Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Κουρήτων

Από Βικιθήκη
Ὀρφικοὶ ὕμνοι
Κουρήτων, θυμίαμα λίβανον


Χαλκόκροτοι Κουρῆτες, Ἀρήια τεύχε’ ἔχοντες,
οὐράνιοι χθόνιοί τε καὶ εἰνάλιοι, πολύολβοι,
ζωιογόνοι πνοιαί, κόσμου σωτῆρες ἀγαυοί,
οἵτε Σαμοθρῄκην, ἱερὴν χθόνα, ναιετάοντες
κινδύνους θνητῶν ἀπερύκετε ποντοπλανήτων· 5

ὑμεῖς καὶ τελετὴν πρῶτοι μερόπεσσιν ἔθεσθε,
ἀθάνατοι Κουρῆτες, Ἀρήια τεύχε’ ἔχοντες·
νωμᾶτ’ Ὠκεανόν, νωμᾶθ’ ἅλα δένδρεά θ' αὕτως·
ἐρχόμενοι γαῖαν κοναβίζετε ποσσὶν ἐλαφροῖς,
μαρμαίροντες ὅπλοις· πτήσσουσι δὲ θῆρες ἅπαντες 10
ὁρμώντων, θόρυβος δὲ βοή τ’ εἰς οὐρανὸν ἵκει,
εἱλιγμοῖς τε ποδῶν κονίη νεφέλας ἀφικάνει
ἐρχομένων· τότε δή ῥα καὶ ἄνθεα πάντα τέθηλε.
δαίμονες ἀθάνατοι, τροφέες καὶ αὖτ’ ὀλετῆρες,
ἡνίκ’ ἂν ὁρμαίνητε χολούμενοι ἀνθρώποισιν 15
ὀλλύντες βίοτον καὶ κτήματα ἠδὲ καὶ αὐτοὺς
πιμπλάντες’ στοναχεῖ δὲ μέγας πόντος βαθυδίνης,
δένδρη δ’ ὑψικάρην’ ἐκ ῥιζῶν ἐς χθόνα πίπτει,
ἠχὼ δ' οὐρανίη κελαδεῖ ῥοιζήμασι φύλλων.
Κουρῆτες Κορύβαντες, ἀνάκτορες εὐδύνατοί τε 20
ἐν Σαμοθρῃκῃ ἄνακτες, ὁμοῦ Ζηνὸς κόροι αὐτοί,
πνοιαὶ ἀέναοι, ψυχοτρόφοι, ἀεροειδεῖς,
οἵτε καὶ οὐράνιοι δίδυμοι κλήιζεσθ’ ἐν Ὀλύμπῳ,
εὔπνοοι, εὔδιοι, σωτήριοι ἠδὲ προσηνεῖς·
ὡροτρόφοι, φερέκαρποι ἐπιπνείοιτε ἄνακτες. 25