Ορφικοί ύμνοι/Σελήνης
Εμφάνιση
Ὀρφικοὶ ὕμνοι Σελήνης, θυμίαμα ἀρώματα |
Κλῦθι, θεὰ βασίλεια, φαεσφόρε, δῖα Σελήνη,
ταυρόκερως Μήνη, νυκτιδρόμε, ἠεροφοῖτι,
ἐννυχίη, δαιδοῦχε, κόρη, εὐάστερε, Μήνη,
αὐξομένη καὶ λειπομένη, θῆλύς τε καὶ ἄρσην,
αὐγήτειρα, φίλιππε, χρόνου μῆτερ, φερέκαρπε, 5
ἠλεκτρίς, βαρύθυμε, καταυγάστειρα, λοχείη,
πανδερκής, φιλάγρυπνε, καλοῖς ἄστροισι βρύουσα,
ἡσυχίῃ χαίρουσα καὶ εὐφρόνῃ ὀλβιομοίρῳ,
λαμπετίη, χαριδῶτι, τελεσφόρε, νυκτὸς ἄγαλμα,
ἀστράρχη, τανύπεπλ’, ἑλικοδρόμε, πάνσοφε κούρη, 10
ἐλθέ, μάκαιρ’, εὔφρων, εὐάστερε, φέγγεϊ τῷ σῷ
λαμπομένη, σῴζουσα νέους ἱκέτας σέο, κούρη.