Ορφικοί ύμνοι/Νεμέσεως
Εμφάνιση
Ὀρφικοὶ ὕμνοι Νεμέσεως ὕμνος |
Ὦ Νέμεσι, κλῄζω σε, θεά, βασίλεια μεγίστη,
πανδερκής, ἐσορῶσα βίον θνητῶν πολυφύλων·
ἀιδίη, πολύσεμνε, μόνη χαίρουσα δικαίοις,
ἀλλ’ ἔχθουσα λόγον πολυποίκιλον, ἄστατον αἰεί,
ἣν πάντες δεδίασι βροτοὶ ζυγὸν αὐχένι θέντες· 5
σοὶ γὰρ ἀεὶ γνώμη πάντων μέλει, οὐδέ σε λήθει
ψυχὴ ὑπερφρονέουσα λόγων ἀδιακρίτῳ ὁρμῇ.
πάντ’ ἐσορᾷς καὶ πάντ’ ἐπακούεις, καὶ πάντα βραβεύεις·
ἐν σοὶ δ’ εἰσὶ δίκαι θνητῶν, πανυπέρτατε δαῖμον.
ἐλθέ, μάκαιρ’, ἁγνή, μύσταις ἐπιτάρροθος αἰεί· 10
δὸς δ’ ἀγαθὴν διάνοιαν ἔχειν, παύουσα πανεχθεῖς
γνώμας οὐχ ὁσίας, πανυπέρφρονας, ἀλλοπροσάλλας.