ΠΑΙΑΝ (ΠΙνδαρος)

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση


                                   ΠΑΙΑΝ 
                              (ΕΠΙ ΤΗ ΕΚΛΕΙΨΕΙ ΤΟΥ ΗΛΙΟΥ)
                           Στρ. Ακτις αελιου τι,πολυσκοπε,μησεται,
                                ω ματερ ομματων,αστρον υπερτατον,
                                εν αμερα κλεπτομενον?τι δ'εθηκας αμαχανον
                                ισχυν τ'ανδρασιν και σοφιας οδον,
                          5     επισκοτον ατραπον εσσυμενα?
                                ελαυνεις τι νεωτερον η πραος?
                                αλλα σε,προς Διος,ιπποσοα θοας,
                                ικετευω,απημονα
                                εις ολβον τινα τραποιο Θηβαις,
                           10    ω ποτνια,παγοινον τερας. 
                       Αντιστρ.  ηρ ατασθαλιαισι κοτεσσαμενα βροτων
                                 παμπαν μεν ου θελεις εξελεμεν φαος
                                 αιωνος αγνον,πολεμοιο δε σαμα φερεις τινος,
                                 η καρπου φθισιν,η νιφετου σθενος
                                 υπερφατον,η στασιν ουλομεναν,
                                 η ποντου κενεωσιν αρ'αμ πεδον,
                                 η παγετον χθονος,η νοτοιον θερος
                                 υδατι ζακοτω ρεον?
                                 η γαιαν κατακλυσαισα θησεις
                            20   ανδρων νεον εξ αρχας γενος?
                                 ολοφυρομαι ουδεν,ο τι παντων μετα πεισομαι.
                                   ΕΠΙΝΙΚΙΟΣ ΕΙΣ ΟΛΥΜΠΙΟΝΙΚΗΝ 
                                   ΑΣΩΠΙΧΩ ΟΡΧΟΜΕΝΙΩ ΠΑΙΔΙ
                                      ΣΤΑΔΙΕΙ (476 π.Χ.)


                         Στρ.α.    Καφησιων υδατων λαχοισαι
                                 ται τε ναιετε καλιπωλον εδραν,
                                 ω λιπαραις αοιδιμοι βασιλειαι
                             5   Χαριτες Ερχομενου,παλαιγονων Μινυαν επισκοποι,
                                 κλυτ', επει ευχομαι'συν υμμιν τα τερπνα τε
                                 και γλυκε' ανεται παντα βροτοις.
                             10  ει σοφος,ει καλος,ει τις αγλαος ανηρ.
                                 ουδε γαρ θεοι σεμναν Χαριτων ατερ
                                 κοιρανεοντι χορους ουτε δαιτες' αλλα παντων ταμιαι
                            15   εργων εν ουρανω, χρυσοτοξον θεμεναι παρα
                                 Πυθιον Απολλωνα θρονους,
                                 αιεναον σεβοντι πατρος Ολυμπιοιο τιμαν.
                       Στρ. β.  Ω ποτνι 'Αγλαια φιλησι-
                            20  μολπε τ'Ευφροσυνα, θεων κρατιστου
                                παιδες,επακοοιτε νυν,Θαλια τε
                                ερασιμολπε Fιδοισα τονδε κωμον επ'ευμενει τυχα,
                            25  κουφα βιβωντα'Λυδω γαρ Ασωπιχον τροπω
                                εν μελεταις τ'αειδων εμολον,
                                ουνεκ' Ολυμπιονικος α Μινυεια
                                σευ Fεκατι.Μελαντειχεα νυν δομον
                           30   Φερσεφονας ιθι, Fαχοι,πατρι κλυταν φεροισι'αγγελιαν,
                                Κλεοδαμον οφρ' ιδοισ' υιον ειπης οτι Foι νεαν
                                κολποις παρ'ευδοξοις Πισας
                           35   εστεφανωσε κυδιμων αελθων πτεροισι χαιταν.