Ου μ' έτι, παρθενικαί μελιγάρυες
Εμφάνιση
Οὔ μ' ἔτι, παρθενικαὶ μελιγάρυες Συγγραφέας: Αλκμάν |
οὔ μ' ἔτι, παρθενικαὶ μελιγάρυες ἱαρόφωνοι,
γυῖα φέρην δύναται· βάλε δὴ βάλε κηρύλος εἴην,
ὅς τ' ἐπὶ κύματος ἄνθος ἅμ' ἀλκυόνεσσι ποτήται
νηδεὲς ἦτορ ἔχων, ἁλιπόρφυρος ἱαρὸς ὄρνις.