Ορφικοί ύμνοι/Λητούς

Από Βικιθήκη
Ὀρφικοὶ ὕμνοι
Λητοῦς, θυμίαμα σμύρναν


Λητὼ κυανόπεπλε, θεὰ διδυματόκε, σεμνή,
Κοιαντίς, μεγάθυμε, πολυλλίστη βασίλεια,
εὔτεκνον Ζηνὸς γονίμην ὠδῖνα λαχοῦσα,
γειναμένη Φοῖβόν τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ· 5
κλῦθι, θεὰ δέσποινα, καὶ ἵλαον ἦτορ ἔχουσα
βαῖν’ ἐπὶ πάνθειον τελετὴν, τέλος ἡδὺ φέρουσα.