰ Περσᾶν.

Ξερξης
ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;

Χορος
ὁρῶ ὁρῶ.

Ξερξης
1020 τόνδε τ᾽ ὀιστοδέγμονα—

Χορος
τί τόδε λέγεις σεσωσμένον;

Ξερξης
θησαυρὸν βελέεσσιν;

Χορος
βαιά γ᾽ ὡς ἀπὸ πολλῶν.

Ξερξης
ἐσπανίσμεθ᾽ ἀρωγῶν.

Χορος
1025 Ἰάνων λαὸς οὐ φυγαίχμας.

Ξερξης
[ἀντ. ε.ἀγανόρειος· κατεῖ-
δον δὲ πῆμ᾽ ἄελπτον.

Χορος
τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;

Ξερξης
1030 πέπλον δ᾽ ἐπέρρηξ᾽ ἐπὶ συμφορᾷ κακοῦ.

Χορος
παπαῖ παπαῖ.

Ξερξης
καὶ πλέον ἢ παπαῖ μὲν οὖν.

Χορος
δίδυμα γάρ ἐστι καὶ τριπλᾶ—

Ξερξης
λυπρά, χάρματα δ᾽ ἐχθροῖς.

Χορος
1035 καὶ σθένος γ᾽ ἐκολούσθη—

Ξερξης
γυμνός εἰμι προπομπῶν.

Χορος
φίλων ἄταισι ποντίαισιν.

Ξερξης
[στρ. ζ.δίαινε δίαινε πῆμα· πρὸς δόμους δ᾽ ἴθι.

Χορος
αἰαῖ αἰαῖ, δύα δύα.

Ξερξης
1040 βόα νυν ἀντίδουπά μοι.

Χορος
δόσιν κακὰν κακῶν κακοῖς.

Ξερξης
ἴυζε μέλος ὁμοῦ τιθείς.

Χορος
ὀτοτοτοτοῖ.
βαρεῖά γ᾽ ἅδε συμφορά.
1045 οἲ μάλα καὶ τόδ᾽ ἀλγῶ.

Ξερξης
[ἀντ. ζ.ἔρεσσ᾽ ἔρεσσε καὶ στέναζ᾽ ἐμὴν χάριν.

Χορος
διαίνομαι γοεδνὸς ὤν.

Ξερξης
βόα νυν ἀντίδουπά μοι.

Χορος
μέλειν πάρεστι, δέσποτα.

Ξερξης
1050 ἐπορθίαζέ νυν γόοις.

Χορος
ὀτοτοτοτοῖ.
μέλαινα δ᾽ ἀμμεμείξεται,
οἴ, στονόεσσα πλαγά.

Ξερξης
[στρ. η.καὶ στέρν᾽ ἄρασσε κἀπιβόα τὸ Μύσιον.

Χορος
1055 ἄνι᾽ ἄνια.

Ξερξης
καί μοι γενείου πέρθε λευκήρη τρίχα.

Χορος
ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά.

Ξερξης
ἀύτει δ᾽ ὀξύ.

Χορος
καὶ τάδ᾽ ἔρξω.

Ξερξης
[ἀντ. η.1060 πέπλον δ᾽ ἔρεικε κολπίαν ἀκμῇ χερῶν.

Χορος
ἄνι᾽ ἄνια.

Ξερξης
καὶ ψάλλ᾽ ἔθειραν καὶ κατοίκτισαι στρατόν.

Χορος
ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά.

Ξερξης
διαίνου δ᾽ ὄσσε.

Χορος
1065 τέγγομαί τοι.

Ξερξης
[ἐπῳδός.βόα νυν ἀντίδουπά μοι.

Χορος
οἰοῖ οἰοῖ.

Ξερξης
αἰακτὸς ἐς δόμους κίε.

Χορος
1070 ἰὼ ἰώ, [Περσὶς αἶα δύσβατος].

Ξερξης
ἰωὰ δὴ κατ᾽ ἄστυ.

Χορος
ἰωὰ δῆτα, ναὶ ναί.

Ξερξης
γοᾶσθ᾽ ἁβροβάται.

Χορος
ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.

Ξερξης
ἰὴ ἰὴ τρισκάλμοισιν,
1075 ἰὴ ἰή, βάρισιν ὀλόμενοι.

Χορος
πέμψω τοί σε δυσθρόοις γόοις.