Ορφικοί ύμνοι/Πρωτογόνου
Εμφάνιση
Ὀρφικοὶ ὕμνοι Πρωτογόνου, θυμίαμα σμύρναν |
Πρωτόγονον καλέω διφυῆ, μέγαν, αἰθερόπλαγκτον,
ᾠογενῆ, χρυσέῃσιν ἀγαλλόμενον πτερύγεσσι,
ταυροβόαν, γένεσιν μακάρων θνητῶν τ’ ἀνθρώπων,
σπέρμα πολύμνηστον, πολυόργιον, Ἠρικεπαῖον,
ἄρρητον, κρύφιον, ῥοιζήτορα, παμφαὲς ἔρνος, 5
ὄσσων ὃς σκοτόεσσαν ἀπημαύρωσας ὁμίχλην
πάντῃ δινηθεὶς πτερύγων ῥιπαῖς κατὰ κόσμον
λαμπρὸν ἄγων φάος ἁγνόν, ἀφ’ οὗ σε Φάνητα κικλήσκω
ἠδὲ Πρίηπον ἄνακτα καὶ Ἀνταύγην ἑλίκωπον.
ἀλλά, μάκαρ, πολύμητι, πολύσπορε, βαῖνε γεγηθὼς 10
ἐς τελετὴν ἁγίην πολυποίκιλον ὀργιοφάνταις.