Πάτερ ημών
| Πάτερ ἡμῶν (Αλεξανδρινός κώδικας) |
| 440-440 μ.Χ. (διαθέσιμο μικρογράμματα εδώ) |
Εὐαγγέλιον κατὰ Λουκᾶν
[Επεξεργασία]Πάτερ
ἁγιασθήτω τὸ ὄνομά σου
ἐλθέτω ἡ βασιλεία σου
τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾿ ἡμέραν
καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν
καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν
πατερ αγιασθητω το ονομα σου ελθε
τω η βασιλεια σου τον αρτον ημων τον επιουσιον διδου ημειν το καθ ημεραν και αφεσ ημιν τασ αμαρτιασ ημων και γαρ αυτοι αφειομεν παντι οφειλοντι ημιν και μη εισενεγκησ ημασ εισ πειρασμον
Εὐαγγέλιον κατὰ Ματθαῖον
[Επεξεργασία]Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς
ἁγιασθήτω τὸ ὄνομά σου
ἐλθέτω ἡ βασιλεία σου
γενηθήτω τὸ θέλημά σου
ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς
τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ