Ορφικοί ύμνοι/Νεφών
Εμφάνιση
Ὀρφικοὶ ὕμνοι Νεφῶν, θυμίαμα σμύρναν |
Ἠέριαι νεφέλαι, καρποτρόφοι, οὐρανόπλαγκτοι,
ὁμβροτόκοι, πνοιῇσιν ἐλαυνόμεναι κατὰ κόσμον,
βρονταῖαι, πυρόεσσαι, ἐρίβρομοι, ὑγροκέλευθοι,
ἠέρος ἐν κόλπῳ πάταγον φρικώδε’ ἔχουσαι,
πνεύμασιν ἀντίσπαστοι ἐπιδρομάδην παταγεῦσαι, 5
ὑμᾶς νῦν λίτομαι, δροσοείμονες, εὔπνοοι αὔραις,
πέμπειν καρποτρόφους ὄμβρους ἐπὶ μητέρα γαῖαν.