Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Ύμνος Φερσεφόνης

Από Βικιθήκη
Ὀρφικοὶ ὕμνοι
Ὓμνος Φερσεφόνης


Φερσεφόνη, θυγάτερ μεγάλου Διός, ἐλθέ, μάκαιρα,
μουνογένεια θεά, κεχαρισμένα δ’ ἱερὰ δέξαι,

Πλούτωνος πολύτιμε δάμαρ, κεδνή, βιοδῶτι,
ἣ κατέχεις Ἀίδαο πύλας ὑπὸ κεύθεα γαίης,
Πραξιδίκη, ἐρατοπλόκαμε, Δηοῦς θάλος ἁγνόν, 5
Εὐμενίδων γενέτειρα, καταχθονίων βασίλεια,
ἣν Ζεὺς ἀρρήτοισι γοναῖς τεκνώσατο κούρην,
μῆτερ ἐριβρεμέτου πολυμόρφου Εὐβουλῆος,
Ὡρῶν συμπαίκτειρα, φαεσφόρος, ἀγλαόμορφε·
σεμνή, παντοκράτειρα, κόρη καρποῖσι βρύουσα, 10
εὐφεγγής, κερόεσσα, μόνη θνητοῖσι ποθεινή,
ἐαρινή, λειμωνιάσιν χαίρουσα πνοῇσιν,
ἱερὸν ἐκφαίνουσα δέμας βλαστοῖς χλοοκάρποις,
ἁρπαγιμαῖα λέχη μετοπωρινὰ νυμφευθεῖσα·
ζωὴ καὶ θάνατος μούνη θνητοῖς πολυμόχθοις, 15
Φερσεφόνη· φέρβεις γὰρ ἀεὶ καὶ πάντα φονεύεις.
κλῦθι, μάκαιρα θεά, καρποὺς δ’ ἀνάπεμπ’ ἀπὸ γαίης
εἰρήνῃ θάλλουσα καὶ ἠπιοχείρ’ ὑγιείῃ
καὶ βίῳ εὐόλβῳ λιπαρὸν γῆρας κατάγοντι
πρὸς σὸν χῶρον, ἄνασσα, καὶ εὐδύνατον Πλούτωνα.