Ορφικοί ύμνοι/Σαβαζίου
Εμφάνιση
Ὀρφικοὶ ὕμνοι Σαβαζίου, θυμίαμα ἀρώματα |
Κλῦθι, πάτερ, Κρόνου υἱέ, Σαβάζιε, κύδιμε δαῖμον,
ὃς Βάκχον Διόνυσον, ἐρίβρομον, εἰραφιώτην,
μηρῷ ἐγκατέραψας, ὅπως τετελεσμένος ἔλθοι
Τμῶλον ἐς ἠγάθεον παρὰ θ’ Ἵππαν καλλιπάρῃον.
ἀλλά, μάκαρ, Φρυγίης μεδέων, βασιλεύτατε πάντων, 5
εὐμενέων ἐπαρωγὸς ἐπέλθοις μυστιπόλοισιν.