Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Νυμφών

Από Βικιθήκη
Ὀρφικοὶ ὕμνοι
Νυμφῶν, θυμίαμα ἀρώματα


Νύμφαι, θυγατέρες μεγαλήτορος Ὠκεανοῖο,
ὑγροπόροις γαίης ὑπὸ κεύθεσιν οἰκί’ ἔχουσαι,
κρυψίδρομοι, Βάκχοιο τροφοί, χθόνιαι, πολυγηθεῖς,
καρποτρόφοι, λειμωνιάδες, σκολιοδρόμοι, ἁγναί,
ἀντροχαρεῖς, σπήλυγξι κεχαρμέναι, ἠερόφοιτοι, 5
πηγαῖαι, δρομάδες, δροσοείμονες, ἴχνεσι κοῦφαι,

φαινόμεναι, ἀφανεῖς, αὐλωνιάδες, πολυανθεῖς,
σὺν Πανὶ σκιρτῶσαι ἀν’ οὔρεα, εὐάστειραι,
πετρόρυτοι, λιγυραί, βομβήτριαι, οὐρεσίφοιτοι,
ἀγρότεραι κοῦραι, κρουνίτιδες ὑλονόμοι τε, 10
παρθένοι εὐώδεις, λευχείμονες, εὔπνοοι αὔραις, (10)
αἰπολικαί, νόμιαι, θηρσὶν φίλαι, ἀγλαόκαρποι,
κρυμοχαρεῖς, ἁπαλαί, πολυθρέμμονες αὐξίτροφοί τε,
κοῦραι ἁμαδρυάδες, φιλοπαίγμονες, ὑγροκέλευθοι,
Νύσαῖαι, μανικαί, παιωνίδες, εἰαροτερπεῖς, 15
σὺν Βάκχῳ Δηοῖ τε χάριν θνητοῖσι φέρουσαι· (15)
ἔλθετ’ ἐπ’ εὐφήμοις ἱεροῖς κεχαρηότι θυμῷ
νᾶμα χέουσ’ ὑγεινὸν ἀεξιτρόφοισιν ἐν ὥραις.