ΠΡΟΣΟΔΙΟΝ ΕΙΣ ΤΟΝ ΝΑΟΝ ΤΟΥ ΑΠΟΛΛΩΝΟΣ(Πινδαρος)

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση


                                     ΠΡΟΣΟΔΙΟΝ ΕΙΣ ΤΟΝ ΝΑΟΝ ΤΟΥ ΑΠΟΛΛΩΝΟΣ 
                                                     1.
                              Στροφη.  Χαιρ,'ω θεοδματα,λιπαροπλοκαμου παι-
                                       δεσσι Λατους ιμεροεστατον ερνος,
                                       ποντου θυγατερ,χθονος ευρειας ακι-
                                       νητον τερας, αν τε βροτοι
                                   8   Δαλον κικλησκοισιν,μακαρες δ'εν Ολυμπω
                                       τηλεφαντον κυανεας αστρον...
                  
                              Αντιστρ. ...ην γαρ το παροιθε φορητα κυματεσ-
                                           σιν παντοδαπων τ'ανεμων
                                       ριπαισιν.αλλ' α Κοιογενης οποτ'ωδι-
                                  10     νεσσι θυιοισ'αγχιτοκοις επεβα νιν.
                                       δη τοτε τεσσαρες ορθαι
                                       πρεμνων απωρουσαν χθονιων,
                                       αν δ'επικρανοις σχεθον πετραν αδαμαντοπεδιλοι
                                       κιονες'ενθα τεκοισ' ευδαιμον'εποψατο γενναν.
                                                     2
                               
                                       ΔΙΘΥΡΑΜΒΟΣ ΠΡΟΣ ΤΙΜΗΝ ΤΟΥ ΔΙΟΝΥΣΟΥ
                                       Ιδετ'εν χορον,Ολυμπιοι,
                                       επι τε κλυταν πεμπετε χαριν,θεοι,
                                       πολυβατον οι τε αστεος ομφαλον θυοεντα
                                       εν ταις ιεραις Αθαναις
                                   5   οιχνειτε πανδαιδαλον τ'ευκλε'αγοραν'
                                        
                                       ιοδετων λαχετε στεφανων ταν εαριδρεπτον
                                       λοιβαν 'Διοθεν τε με συν αγλαια
                                       ιδετε πορευθεντ'αοιδαν
                                       δευτερον επι κισσοδεταν θεον,
                                  10   Βρομιον ον τ' Εριβοαν τε βροτοι καλεομεν,
                                       γονον υπατων μεν πατερων μελπεμεν
                                       γυναικων τε Καδμειαν.
                                        
                                       Εναργεα τελεων σαματ'ου λανθανει,
                                  15   φοινικοεανων οποτ'οιχθεντος Ωραν θαλαμου
                                       ευοδομον επαγησιν εαρ' φυτα νεκταρεα
                                       τοτε βαλλεται,τοτ'επαμβοταν χθον'εραται
                                       ιων φοβαι ροδα τε κομαισι μειγνυται.
                                         αχειτε',ομφαι μελεων συν αυλοις,   
                                         αχειτε Σεμελαν ελικαμπυκα,χοροι.
                                         
                                                   3.
                                               ΔΙΘΥΡΑΜΒΟΣ
                                             (ΠΡΟΣ ΤΙΜΗΝ ΤΩΝ ΑΘΗΝΩΝ)
           
                                       Ω ται λιπαραι και ιοστεφανοι και αοιδιμοι,
                                       Ελλαδος ερεισμα,κλειναι Αθαναι,
                                            δαιμονιον πτολιεθρον...
                                       ... οθι παιδες Αθαναιων εβαλοντο φαενναν
                                      κρηπιδ'ελευθεριας.