Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Ήρας

Από Βικιθήκη
Ὀρφικοὶ ὕμνοι
Ἥρας, θυμίαμα ἀρώματα


Κυανέοις κόλποισιν ἐνημένη, ἠερόμορφε,
Ἥρη παμβασίλεια, Διὸς σύλλεκτρε μάκαιρα,
ψυχοτρόφους αὔρας θνητοῖς παρέχουσα προσηνεῖς,
ὄμβρων μὲν μήτηρ, ἀνέμων τροφέ, παντογένεθλε·
χωρὶς γὰρ σέθεν οὐδὲν ὅλως ζωῆς φύσιν ἔγνω· 5
κοινωνεῖς γὰρ ἅπασι κεκραμένη ἠέρι σεμνῷ·
πάντων γὰρ κρατέεις μούνη πάντεσσί τ’ ἀνάσσεις
ἠερίοις ῥοίζοισι τινασσομένη κατὰ χεῦμα.
ἀλλά, μάκαιρα θεά, πολυώνυμε, παμβασίλεια,
ἔλθοις εὐμενέουσα καλῷ γήθοντι προσώπῳ. 10