Ορφικοί ύμνοι/Νυκτός
Εμφάνιση
Ὀρφικοὶ ὕμνοι Νυκτός, θυμίαμα δαλούς |
Νύκτα θεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν.
Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν.
κλῦθι, μάκαιρα θεά, κυαναυγής, ἀστεροφεγγές,
ἡσυχίῃ χαίρουσα καὶ ἠρεμίῃ πολυύπνῳ,
εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων, 5
ληθομέριμν’, ἀγαθή τε πόνων ἀνάπαυσιν ἔχουσα,
ὑπνοδότειρα, φίλη πάντων, ἐλάσιππε, νυχαυγές,
ἡμιτελές, χθονία ἠδ’ οὐρανία πάλιν αὐτή,
ἐγκυκλίη, παίκτειρα διώγμασιν ἠεροφοίτοις,
ἣ φάος ἐκπέμπεις ὑπὸ νέρτερα καὶ πάλι φεύγεις 10
εἰς Ἀίδην∙ δεινὴ γὰρ ἀνάγκη πάντα κρατύνει.
νῦν δέ, μάκαιρ’ ὦ Νύξ, πολυόλβιε, πᾶσι ποθεινή,
εὐάντητε, κλύουσα ἱκετηρίδα φωνὴν
ἔλθοις εὐμενέουσα, φόβους δ’ ἀπόπεμπε νυχαυγεῖς.