Ορφικοί ύμνοι/Ευμενίδων

Από Βικιθήκη
Ὀρφικοὶ ὕμνοι
Εὐμενίδων, θυμίαμα ἀρώματα


Κλῦτέ μευ, Εὐμενίδες μεγαλώνυμοι, εὔφρονι βουλῇ,
ἁγναὶ θυγατέρες μεγάλοιο Διὸς χθονίοιο
Φερσεφόνης τ’, ἐρατῆς κούρης καλλιπλοκάμοιο,
αἳ πάντων καθορᾶτε βίον θνητῶν ἀσεβούντων,
τῶν ἀδίκων τιμωροί, ἐφεστηκυῖαι ἀνάγκῃ, 5
κυανόχρωτες ἄνασσαι, ἀπαστράπτουσαι ἀπ’ ὄσσων
δεινὴν ἀνταυγῆ φάεος σαρκοφθόρον αἴγλην·
ἀίδιοι, φοβερῶπες, ἀπόστροφοι, αὐτοκράτειραι,
λυσιμελεῖς οἴστρῳ, βλοσυραί, νύχιαι, πολύποτμοι,
νυκτέριαι κοῦραι, ὀφιοπλόκαμοι, φοβερῶπες· 10
ὑμᾶς κικλήσκω γνώμαις ὁσίῃσι πελάζειν.