Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Προθυραίας

Από Βικιθήκη
Ὀρφικοὶ ὕμνοι
Προθυραίας, θυμίαμα στύρακα


Κλῦθί μοι, ὦ πολύσεμνε θεά, πολυώνυμε δαῖμον,
ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοψι,
θηλειῶν σώτειρα, μόνη φιλόπαις, ἀγανόφρον,
ὠκυλόχεια, παροῦσα νέαις θνητῶν, Προθυραία,
κλειδοῦχ’, εὐάντητε, φιλοτρόφε, πᾶσι προσηνές, 5
ἣ κατέχεις οἴκους πάντων θαλίαις τε γέγηθας,
λυσίζων’, ἀφανής, ἔργοισι δὲ φαίνῃ ἅπασι,
συμπάσχεις ὠδῖσι καὶ εὐτοκίῃσι γέγηθας,
Εἰλείθυια, λύουσα πόνους δειναῖς ἐν ἀνάγκαις∙
μούνην γὰρ σὲ καλοῦσι λεχοί, ψυχῆς ἀνάπαυμα∙ 10
ἐν γὰρ σοὶ τοκετῶν λαθικηδέες εἰσιν ἀνῖαι.
Ἄρτεμις Εἰλείθυια, καὶ ἡ σεμνὴ Προθυραία.
κλῦθι μάκαιρα, δίδου δὲ γονὰς ἐπαρωγὸς ἐοῦσα
καὶ σῶζ’, ὥσπερ ἔφυς αἰεὶ σώτειρα προπάντων.