Ορφικοί ύμνοι/Θανάτου
Εμφάνιση
Ὀρφικοὶ ὕμνοι Θανάτου, θυμίαμα μάνναν |
Κλῦθί μευ, ὃς πάντων θνητῶν οἴηκα κρατύνεις
πᾶσι διδοὺς χρόνον ἁγνόν, ὅσων πόρρωθεν ὑπάρχεις·
σὸς γὰρ ὕπνος ψυχῆν θραύει καὶ σώματος ὁλκόν,
ἡνίκ’ ἂν ἐκλύῃς φύσεως κεκρατημένα δεσμὰ
τὸν μακρὸν ζῴοισι φέρων αἰώνιον ὕπνον, 5
κοινὸς μὲν πάντων, ἄδικος δ’ ἐνίοισιν ὑπάρχων,
ἐν ταχυτῆτι βίου παύων νεοήλικας ἀκμάς·
ἐν σοὶ γὰρ μούνῳ πάντων τὸ κριθὲν τελεοῦται·
οὔτε γὰρ εὐχῇσιν πείθῃ μόνος οὔτε λιτῇσιν.
ἀλλά, μάκαρ, μακροῖσι χρόνοις ζωῆς σε πελάζειν 10
αἰτοῦμαι, θυσίαισι καὶ εὐχωλαῖς λιτανεύων,
ὡς ἂν ἔῃ γέρας ἐσθλὸν ἐν ἀνθρώποισι τὸ γῆρας.