Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Μοιρών

Από Βικιθήκη
Ὀρφικοὶ ὕμνοι
Μοιρῶν, θυμίαμα ἀρώματα


Μοῖραι ἀπειρέσιοι, Νυκτὸς φίλα τέκνα μελαίνης,
κλῦτέ μευ εὐχομένου, πολυώνυμοι, αἵτ’ ἐπὶ λίμνης
ὀρφναίης, ἵνα λυγρὸν ὕδωρ νυχίης ὑπὸ θέρμης
ῥήγνυται ἐν σκιερῷ λιπαρῷ μυχῷ εὐλίθου ἄντρου,
ναίουσαι πεπότησθε βροτῶν ἐπ’ ἀπείρονα γαῖαν· 5
ἔνθεν ἐπὶ βρότεον δόκιμον γένος ἐλπίδι κοῦφῃ
στείχετε πορφυρέῃσι καλυψάμεναι ὀθόνῃσι
μορσίμῳ ἐν πεδίῳ, ὅθι πάγγεον ἅρμα διώκει
δόξα δίκης παρὰ τέρμα καὶ ἐλπίδος ἠδὲ μεριμνῶν
καὶ νόμου ὠγυγίου καὶ ἀπείρονος εὐνόμου ἀρχῆς· 10
Μοῖρα γὰρ ἐν βιότῳ καθορᾷ μόνη, οὐδέ τις ἄλλος
ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
καὶ Διὸς ὄμμα τέλειον· ἐπεί γ’ ὅσα γίγνεται ἡμῖν,

Μοῖρά τε καὶ Διὸς οἶδε νόος διὰ παντὸς ἅπαντα.
ἀλλά μοι ἠέριαι μαλακόφρονες, ἠπιόθυμοι, 15
Ἄτροπε καὶ Λάχεσι, Κλωθώ, μόλετ’, εὐπατέρειαι,
νυκτέριαι, ἀφανεῖς, ἀμετάτροποι, αἰὲν ἀτειρεῖς,
παντοδότειραι, ἀφαιρέτιδες θνητοῖσιν ἀνάγκης·
Μοῖραι, ἀκούσατ’ ἐμῶν ὁσίων λοιβῶν τε καὶ εὐχῶν,
ἐρχόμεναι μύσταις λαθικηδέες εὔφρονι βουλῇ. 20