Ορφικοί ύμνοι/Εις Εκάτην

Από Βικιθήκη
Ὀρφικοὶ ὕμνοι
Εἰς Ἑκάτην


Εἰνοδίαν Ἑκάτην κλῄζω, τριοδῖτιν, ἐρεμνήν,
οὐρανίην χθονίην τε καὶ εἰναλίην, κροκόπεπλον,
τυμβιδίην, ψυχαῖς νεκύων μέτα βακχεύουσαν,
Περσείαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισι,
νυκτερίαν, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν, 5
θηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν,

ταυροπόλον, παντὸς κόσμου κλῃδοῦχον ἄνασσαν,
ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν,
λισσόμενος κούρην τελεταῖς ὁσίαισι παρεῖναι
βουκόλῳ εὐμενέουσαν ἀεὶ κεχαρηότι θυμῷ. 10