Μετάβαση στο περιεχόμενο

Ου μ' έτι, παρθενικαί μελιγάρυες

Από Βικιθήκη
Οὔ μ' ἔτι, παρθενικαὶ μελιγάρυες
Συγγραφέας:


οὔ μ' ἔτι, παρθενικαὶ μελιγάρυες ἱαρόφωνοι,
γυῖα φέρην δύναται· βάλε δὴ βάλε κηρύλος εἴην,
ὅς τ' ἐπὶ κύματος ἄνθος ἅμ' ἀλκυόνεσσι ποτήται
νηδεὲς ἦτορ ἔχων, ἁλιπόρφυρος ἱαρὸς ὄρνις.