Ορφικοί ύμνοι/Ύμνος Κουρήτων

Από Βικιθήκη
Ὀρφικοὶ ὕμνοι
Ὕμνος Κουρήτων


Σκιρτηταὶ Κουρῆτες, ἐνόπλια βήματα θέντες,
ποσσίκροτοι, ῥομβηταί, ὀρέστεροι, εὐαστῆρες,
κρουσιλύραι, παράρυθμοι, ἐπεμβάται ἴχνεσι κούφοις,
ὁπλοφόροι, φύλακες, κοσμήτορες, ἀγλαόφημοι,
μητρὸς ὀρειμανέος συνοπάονες, ὀργιοφάνται· 5
ἔλθοιτ’ εὐμενέοντες ἐπ’ εὐφήμοισι λόγοισι,
βουκόλῳ εὐάντητοι ἀεὶ κεχαρηότι θυμῷ.