Μετάβαση στο περιεχόμενο

Ορφέως Αργοναυτικά

Από Βικιθήκη
Ὀρφέως Ἀργοναυτικά
Συγγραφέας:
Προέλευση κειμένου: Eugen Abel επιμ. (1885). Orphica. Lipsiae, Pragae: Sumptibus Fecit G. Freytag


Ὦναξ Πυθῶνος µεδέων, ἑκατηβόλε, μάντι,
ὃς λάχες ἠλιβάτου κορυφὴν Παρνησίδα πέτρης,
σὴν ἀρετὴν ὑμνῶ· σὺ δέ µοι κλέος ἐσθλὸν ὀπάσσαις·
πέμπε δ’ ἐπὶ πραπείδεσσιν ἐμαῖς ἐτυμηγόρον αὐδήν,
ὄφρα πολυσπερέεσσι βροτοῖς λιγύφωνον ἀοιδὴν 5
ἠπύσω Μούσης ἐφετμαῖς καὶ πηκτίδι πυκνῇ.
Νῦν γάρ σοι, λυροεργέ, φίλον µέλος ἀείδοντι
θυμὸς ἐποτρύνει λέξαι, τάπερ οὕποτε πρόσθεν
ἔφρασ’, ὅτ’ ἐν Βάκχοιο καὶ Ἀπόλλωνος ἄνακτος
κέντρῳ ἑλαυνόμενος φρικώδεα κῆλα πίφαυσκον 10
θνητοῖς ἀνθρώποισιν, ἀκήρατα δ’ ὄργια μύσταις·
ἀρχαίου μὲν πρῶτα χάους ἀμέγαρτον Ἀνάγκην,
καὶ Χρόνον, ὡς ἐλόχευσεν ἀπειρεσίοις ὑπὸ κόλποις
Αἰθέρα καὶ διφυῆ πυριωτέα κυδρὸν Ἔρωτα,
Νυκτὸς ἀειγνήτης πατέρα κλυτόν, ὂν ῥα Φάνητα 15
ὁπλότεροι καλέουσι βροτοί· πρῶτος γὰρ ἐφάνθη.

Βριμοῦς τ’ εὐδυνάτοιο γονάς, ἠδ’ ἔργ’ ἀίδηλα
Γηγενέων, οἳ λυγρὸν ἀπ’ Οὐρανοῦ ἐκμάξαντο
σπέρμα γονῆς, τό τε πρόσθεν ὄθεν γένος ἐξεγένοντο
θνητῶν, οἳ κατὰ γαῖαν ἀπείριτον αἰὲν ἔασι· 20
θητείην Παιᾶνος, ὀρεσσιδρόμου τε λατρείην
μητρός, ἅ τ’ ἐν Κυβέλοις ὄρεσιν μητίσατο κούρην
Φερσεφόνην περὶ πατρὸς ἀμαιμακέτου Κρονίωνος·
ῥαιομένου τε και Ζαγρῆος περίφημον ἄμυξιν·
ὄργιά τ’ Ἰδαίων, Κορυβάντων τ’ ἄπλετον ἰσχύν· 25
Δήμητρός τε πλάνην, καὶ Φερσεφόνης μέγα πένθος·
θεσμοφόρος θ’ ὡς ἦν· ἠδ’ ἀγλαά δῶρα Καβείρων·
χρησμούς τ’ ἀρρήτους Νυκτὸς περὶ Βάκχου ἄνακτος·
Λῆμνόν τε ζαθέην ἠδ’ εἰναλίην Σαμοθρῄκην,
αἰπεινήν τε Κύπρον καί Ἀδωναίην Ἀφροδίτην. 30
ὄργια Πραξιδίκης, καί ὀρεινῆς μητρὸς ἄθυρμα·
θρήνους τ’ Αἰγυπτίων καὶ τ’ Ὀσίριδος ἱερὰ χύτλα.
ἀμφὶ δὲ μαντείης ἐδάης πολυπείρονας οἴμους
θηρῶν τ’ οἰωνῶν τε, καὶ ἥ σπλάγχνων θέσις ἐστίν·
ἠδ’ ὅσα θεσπίζουσιν ὀνειροπόλοισιν ἀταρποῖς 35
ψυχαί ἐφημερίων ὕπνῳ βεβολημέναι ἦτορ·
σημείων τεράτων τε λύσεις ἄστρων τε πορείας·
ἁγνοπόλον τε καθαρμόν, ἐπιχθονίοις μέγ’ ὄνειαρ·
ἱλασμούς τε θεῶν, φθιμένων τ’ ἐπινήχυτα δῶρα.
ἄλλα δέ σοι κατέλεξ’, ἄπερ εἴσιδον ἠδ’ ἐνόησα, 40
Ταίναρον ἠνίκ’ ἔβην σκοτίην ὁδὸν Ἄϊδος εἴσω
ἡμετέρῃ πίσυνος κιθάρῃ, δι’ ἔρωτ’ ἀλόχοιο·

ἠδ’ ὅτ’ ἓν Αἰγύπτῳ ἱερὸν λύγον ἐξελόχευσα
Μέμφιν ἐς ἠγαθέην πελάσας ἱεράς τε πόληας
Ἄπιδος, ἃς πέρι Νεῖλος ἀγάρροος ἐστεφάνωται· 45
πάντα μάλ’ ἀτρεκέως ἄπ’ ἐμῶν στέρνων δεδάηκας.
Νῦν δ’, ἐπεὶ ἠερόφοιτος ἀπέπτατο δήϊος οἶστρος
ἡμέτερον δέµας ἐκπρολιπῶν εἰς οὐρανὸν εὑρύν,
πεύσῃ ἀφ’ ἡμετέρης ἐνοπῆς, ὅσσα πρὶν ἔκευθον·
ὥς ποτε Πιερίην Λειβήθρων τ’ ἄκρα κάρηνα 50
ἡρώων τε καὶ ἡμιθέων πρόµος εἰσεπέρησε
λισσόμενός μ’ ἐπίκουρον ἐοῦ νόστοιο γενέσθαι
ποντοπόρῳ σὺν νηὶ πρὸς ἄξενα φῦλ’ ἀνθρώπων
ἔθνος ἐς ἀφνειὸν καὶ ἀτάσθαλον, ᾧ ἔνι κραῖνεν
Αἰήτης, υἱὸς φαεσιμβρότου Ἠελίοιο. 55
Θέσφατα γὰρ Πελίης δειδίσσετο, μή οἱ ὄπισθε
χειρὸς ὕπ’ Αἰσονίδης καθέλῃ βασιλήιον ἀρχήν.
καί οἱ ὑπὸ πραπίδεσσι δόλου τρίβον ἠπερόπευε·
τάσσε γὰρ ἐκ Κόλχων κῶας χρύσειον ἐνεῖκαι
Θεσσαλίην εὔπωλον. ὃ ὡς κλύεν ἔκνομον αὐδήν, 60
χεῖρας ἑπαντείνας ἐπεκέκλετο πότνιαν Ἥρην·
τήνδε γὰρ ἐκ μακάρων περιώσια κυδαίνεσκεν.
ἣ δ’ ἄφαρ εὐχωλῇσιν ἐφέσπετο κηδομένη περ·
ἔξοχα γὰρ µερόπων ἠγάζετο καὶ φιλέεσκε
δεινοβίην ἥρωα περικλυτὸν Αἴσονος υἷα· 65
καί ῥα καλεσσαμένη ἐπετέλλετο Τριτογενείῃ,
ἥ οἱ φηγινέην πρῶτον τεκτήνατο νῆα,
ἥ καὶ ὑπ’ εἰλατίνοις ἐρετμοῖς ἁλιμυρέα βένθη
πρώτη ὑπεξεπέρησε, τρίβον δ’ ἤνυσε θαλάσσης.
Ἀλλ’ ὅτε δὴ συνάγειρεν ἀγαλειτοὺς βασιλῆας, 70
Θρῄκην εἰς εὔπωλον ἐπείγετο δῖος Ἰήσων,
καὶ μ’ ἐκίχανε χέλυν πολυδαίδαλον ἐντύνοντα,
ὄφρα κέ σοι μέλπων προχέω μελίγηρυν ἀοιδήν,

κηλήσω δέ τε θῆρας ἰδ’ ἑρπετὰ καὶ πετεηνά.
ἡνίκα δ’ εἰς ἄντρον πολυήρατον εἰσεπέρησε, 75
μείλιχον ἐκ λασίων στέρνων ἀνενείχατο φωνήν·
Ὀρφεῦ, Καλλιόπης τε καὶ Οἰάγρου φίλε κοῦρε,
Βιστονίῃ Κικόνεσσι πολυρρήνοισιν ἀνάσσων,
χαῖρ’, ἐπεὶ Αἱμονίας ὀχεὰς πρώτιστον ἱκάνω,
Στρυμονίας τε ῥοᾶς Ῥοδόπης τ’ αἰπεινὰ πρὸς ἄγκη. 80
εἰμὶ δ’ ἐγὼ Μινύῃσι πανέξοχον αἷμα λελογχώς,
Θεσσαλὸς Αἰσονίδης· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
ἀλλὰ φίλος, πρόφρων μ’ ὑποδέχνυσο καὶ κλύε μῦθον
μειλιχίαις ἀκοαῖς, καὶ λισσομένῳ ὑπάκουσον,
Ἀξείνου πόντοιο μυχοὺς καὶ Φᾶσιν ἐραννὸν 85
νηὶ σὺν Ἀργῴῃ πλεῦσαι, δεῖξαί τε θαλάσσης
Παρθενίης ἀτραποὺς ἐπιήρανον ἡρώεσσιν,
οἵ ῥα τεὴν µίμνουσι χέλυν καὶ θέσφατον ὀμφὴν
ἐλδόμενοι ξυνῶν πελάγει ἑπαρηγόνα μόχθων.
οὐ γὰρ δὴ πλεῦσαι πρὸς βάρβαρα φῦλα µέδονται 90
νόσφι σέθεν· καὶ γάρ ῥα ποτὶ ζόφον ἠερόεντα,
νείατον ἐς κευθμῶνα, λιτῆς ἐς πυθμένα γαίης,
μοῦνον ἀπ’ ἀνθρώπων πελάσαι καὶ νόστον ἀνευρεῖν

****************************************************************************************************************************************************************************************************************************************************

ὧν ἕνεκα ξυνήν τε δίην Μινύῃσιν ἀρέσθαι (95)
καὶ κλέος, ἀνθρώποισιν ἐπ’ ἑσσομένοισι πυθέσθαι. 95
Τὸν μὲν ἐγὼ μύθοισιν ἀμειβόμενος προσέειπον·
Αἰσονίδη, τί µε ταῦτα παραιφάμενος ἐρεείνεις,
ὄφρα κεν ἐς Κόλχους Μινύαις ἐπιήρανος ἔλθω
νηὶ σὺν εὐσέλμῳ πλεύσας ἐπεὶ οἴνοπα πόντον; (100)
ἤδη γάρ μοι ἅλις καµάτων, ἅλις ἔπλετο μόχθων, 100
ὧν ἱκόμην ἐπὶ γαῖαν ἀπείριτον ἠδὲ πόληας
Αἰγύπτῳ Λιβύῃ τε βροτοῖς ἀνὰ θέσφατα φαίνων.

καί ῥά μ’ ἀλητείης τε καὶ ἐξ οἴστρου ἐσάωσε
μήτηρ ἡμετέρη, καί ῥ’ ἐς δόμον ἤγαγεν ἀγνόν, (105)
ὄφρα τέλος θανάτοιο κίχω μετὰ γήραϊ λυγρῷ. 105
ἀλλ’ οὐκ ἔσθ’ ὑπαλύξαι, ἃ δὴ πεπρωμένα κεῖται.
Μοιρῶν ἐννεσίῃσιν ἐπείγομαι· οὐ γὰρ ἄτιμοι
ἱκεσίου Ζηνὸς κοῦραι Λιταί. ἵξομαι ἤδη
ὁπλοτέροις βασιλεῦσι καὶ ἡμιθέοις ἐνάριθμος. (110)
Καὶ τότε δὴ λίπον ἄντρον ἐπήρατον ἠδ’ ἐπέρησα 110
αὐτῇ σὺν φόρμιγγι καὶ ἐς Μινύας ἀφίκανον
λαιψηροῖσι πόδεσσιν ὑπὲρ Παγασηίδας ἀκτάς.
Ἔνθα δ’ ἀριστήων Μινυῶν λόχος ἠγερέθοντο·
στεῖνον δὴ ψαμάθους ὁμάδῳ ῥηγμῖνα τ’ Ἀναύρου. (115)
ἀλλ’ ὅτε δή μ’ ἐνόησαν ἀταρπιτὸν ἐξανύοντα, 115
ἀσπασίως ἤγερθεν· ἐγήθεε δ’ ἦτορ ἑκάστῳ.
αὐτὰρ ἐμυθεόμην ἐρεείνων ἄνδρας ἀρίστους.
Πρῶτα δὲ εἶδα βίην Ἡρακλῆος θείοιο,
ὃν τέκεν Ἀλκμήνη Ζηνὶ Κρονίωνι μιγεῖσα, (120)
ἦμος ὅτε τρισσὴν μὲν ἐλείπετο Σείριος αἴγλην 120
ἠέλιος, δολιχὴ δ’ ἐπεμαίετο πάντοθεν ὄρφνη.
Τῖφύν τ’ Ἀγνιάδην, δολιχῆς ἰθύντορα νηός·
Θεσπιέων δ’ ὅγε δῆμον ἐφ’ ὕδασι Περμισσοῖο,
ἄγχουρου λαοῖς Σιφάεσι ῥεῖθρον ἄμειβεν· (125)
ὃς περὶ μὲν βύκτῃσι καὶ ἀργήεσσιν ἀέλλαις 125
νῆα κατιθύνειν δέδαει πολυμήτιδι τέχνῃ.
Κάστορά θ’ ἱππόδαμον Πολυδεύκεά τ’ εἰσενόησα
καὶ Μόψον Τιταρῆθεν, ὃν Ἄμπυκι νυμφευθεῖσα
Χαονίην ὑπὸ φηγὸν Ἀρηγονὶς ἐξελόχευσε· (130)
Πηλέα τ’ Αἰακίδην, Αἰγίνης ἀγλαὸν υἱόν, 130
ὃς Δολόπεσσιν ἄνασσεν ἐνὶ Φθίῃ ἐριβώλῳ.

τρισσὴν δ’ Ἑρμείαο κλυτὴν εἰσέδρακα γένναν,
Αἰθαλίδην, ὃν ἔτικτε περικλυτὴ Εὐπολέμεια,
Μυρμιδόνος θυγάτηρ, Ἀλόπῃ ἐνὶ πετρηέσσῃ· (135)
ἠδ’ Ἔρυτον καὶ καλὸν Ἐχίονα, τούς ποτε Νύμφῃ 135
Λαοθόῃ Μενετοῖο παρευνηθεὶς ἐλόχευσε
Κυλλήνης μεδέων χρυσόρραπις Ἀργειφόντης.
Αὐτὰρ Ἀλεκτορίδης καὶ βουφάγος ἦλθε Κόρωνος.
Ἴφικλος αὖ Φυλάκου δῖον γένος ἀντεβόλησε· (140)
Βούτης τ’ Αἰνειάδης, ἴκελος χρυσάορι Φοίβῳ. 140
Κάνθος δ’ Εὐβοίηθεν Ἀβαντιάδης ἐπέρησεν,
ὃν δὴ μοῖρ’ ἐδάμασσε, τέλος δ’ ἐπέθηκεν ἀνάγκη,
φθίσθαι ὑπὲρ Λιβύης, νόστον δ’ οἴκοιο λαθέσθαι.
Ἄλκωνος δὲ Φάληρος ἀπ’ Αἰσήποιο ῥοάων (145)
ἤλυθεν, ὃς Γύρτωνος ἁλιστεφὲς ἔκτισεν ἄστυ. 145
Ἴφιτος αὖ μετὰ τοῖσιν ἐφέσπετο Ναυβόλου υἱός,
Φωκίδος ὅς ῥ’ ἤνασσε καὶ εὐπύργοιο Τανάγρης.
Λαοδόκος, Ταλαὸς καὶ Ἀρήιος, υἱοὶ ἄμωμοι
ἦλθον Ἀβαντιάδαι περιώνυμοι, οὓς τέκε Πηρώ. (150)
Ἀμφιδάμας δ’ Ἀλέου πάϊς ἤλυθε· πέμψε γὰρ αὐτὸν 150
ἴφθιμος γενέτης Τεγέης ὅρια προλιπόντα.
ἤλυθε δ’ Ἐργῖνος, Βράγχου πολύπυρον ἄρουραν
ἐκπρολιπὼν καὶ τύρσιν ἐρυμνῆς Μιλήτοιο,
ἔνθα ῥοαὶ κλύζουσι πολυπλανέος Μαιάνδρου. (155)
Ἐν δὲ Περικλύμενος Νηλήιος εἰσαφίκανεν, 155
ἀγχόθι Παλλήνης τε καὶ εὐύδροιο Λιπάξου
ἄστυ λιπὼν ἀφνειὸν ὀρειονόμους τε Κολώνας.
ἐκ δὲ λιπὼν Καλυδῶνα θοὸς Μελέαγρος ἔβαινεν,
Οἰνεὺς τόν ῥ’ ἐλόχευσε καὶ Ἀλθαίη ῥοδόπηχυς. (160)
Ἴφικλος αὖτ’ ἐπέρησε λιπὼν Ἀτρακηίδα λίμνην. 160

σύγγονος Ἀλθαίης· περὶ δ’ αὖ τίεν ἔξοχα πάντων
εὐειδῆ Μελέαγρον, ἰδ’ ἀγλαὰ ἔργ’ ἐδίδασκεν.
Ἀστερίων δ’ ἐπέρησε πάις κλεινοῖο Κομήτου,
Πειρεσίην ὃς ἔναιεν ἐπ’ Ἀπιδανοῖο ῥεέθροις(165)
Πηνειὸς μίσγων ξυνὸν ῥόον εἰς ἅλα πέμπει. 165
Εὐρυδάμας δ’ ἐπέρησε λιπὼν Βοιβηίδα λίμνην,
ἀγχόθι Πηνειοῖο καὶ εὐπελαγέος Μελιβοίης.
Αὐτὰρ ἔπειτ’ Ἐλάτοιο πάις Πολύφημος ἀγήνωρ,
ὅς σφιν ἐν ἠνορέῃσι μετέπρεπεν ἡρώεσσιν,(170)
ἠθεῖος Καινῆος ἀφίκετο, τόν ῥά τέ φασι 170
μισγόμενον Λαπίθαις ὑπὸ Κενταύροισι δαμῆναι
θεινόμενον πεύκῃσι τανυφλοίοις τ’ ἐλάτῃσι,
καὶ οἱ ἀνατλῆναι καὶ ἀκαμπέα γούνατ’ ἐρεῖσαι,
ζῳόν τ’ ἐν φθιμένοισι μολεῖν ὑπὸ κεύθεα γαίης.(175)
Ἄδμητος δ’ ἀφίκανε Φεραιόθεν, ᾧ ποτε Παιὰν 175
θητεύων ὑπόεικε· Διὸς δ’ ἠλεύατο μῆνιν,
οὕνεκά οἱ Κύκλωπας ἀμαιμακέτοισιν ὀιστοῖς
ἐν φθιμενοισιν ἔτευξ’ Ἀσκληπιοῦ εἵνεκα λώβης.
ἤλυθε δ’ Εὐρυτίων Ἴρου πάις Ἀκτορίωνος,(180)
τρηχείην Ὀπόεντα λιπών· σὺν δ’ ἤλυθεν Ἴδας 180
Λυγκεύς θ’, ὃς τήλιστα δι’ αἰθέρος ἠδὲ θαλάσσης
βένθεα, καὶ Πλουτῆος ὑποχθονίοιο βέρεθρα
μοῦνος ἀπ’ ἀνθρώπων δεινοῖσιν ὀπώπεεν ὄσσοις.
αὐτὰρ ἐπεὶ Τελαμὼν συνεφέσπετο, τόν ῥ’ ἐλόχευσεν(185)
Αἰακῷ ἀτρύτῳ κούρη κλυτοῦ Ἀσωποῖο 185
Αἴγιν’ ἐν κροκάλῃσιν ἀλιστεφέος Σαλαμῖνος.
δὴ τότ’ Ἄβαντος παῖς νόθος ἤλυθε καρτερὸς Ἴδμων,
τόν ῥ’ ὑποκυσσαμένη τέκεν Ἀπόλλωνι ἄνακτει
Ἀμφρύσου παρὰ χεῦμα Φερητιὰς Ἀντιάνειρα.(190)

τῷ καὶ μαντοσύνην ἔπορεν καὶ θέσφατον ὀμφὴν 190
Φοῖβος, ἵν’ ἀνθρώποισιν ἀρηρότα μυθίζοιτο.
ἤλυθε δ’ αὖ μετὰ τοῖσι Μενοίτιος ἐξ Ὀπόεντος,
σύγχορτος Μινύαις· ἐπὶ δ’ ἤλυθε δῖος Ὀιλεύς.
Φλίας δ’ ἐξίκανε περικλυτός, ὅν ποτε Βάκχῳ (195)
νύμφη ὑποκλινθεῖσα παρ’ Ἀσωποῖο ῥοῇσι 195
τίκτεν, ἄμωμον ἔχοντα δέμας καὶ ἐπίφρονα μῆτιν.
Κηφεὺς τ’ Ἀρκαδίηθε μεθ’ ἡρώεσσι πελάσθη.
Ἀγκαῖον δ’ ἄν’ ὅμιλον ἀπ' Ἀρκαδίης πολυμήλου
πέμψε πατὴρ γηραιὸς ἐπὶ πλόον Ἀξείνοιο· (200)
οὗτος δ’ οὔποτε χλαῖναν ἐπὶ στιβαροῖς βάλεν ὤμοις, 200
ἀλλ’ ἄρκτου λάσιον στέρνοις ἀμπίσχετο δέρμα.
Ναύπλιος αὖθ’ ἵκανεν, Ἀμυμώνης φίλος υἱός,
ὃν τέκεν εὐνηθεῖσα περικλυτῷ Ἐννοσιγαίῳ,
ἀγλαὸν ἠνορέην, δέμας εἴκελον ἀθανάτοισι. (205)
Ταιναρίευς δ’ Εὔφημος ἔβη Μαλεάτιδος ἄκρης 205
ἐκπρολιπὼν αὐλῶνας, ἁλικλύστους τε Θεράπνας.
Ἀγκαῖός τ’ ἔμολε Πλευρώνιος, ὅς ῥα πορείας
οὐρανίας ἄστρων ἐδάη κύκλους τε πλάνητας·
δίζετο γὰρ τά τ’ ἐόντα τά τ’ ἐσσόμεν’ ἀνθρώποισιν. (210)
Ἐν δὲ Παλαιμόνιος Λέρνου νόθος ἤλυθεν υἱός· 210
σίνετο δὲ σφυρὰ δισσά, πόδας δ’ οὐκ ἦεν ἀρηρώς·
τοὔνεκεν Ἡφαίστοιο γόνον καλέεσκον ἅπαντες.
ἤλυθε δ’ Ἀλφειοῖο λιπὼν Πισάτιδας ὄχθας
Αὐγείης, υἱὸς πυριφεγγέος Ἠελίοιο. (215)
ναὶ μὴν καὶ δίσσοι ὅρπηκες ἀμύμονες ἧκον, 215
Ἀμφίων κλυτόφημος ἰδ’ Ἀστέριος μενεχάρμης,
Πελλήνην προλιπόντ’ ἠδ’ ἤθεα πατρίδος αἴης.
δισσὸν δ’ αὖ Βορέου καλὸν στάχυν εἰσενόησα,
οὓς τέκ’ Ἐρεχθῆος κούρη κλυτὴ Ὠρείθυια (220)
Ἰλισσοῦ παρὰ χεῦμα θεοῦ φιλότητι μιγεῖσα· 220

οἳ δὴ καὶ ταρσοῖσιν ὑπουατίοις πεπότηντο,
Ζήτης καὶ Κάλαϊς, δέμας εἴκελοι ἀθανάτοισιν.
αὐτὰρ δὴ Πελίαο Φεραιόθεν ἤλυθ’ ἄνακτος

****************************************************************************************************************************************************************************************************************************************************

ἀγχιστεύς. νηὸς γὰρ ἐπ’ Ἀργῴης λελίητο (225)
ἄξεινον ποτὶ Φᾶσιν ἅμ’ ἡρώεσσιν πέλάσσαι. 225
σὺν δέ οἱ ἦλθ’ ἕταρος Ἡρακλῆος θείοιο,
καλὸς Ὕλας· τῷ δ’ οὔπω ὑπὲρ δροσεροῖο γενείου
ἀργεννὰς ἐρύθηνε παρηίδας ἁβρὸς ἴουλος,
ἀλλ’ ἔτι κοῦρος ἔην, πολὺ δ’ ἤνδανεν Ἡρακλῆι. (230)
Οὗτοι μὲν ποτὶ νῆα καὶ ἐς λόχον ἠγερέθοντο. 230
Καί ῥά οἱ ἄλλοθεν ἄλλος ἐκέκλετο ἠδ’ ἀγόρευε.
δεῖπνα δὲ πορσύνοντο πολυξείνοιο τραπέζης
ἥμενοι ἑξείης· πόθεεν δέ τοι ἔργον ἕκαστος.
αὐτὰρ ἐπεὶ σίτοιο ποτοῦ θ’ ἅλις ἔπλετο θυμῷ, (235)
ἀνστάντες ῥ’ ἅμα πάντες ἀπὸ ψαμάθοιο βαθείης 235
ἤϊον, ἔνθά τ’ ἔμιμνεν ὑπὲρ ψαμάθου ἁλίη ναῦς,
τήν ῥά τότ’ εἰσορόωντες ἐθάμβεον· αὐτὰρ ἔπειτα
Ἄργος ἐπιφροσύνῃσι νόου πόρσυνεν ὀχλίζειν,
δουρατέῃσι φάλαγξι καὶ εὐστρέπτοισι κάλωσι (240)
πρυμνόθεν ἀρτήσας. κάλεεν δ’ ἐπὶ μόχθον ἱκάνειν 240
πάντας κυδαίνων. οἳ δ’ ἐσσυμένως ὑπάκουσαν·
τεύχεα δ’ ἐκδύνοντο, περὶ στέρνοισι δ’ ἀνῆπτον
σειραίην μήρινθον· ἐπέβριθεν δ’ ἄρ' ἕκαστος
αἶψα θοὸν ποτὶ κῦμα κατειρύσαι εὔλαλον Ἀργώ. (245)
ἣ δέ οἱ ἐγχριφθεῖσα ποτὶ ψαμάθῳ βεβάρητο, 245

αὐαλέοις φύκεσσιν ἐρυκομένη ποτὶ χέρσον,
ἡρώων παλάμῃσιν ὑπὸ στιβαρῇσιν ἀπειθής.
παχνώθη δ’ αὖ θυμὸς Ἰήσονος· αὐτὰρ ἔμοιγε
νεῦσεν ὀπιπτεύων, ἵνα οἱ θάρσος τε βίην τε (250)
μολπῇ ὑφ’ ἡμετέρῃ κεκμηόσιν αἰὲν ὁρίνω. 250
αὐτὰρ ἐγὼ φόρμιγγα τιτηνάμενος μετὰ χερσὶ
μητρὸς ἐμῆς ἐκέρασσ’ εὐτερπέα κόσμον ἀοιδῆς,
καί οἱ ἀπὸ στηθέων ὄπα λείριον ἐξελόχευσα·
Ἔξοχον Ἡρώων Μινυήιον αἷμα γενέθλης, (255)
εἰ δ’ ἄγε νῦν στερεοῖσιν ὑπὸ στέρνοισι κάλωας 255
βρίσαθ’ ὁμορροθέοντες, ἐρείσατε δ’ ἴχνια γαίῃ
ταρσοῖσιν ποδὸς ἄκρον ὑπερβλήδην τανύσαντες·
καὶ χαροπὸν ποτὶ χεῦμα γεγηθότες ἕλξατε νῆα.
Ἀργώ, πεύκῃσίν τ’ ἠδὲ δρυσὶ γομφωθεῖσα, (260)
ἄι’ ἐμῆς ἐνοπῆς· καὶ γὰρ πάρος ἔκλυες ἤδη, 260
ἡνίκα δένδρε’ ἔθελγον ἐν ὑλήεντι κολώνῃ
πέτρας τ’ ἠλιβάτους, καί μοι κατὰ πόντον ἔβαινον
οὔρε’ ἀποπρολιποῦσα· ἐπέσπεο δ’ αὖτε θαλάσσης
Παρθενίης ἀτραπούς· σπέρχου δ’ ἐπὶ Φᾶσιν ἀμείβειν (265)
ἡμετέρῃ πίσυνος κιθάρῃ καὶ θεσκέλῳ ὀμφῇ. 265
Δὴ τότ’ ἐπιβρομέουσα Τομαριὰς ἔκλυε φηγός,
ἥν οἱ ὑποτροπίην Ἄργος θέτο νηῒ μελαίνῃ
Παλλάδος ἐννεσίῃσιν· ἀνηέρθη δὲ μάλ’ ὦκα
δούρατ’ ἐλαφρίζουσα, θοὴ δ’ ὠλίσθανε πόντῳ· (270)
καί οἱ ἐπειγομένη θαμινὰς ἐκέδασσε φάλαγγας, 270
αἵ οἱ ὑπὸ τρόπι εῖντο μιῆς σχοίνοιο ταθεῖσαι.
Ἐν δ’ ἄρ’ ἔβη λιμένας, χαροπὸν δ’ ἀνεχάσσατο κῦμα·
Θῖνες δ’ ἀμφέκλυσθεν· ἐγήθει δὲ φρέν’ Ἰήσων,

ἆλτο δ’ ἔσω νεὸς Ἄργος, ἐφέσπετο δ’ ἀγχόθι Τῖφυς, (275)
καί οἱ ἐπάρτια θῆκαν ἀρηρότα πορσύνοντες, 275
ἱστόν τ’ ἠδ’ ὀθόνας· ἐπὶ δ’ αὖτ’ οἴηκας ἔδησαν,
πρυμνόθεν ἀρτήσαντες, ἐπεσφίγξαντο δ’ ἱμᾶσιν.
Αὐτὰρ ἔπειθ’ ἑκάτερθεν ἐρετμοὺς ἡπλώσαντο,
εἰσβαίνειν δ’ ἐκέλευον ἐπειγομένους Μινύηας· (280)
τοῖσιν δ’ Αἰσονίδης ἔπεα πτερόεντα προσηύδα· 280
Κέκλυτέ μευ, βασιλῆες ἀμύμονες, οὐ γὰρ ἔμοιγε
ἁνδάνει ἐν πραπίδεσσιν ἀρειοτέροισιν ἀνάσσειν.
Ὑμεῖς δ’, ὅντινά οἱ κραδίη θυμὸς τε μενοινᾷ,
ἡγεμόνα στήσασθε, καὶ ᾧ φρεσὶ πάντα μελήσει (285)
σημαίνειν, ὅ τι δεῖ ῥέξαι ἔπος ἠδὲ καὶ ἔργον 285
πόντον ἐπιπλώσουσιν ἀφιξομένοις τ’ ἐπὶ γαῖαν,
εἴτε καὶ ἐς Κόλχους ἢ ἐς ἀλλοδαποὺς ἀνθρώπους.
Καὶ γὰρ δὴ μοῦνον σὺν ἐμοὶ πόλεες τε καὶ ἐσθλοί,
οἵ ῥα καὶ ἀθανάτου ῥίζης γένος εὐχετάασθε, (290)
ξυνὸν ἀνηρείψασθε πόνον, κλέος ὄφρ’ ἂν ἄροισθε. 290
ἀλλ’ οὐ οἱ κάρτιστον ἀρειότερόν τε γενέσθαι
Ἡρακλῆος ἄνακτος ὀΐομαι· ἴστε καὶ αὐτοί.
Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπῄνεον· ἐν δ’ ἄρα φωνῇ
λαὸς ἐπερρόθεεν, Μινύαις ἔπι κοίρανον εἶναι (295)
Ἀλκείδην, ὃς πᾶσι μέγ’ ἔξοχος ἦεν ἑταίροις. 295
ἀλλ’ οὐ πεῖθον ἄνακτα πεπνυμένον, ὅς ῥά οἱ ᾔδη
Ἥρης ἐννεσίῃσι τετιμένον Αἴσονος υἱόν,
ὥς δή οἱ κλέος ἐσθλὸν ἐπ’ ἐσσομένοισιν ὄπαζεν·
ὡς ῥά οἱ αὐτὸς ἔνισπεν Ἰήσονα κοίρανον εἶναι (300)
πεντήκοντ’ ἐρέτῃσιν ἀνὰ τραφερήν τε καὶ ὑγρήν. 300
καὶ τότε δὴ μάλα πάντες ἐπῄνεον, ὡς ἐκέλευεν
Ἡρακλέης, καὶ θῆκαν Ἰήσονα κοίρανον εἶναι.

Ἦμος δ’ Ἠέλιος τὸν ἀπείριτον αἰθέρα τέμνων
ἵπποις ὠκυπόδεσσι κελαινὴν ἔντυε νύκτα, (305)
τῆμος ἐνὶ πραπίδεσσιν ἐμήτιεν Αἴσονος υἱὸς 305
πίστιν ἐφ’ ἡρώεσσι καὶ ὅρκια συνθεσιάων
θέσθαι ὄφρ’ ἔμπεδα πάντα φυλασσόμενοι πεπίθοιντο.
καὶ τότε τοι, Μουσαῖε, φίλον τέκος Ἀντιοφήμου, (310)
πορσύναι μ’ ἐκέλευε θοῶς ἱερήϊα καλά.
αὐτὰρ ἐγὼ ψαφαρῇσιν ἐπ’ ἠϊόνεσσιν ἐνεῖκα 310
κᾶλα, τά τ’ ἐκ δρυός ἐστι φερεσβίου· ἐν δ’ ἄρ’ ὕπερθε
πέπλῳ παρκατέθηκα θεοῖς ἐπινήχυτα δῶρα.
Καὶ τότε δὴ κραντῆρα βοῶν περιμηκέα ταῦρον (315)
σφάζον, ἀνακλίνας κεφαλὴν εἰς αἰθέρα δῖαν,
ζωόταμον· περὶ δ’ αἷμα πυρῇ χέον ἔνθα καὶ ἔνθα. 315
αὐτὰρ ἐπεὶ κραδίην θραύσας ποπάνοισιν ἔθηκα
λείψας ὑγρὸν ἔλαιον, ἐπ’ αὐτῷ δὲ γλάγος ἄμνης.
ἥρωας δ’ ἐκέλευσα περισταδὸν ἀμφιχυθέντας (320)
δούρατ’ ἐπαμπήξασθαι ἰδ’ ἄορα κωπήεντα
βύρσῃ τε σπλάγχνοισι τ’ ἐρειδομέναις παλάμῃσι. 320
θῆκα δ’ ἄρ’ ἐν μέσσῳ τεῦχος κυκεῶνος ἐρείσας
ὀστράκεον, τῷ πάντα περιφραδέως ἐμέμικτο·
Δήμητρος μὲν πρῶτα φερέσβιος ἀλφίτου ἀκτή, (325)
αἷμα δ’ ἐπὶ ταύροιο, θαλάσσης θ’ ἁλμυρὸν ὕδωρ.
στέψασθαι δ’ ἐκέλευσα κύκλους ἐρόεντας ἐλαίης· 325
καὶ τότε χρυσείην φιάλην χείρεσσιν ἐμῇσιν
ἀμπλήσας κυκεῶνος ἐφεξείης ἐπένειμα,
γεύειν ἄνδρα ἕκαστον ἐρισθενέων βασιλήων. (330)
πυρκαϊῇ δ’ ἐκέλευον Ἰήσονα λαμπάδα θέσθαι
πεύκης ἀζαλέης· ὑπὸ δ’ ἔδραμε θεσπεσίη φλόξ. 330
δὴ τότ’ ἐγὼ πρὸς χεῦμα πολυφλοίσβοιο θαλάσσης

χεῖρας ἐπαντείνας, τάδ’ ἀπὸ γλώσσης ἀγόρευσα·
Ὠκεανοῦ μεδέοντες ἁλικλύστοιό τε πόντου (335)
ἐμβύθιοι μάκαρες, καὶ ὅσοι ψαμμώδεας ἀκτὰς
ναίεθ’ ἁλικροκάλους, καὶ Τηθύος ἔσχατον ὕδωρ· 335
Νηρέα μὲν πρώτιστα καλῶ πρέσβυστον ἁπάντων
ἄμμιγα πεντήκοντα κόραις πάσῇσιν ἐρανναῖς·
Γλαυκὴν τ’ ἰχθυόεσσαν, ἀπείριτον Ἀμφιτρίτην, (340)
Πρωτέα καὶ Φόρκυνα, καὶ εὐρυβίην Τρίτωνα
λαιψηρούς τ’ ἀνέμους αὔραις μίγα χρυσεοτάρσοις 340
ἄστρα τε τῆλε φανέντα καὶ ἀχλύα νυκτὸς ἐρεμνῆς
αὐγήν τ’ Ἠελίοιο θοῶν προποδηγέτιν ἵππων,
δαίμονας εἰναλίους τε μιγαζομένους ἥρωσιν (345)
ἀκταίους τε θεοὺς, ποταμῶν θ’ ἁλιμυρέα ῥεῖθρα
αὐτόν τε Κρονίδην σεισίχθονα, κυανοχαίτην, 345
κύματος ἐκπροθορόντα μολεῖν ἐπιτάρροθον ὅρκων.
ὅφρα μὲν οὖν ἐπίκουροι Ἰήσονος ἔμπεδον αἰεὶ
μίμνωμεν προφρόνως ξυνῶν ἐπαρηγόνες ἄθλων, (350)
ζῳοὶ νοστήσαιμεν ἑὰ πρὸς δώμαθ’ ἕκαστος·
ὃς δέ κε συνθεσίας δηλήσεται οὐκ ἀλεγίζων 350
ὅρκον ὑπερβασίῃ, τούτου δ’ ἐπιμάρτυροι ἔστων
ἰθύντειρα Δίκη καὶ Ἐριννύες αἰνοδότειραι.
Ὣς ἐφάμην· οἱ δ’ αὐτίχ’ ὁμοφροσύνῃ κατένευσαν (355)
ὅρκια δειμαίνοντες, ἐσημήναντο δὲ χερσίν.
αὐτὰρ ἐπεί ῥ’ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, 355
δὴ τότε νηὸς ἑῆς κοῖλον κύτος εἰσεπέρησαν
πάντες ἐφεξείης, ὑπὸ δὲ ζυγὰ τεύχε’ ἔθεντο
χεῖρας ἐρετμώσαντες. ἐκέκλετο δ’ αὐτόθι Τῖφυς, (360)
ἐκταδίοις ὅπλοις δῆσαι παρὰ κλίμακα μακρήν,
ἱστία δ’ ἁπλῶσαι, λιμένος δ’ ἐκ πείσματ’ ἀρέσθαι. 360

καὶ τότε δὴ λιγὺν οὖρον ἐπιπροέηκεν ἀῆναι
Ἥρη, Ζηνὸς ἄκοιτις, ἐπείγετο δ’ ἐς πλόον Ἀργώ.
οἳ δ’ ἄρ’ ἐπ’ εἰρεσίην ἔπεχον χεῖράς τε νόον τε (365)
ἄκμητοι βασιλῆες, ἐτέτμετο δ’ ἄσπετος ἅλμη
ἀφροῦ ἅμ’ οἰδαίνοντος ὑπὸ τρόπιν ἔνθα καὶ ἔνθα. 365
τῆμος δ’ ἱερὸς ὄρθρος ἀπ’ Ὠκεανοῖο ῥοάων
ἀντολίας ἤνοιγεν, ἐπέσπετο δ’ ἠριγένεια
ἡδὺ φάος θνητοῖσι καὶ ἀθανάτοισι φέρουσα· (370)
καὶ τότε δὴ σκοπιαί τε καὶ ἠνεμόεσσα κολώνη
Πηλίου ὑλήεντος ἀπ’ ἠϊόνος κατέφαινε. 370
Τῖφυς δ’ ἀμπαύσας δολιχῆς οἰήια νηὸς
τυτθὸν ὑπ’ εἰρεσίῃσιν ἐκέκλετο κῦμα χαράσσειν·
καί ῥα θοῶς ἀκτῇσιν ὑπέδραμον· ἐκ δ’ ἄρα νηὸς (375)
κλίμακα δαυρατέην λιμένων ἔντοσθε χάλασσαν,
Ἐκ δ’ ἔβαν ἥρωες Μινύαι, παύσαντο δὲ μόχθου. 375
τοῖσι δὲ μύθων ἦρχεν ὁμιλαδὸν ἱππότα Πηλεύς·
Ὦ φίλοι, ἀθρεῖτε σκοπιῆς προὔχοντα κολωνὸν
μέσσῳ ἐνὶ πρηῶνι κατάσκιον, ἐνθάδε Χείρων (380)
ναίει ἐνὶ σπήλυγγι, δικαιότατος Κενταύρων,
οἳ τράφεν ἐν Φολόην, Πίνδου τ’ αἰπεινὰ κάρηνα, 380
ὅς ῥα δικασπολίῃ μέλεται καὶ ἀκεύμασι νούσων·
ἄλλοτε δ’ αὖ Φοίβου κιθάρην μετὰ χερσὶν ἀράσσων,
ἢ λιγυρὴν φόρμιγγα χελυκλόνοy Ἑρμάωνος (385)
πᾶσι περικτιόνεσσι δικασπολίας ἀναφαίνει.
τόφρα καὶ ἡμέτερον κοῦρον Θέτις ἀργυρόπεζα 385
νήπιον, ἀρτιγένεθλον, ἐν ἀγκαλίδεσσι λαβοῦσα
Πήλιον εἰνοσίφυλλον ἔβη, Χείρωνί τ’ ἔδωκεν
εὖ καὶ ἐπισταμένως ἀγαπαζέμεν ἠδ’ ἀτιτάλλειν· (390)
Ὃν δή μοι πόθος ἐστὶ περὶ φρένα θηήσασθαι,

ἀλλά, φίλοι, πελάσωμεν ἐπὶ σπέος, ὄφρα ἴδωμεν 390
ἕξιν παιδὸς ἐμοῖο, καὶ ἤθεσιν οἷσι κέκασται.
Ὣς εἰπὼν ἐξῖκεν ἀταρπιτόν· οἷ δ’ ἑπόμεσθα·
αὐτὰρ ἐπ’ εἰς αὐλὴν εἰσήλθομεν ἠεροειδῆ. (395)
καὶ οἱ κεκλιμένος μὲν ἐπ’ οὐδαίοιο χαμεύνης
κεῖτο μέγας Κένταυρος, ἀπηρήρειστο δὲ πέτρῃ 395
ἱππείῃσιν ὁπλῇσι τανυσσάμενος θοὰ κῶλα.
ἀγχοῦ δ’ ἱστάμενος Θέτιδος καὶ Πηλέος υἱὸς
χερσὶ λύραν ἤρασσε, φρένας δ’ ἐπετέρπετο Χείρων. (400)
ἀλλ' ὅτε δή ῥ’ ἄθρησεν ἀγακλειτοὺς βασιλῆας,
ἀσπασίως ἀνόρουσε, κύσεν δ’ ἄρα φῶτα ἕκαστον· 400
δαῖτα δὲ πόρσυνεν· μέθυ δ’ ἀμφιφορεῦσι κομίσσας
ῥωγαλέαις ἔστρωσεν ὑπὸ στιβάδεσσι πέτηλα·
κλινθῆναι δ’ ἐκέλευσεν, ἀδαιδάλτοις δ’ ὑπὸ πλακταῖς (405)
κρεῖα χύδην προὔθηκε συῶν ἐλάφων τε ταχειῶν·
αὐτὰρ ἔπειτ’ ἐπένειμε ποτὸν μελιηδέος οἴνου. 405
ἀλλ’ ὅτε δὴ δόρποιο ποτοῦ θ’ ἅλις ἔπλετο θυμῷ,
χερσὶν ἐπικροτέοντες ὁμόκλεον, ὄφρ' ἂν ἔγωγε
δηρίσω Χείρωνι διωλύγιον κιθαρίζων. (410)
ἀλλ’ ἐγὼ οὐ πιθόμην· περὶ γάρ μοι ἐπήλυθεν αἰδώς,
ὁπλότερον γεγαῶτα γεραιτέρῳ ἰσοφαρίζειν· 410
μέσφ’ αὐτὸς Χείρων ἐλιλαίετο καί μ’ ἀέκοντα
ἠνώγει ᾄδοντ’ ἐριδαινέμεν εἵνεκα μολπῆς.
πρῶτος δ’ αὖ Κένταυρος ἀείρατο πηκτίδα καλήν, (415)
ἥν ῥα οἱ ἐν χείρεσσι φέρων ὤρεξεν Ἀχιλλεύς.
ὃς δ’ ἄρ’ ἄειδε μάχην Κενταύρων ὀμβριμοθύμων, 415
οὓς Λαπίθαι κατέπεφνον ἀτασθαλίης ἕνεκα σφῆς,
ἠδ’ ὥς Ἡρακλῆϊ καταντία μαιμώοντες
ἐν Φολόῃ δήρισαν· ἐπεὶ μένος οἴνου ἔγειρεν. (420)

Αὐτὰρ ἔγωγε μετ’ αὐτὸν ἑλὼν φόρμιγγα λίγειαν
ἐκ στόματος μελίγηρυν ἱεὶς ἀνέπεμπον ἀοιδήν. 420
πρῶτα μὲν ἀρχαίου χάεος μελανήφατον ὕμνουν,
ὡς ἐπάμειψε φύσεις, ὥς τ’ οὐρανὸς ἐς πέρας ἦλθε·
γῆς τ’ εὐρυστέρνου γένεσιν πυθμένας τε θαλάσσης· (425)
πρεσβύτατόν τε καὶ αὐτοτελῆ πολύμητιν Ἔρωτα,
ὣς θ’ ἂτ’ ἔφυσεν ἅπαντα διέκριθεν ἄλλο πρὸς ἄλλου· 425
καὶ Κρόνον αἰνολέτην, ὥς τ’ ἐς Δία τερπικέραυνον
ἤλυθεν ἀθανάτων μακάρων βασιλήιος ἀρχή.
μέλπον θ’ ὁπλοτέρων μακάρων γένεσίν τε κρίσιν τε· (430)
καὶ Βριμοῦς, Βάκχοιο, Γιγάντων τ’ ἔργ’ ἀίδηλα,
ἀνθρώπων τ’ ὀλιγοδρανέων πολυεθνέα φύτλην 430
ἤειδον· στεινὸν δὲ διὰ σπέος ἤλυθεν αὐδὴ
ἡμετέρης χέλυος μελιχρὴν ὄπα γηρυούσης.
στείνετο δ’ ἄκρα κάρηνα καὶ ἄγκεα δενδρήεντα (435)
Πηλίου, ὑψηλάς τε μετὰ δρύας ἤλυθε γῆρυς·
καί ῥ' αἳ μὲν πρόρριζοι ἐπ’ αὔλιον ἐρρώοντο 435
πέτραι τ’ ἐσμαράγουν, θῆρες δ’ ἀίοντες ἀοιδῆς
σπήλυγγος προπάροιθεν ἀλυσκάζοντες ἔμιμνον·
οἰωνοί τ’ ἐκυκλοῦντο βοαύλια Κενταύροιο (440)
ταρσοῖς κεκμηῶσιν, ἑῆς δ’ ἐλάθοντο καλιῆς.
αὐτὰρ ὁρῶν Κένταυρος ἐθάμβεε χεῖρ’ ἐπὶ παλμῷ 440
πυκνὸν ἐπισσείων, οὖδας δ’ ἤρασσεν ὁπλῇσι.
Τῖφυς δ’ εἰσεπέρησε νεὼς ἄπο, καί ῥ’ ἐκέλευσεν
ὦκα περᾶν Μινύῃσιν· ἐγὼ δ’ ἄμπαυον ἀοιδήν. (445)
οἳ δὲ θοῶς ἤγερθεν, ἔδυνε δὲ τεύχε’ ἕκαστος.
παῖδα δ’ ἐν ἀγκαλίδεσσιν ἀνίσχανεν ἱππότα Πηλεύς, 445

καί ῥ’ ἔκυσεν κεφαλήν τε καὶ ἄμφω φώεα καλὰ
δακρυόεν γελόων· κηλήθη δὲ φρέν’ Ἀχιλλεύς.
αὐτὰρ ἐμοὶ Κένταυρος ἑῇ γέρας ὤπασε χειρὶ (450)
νεβρῆν παραλέην, ξεινήιον ὄφρα φέροιμι.
ἀλλ’ ὅτε δὴ σπήλυγγος ἄπο προθορόντες ἔβημεν, 450
ἄκρης ἐκ σκοπιῆς ὁ γέρων ἀνὰ χεῖρας ἀείρων
Φιλυρίδης ἠρᾶτο, θεοὺς δ’ ἐπεκέκλετο πάντας,
νόστον μὲν Μινύῃσιν ἰδὲ κλέος ἐσθλὸν ἀρέσθαι (455)
ὁπλοτέροις βασιλεῦσιν καὶ ἐσσομένοις μερόπεσσιν.
Αὐτὰρ ἐπεί τ’ ἐπὶ θῖνα καὶ ἐς νέα πάντες ἔβησαν, 455
ἐν προτέροις θώκοισι καθίζανον· ἐν δ’ ἄρ’ ἐρετμοῖς
χεῖρας ἐφαπλώσαντες ὑγρὴν ἅλα τύπτον ἕκαστος,
Πήλιον ἐκνεύσαντες· ὑπὲρ μέγα λαῖτμα δὲ πόντου (460)
ἀφρὸς ἐπιζείων χαροπὴν λεύκαινε θάλασσαν.
Πισσαίη δ’ ἀπέκρυφθεν ἄκρη καὶ Σηπιὰς ἀκτή, 460
φάνθη δὲ Σκίαθος, Δολοπός τ’ ἀνεφαίνετο σῆμα
ἀγχίαλός θ’ Ὁμόλη ῥεῖθρόν τ’ ἁλιμυρές,
ὃς διὰ πολλὴν γαῖαν ἱεῖ μεγαλόβρομον ἵδωρ. (465)
Οὐλύμπου δὲ βαθυσκοπέλου πρηῶνας ἐρυμνοὺς
εἰσέδρακον Μινύαι καὶ Ἄθω δενδρώδεα κνημὸν 465
Παλλήνην τ’ εὐρεῖαν ἰδὲ ζαθέην Σαμοθρῄκην,
ἔνθα καὶ ὅρκια φρικτὰ θεῶν, ἄρρητα βροτοῖσιν,
ἄσμενοι εἰσεπέργησαν ἐμαῖς ὑποθημοσύνῃσιν (470)
ἥρωες· μετὰ γάρ σφιν ὀφέλσιμον ἀνθρώποισι
τῆσδε θυηπολίης ἀβολεῖν πλωτῆρσιν ἑκάστοις. 470

Σιντιακαῖς δ’ ὀφρῦσιν ἐκέλσαμεν ὠκύαλον νηῦν
Λήμνῳ ἐν ἠγαθέῃ· τόθι περ κακὰ ἔργα μεμήλει
θηλυτέραις· αἳ γάρ κεν ἀιστώσαντο συνεύνους (475)
σφῇσιν ἀτασθαλίῃσι, καὶ ἡ κλυτὴ Ὑψιπύλεια
ἐλδομέναις κραίνεσκε, γυναικῶν εἶδος ἀρίστη. 475
ἀλλὰ τί σοι περὶ τῶνδε πολὺν λόγον ἀμφαδὸν εἰπεῖν,
ὅσσον ἐφ’ ἵμερον ὦρσεν ἀγαυαῖς Λημνιάδεσσι
Κύπρις ἐρωτοτρόφος Μινύαις ἐς λέκτρα μιγῆναι. (480)
φίλτροις Ὑψιπύλην ἐρατοῖς ἐδάμασσεν Ἰήσων,
ἄλλῃ δ’ ἄλλος ἔμικτο· καὶ ἐκλελάθοντο πορείης, 480
εἰ μὴ ἀποτροπίοις ἐνοπαῖς θελξίφρονι θ’ ὕμνῷ
ἡμετέρῳ θελχθέντες ἔβαν ποτὶ νῆα μέλαιναν
εἰρεσίην ποθέοντες, ἐπεμνήσαντο δὲ μόχθου. (485)
Ἔνθεν ἐς Ἑλλήσποντον ἅμ’ ὑπηῴους φέρεν οὖρος,
ἀκραὴς Ζέφυρος, στεινῆς ἀπάτερθεν Ἀβύδου 485
Ἴδην, Δαρδανίην, Πιτύην τ’ ἐπὶ δέξι’ ἔχοντας,
οὗ καὶ Ἀβαρνιάδος Περκώτης τ’ εὔσταχυν αἶαν
ἀργυρέαις Αἴσηπος ἐπικλύζει προχοῇσιν. (490)
αἶψα δ’ ἐπιθρώσκουσα θέεν πολυηγόρος Ἀργώ.
αὐτὰρ ἐπεὶ ψαμάθοισιν ἐκέλσαμεν· ἐν δ’ ἄρα Τῖφυς, 490
ἰθύντωρ ἀκάτοιο, καὶ ἀγλαὸς Αἴσονος υἱός,
σύν τ’ ἄλλοι Μινύαι γλαυκώπιδι Τριτογενείῃ
θῆκαν ἀείραντες βριθὺν λίθον· ἔνθα τε νύμφαι (495)
κρήνῃ ὑπ’ Ἀρτακίῃ καλὰ νάματα πλημμύρουσιν,
οὕνεκά οἱ πλώουσιν ἀνὰ πλατὺν Ἑλλήσποντον 495
εὔδιος ἀντεβόλησε μυχοῦ ἔντοσθε γαλήνη,
κύμασι θεινομένοις ὑπὸ χειμερίῃσιν ἀέλλαις,
οὐδ’ ἐς γαῖαν ἔριψαν ἐυγνάμπτους ἀγκύρας. (500)
ἔνθα δὲ προσύνοντες ἐπὶ κροκάλαις προὐχούσαις

δεῖπνά τε καὶ κλισίην δόρπου µεμνήμεθ’ ἕκαστοι. 500
δὴ τότε κεκλιµένοισιν ἐπήλυθε Κύζικος ἥρως,
ὃς Δολιέων ἤνασσε περικτιόνων ἀνθρώπων,
Αἰνῆος φίλος υἱός, ὂν ἡ τέκε δῖα γυναικῶν, (505)
Εὐσώρου θυγάτηρ, Αἰνήτη καλλιπάρῃος·
ὃς ῥα φιλοξενίῃ Μινύας ἐγέρηρεν ἄπαντας 505
σφάζων πῖά τε μῆλα καὶ εἱλίποδας ἕλικας βοῦς
ἀγροτέρους τε σύας· δῶκεν δ’ ἔπι οἶνον ἐρυθρόν·
σῖτον δ’ ἄφθονον ἦκεν ἀποπλώουσι φέρεσθαι (510)
χλαίνας τ’ ἠδὲ τάπητας ἐυννήτους τε χιτῶνας.
φίλατο δ’ αὖ παρεόντας ὁμηλικίης ἕνεκα σφῆς· 510
καί ῥα πανημερίῃσιν ἐν εἰλαπίνῃσιν ὅμαρτεν.
Ἀλλ’ ὅτ’ ἐς Ὠκεανοῖο ῥόον βαπτίζετο Τιτάν,
μήνη δ’ ἀστοχίτων ἔπαγεν µελαναυγέα ὄρφνην, (515)
τῆμος ἀρηίφατοι κίον ἀνέρες, οἵ ῥα νέµοντο
Ἀρκτῳοις ἐν ὄρεσσι τεθηλότες εἴκελα θηρσί, 515
Τιτᾶσι βριαροῖς τ’ ἐναλίγκιοι ἠδὲ Γίγασιν·
ἓξ γὰρ χεῖρες ἑκάστῳ ἀπ’ ὤμων ἀίσσοντο.
οὓς τότ’ ἐσαθρήσαντες ἀμαιμάκετοι βασιλῆες (520)
ἐς μόθον ὁρμαίνοντας ἀρήια τεύχε’ ἔδινον.
καί ῥ’ οἳ μὲν πεύχῃσιν ἀμύνοντ’, οἳ δ’ ἐλάτῃσιν· 520
ἐν δ’ ἔπεσαν Μινύῃσι κατὰ σκοτόεσσαν ὁμίχλην.
οὕς τοι ἐπειγομένους κτεῖνεν Διὸς ἄλκιμος υἱὸς
τόξῳ ὀιστεύων. σὺν δ’ Αἰνέος ὤλεσε παῖδα (525)
Κύζικον, οὔτι ἔκών, ἀλλ’ ἀφραδίῃσι πεδηθείς·
τῷ δ’ ἄρα µόρσιµον ἦεν ἱφ’ Ἡρακλῆι δαμῆναι. 525
αἶψα δὲ οἱ Μινύαι κοίλης ἔντοσθεν ἔβησαν
νηὸς τευχήρεις, ποτὶ δὲ ζυγὸν ἶζον ἕκαστος.
Τῖφυς δὲ πρύμνηνεν ἑπήπυεν, ἠδ ἐκέλευε (530)

κλίμακα νηὸς ἔσω ἐρίσαι καὶ πείσματα λῦσαι.
ἀλλ’ οὔ οἱ λύοντο κάλοι, δεσμοῖσι δ’ ἀφύκτοις 530
ὠκείης στροφάλιγγος ἀρηρότες ἐσφίγγοντο
γῆα κατείργοντες. θάμβησε δὲ Τῖφις ἀμύμων,
ἄφθογγος δέ οἱ ἦκε χερῶν οἰήια νηὸς (535)
Ἀργῴης· οὐ γάρ οἱ ἑέλπετο κῦµα περῆσαι·
Ῥείῃ γὰρ κοτέεσκε δεδουπότος εἵνεκα φωτός. 535
ἀλλ’ ὃτε πρὸς μέσατον νυκτὸς προὔβαινεν ἀταρπὸς
ἄστρα τε τηλεφανῇ δῦνεν ῥόον Ὠκεανοῖο,
ὄσσε κυβερνητῆρος ἐπέστιχε νήδυμος ὕπνος. (540)
τῷ δὲ βαθὺ κνώσσοντι θεὰ µενέδουπος Ἀθήνη
ἄγχι παρισταμένη πανετήτυμα σήματ’ ἔφαινεν· 540
ὧδε δ’ ὁμοκλήσασα θεηγόρον ἔννετε μῦθον·
Εὔδεις, Ἀγνιάδη, γλυκερῷ βεβολημένος ὕπνῳ,
κῶμα περὶ βλεφάροισι λαβών· ἀλλ’ ἔγρεο, Τῖφυ, (545)
κέκλεο δ’ ἡρώεσσι μολεῖν ἐπὶ νήνεμον ἀκτὴν
νηὸς ἀποπροθορόντας, ὅθι ξένος ἐν ψαµάθοισι 545
κεῖται ἀποφθίμενος· τῷ οἱ κτέρεα κτερεΐξαι
παμμήτειρα Ῥέῃ κέλεται γέρα, ἠδ’ ἐπιλοιβὰς
δοῦναι ὑποχθονίοις, καὶ δάκρυα λειβέμεν ὄσσων (550)
αἰδομένοις Θέμιν ἀγνοτελῆ ξενίην τε τράπεζαν·
ὅν ῥ’ ἀέκων ἔκτεινε βαλὼν διὰ νύκτερον ὄρφνην 550
Ἡρακλέης· θυμὸν δὲ θεᾶς ἐχολώσατε Ῥείης.
ἀλλ’ ὁπότ’ ἂν θεσμοῖς ξεῖνον σεβάσησθε θανόντα,
Δίνδυμον αὐτίκ’ ἔπειτα Ῥέης ἕδος εἰσαναβάντες (555)
ἱλασμοῖς ἱεροῖς Γαίης ἀρέσασθε θύγατρα,
πείσματα δ’ ἀράμενοι τότε δὴ μνώεσθε πλόοιο. 555
Ὣς εἰποῦσα θεὰ πάλιν ἐτράπετ’ ἴσον ὀιστῷ
οὐρανὸν ἐσσυμένη. τοῦ δ’ αὐτίκα κῶμα κεδάσθη·

πρύμνης δ’ ἆλτο θοῶς· ἀνέγειρε δὲ λαὸν ἀυτῇ (560)
τοίχων ἔνθα καὶ ἔνθα παρακλιδὸν ὑπνώοντας,
ψυχῆ ὑποτρομέων· ἄφαρ ἠρώεσσι δ’ ὀνείρου 560
φάσματα πᾶσιν ἔνισπεν ἐπιδρομάδην ἀγορεύων.
οἳ δὲ θοῶς ἤγερθεν, ἐπ’ ᾐόνα δ’ ἆλτο ἕκαστος.
ἣ δὲ κατ’ ὀρφναίοιο πόλου χρυσήνιος Ἡὼς (565)
ἀντολίην ἤνοιγεν, ἐδέχνυτο δ’ οὐρανὸς ὄρθρον·
καὶ τότ’ ἀριστῆες Μινύαι νέκυν εἰσενόησαν 565
αἵματι καὶ κονίῃ πεπαλαγμένον· ἀμφὶ δ’ ἄρ’ ἄλλοι
δήιοι ἄμμιγ’ ἔκειντο, πελώρια σώματα θηρῶν.
ἀλλ’ οἳ μὲν βασιλῆα τερισταδὸν ἀμφιχυθέντες (570)
Κύζικον εὐξέστοισιν ὑπὸ πλακέεσσιν ἔθηκαν,
ἂν δ’ ἄρα τύμβον ἔχευαν, ἐδωμίσαντο δὲ σῆμα, 570
φιτροὺς δ’ αἶψα κόµιζοn, ἰδ’ ἔντομα πορσύνοντες
παμμέλαν’ ἐν βόθροις µετεκίαθον. αὑτὰρ ἔγωγε
ψυχὴν ἱλασάμην σπένδων μειλίγματα χύτλων (575)
ὕδατί τ’ ἠδὲ γάλακτι, μελισσορύτων τ’ ἀπὸ νασμῶν
λοιβὰς συµτεροχέων καὶ ἐμοῖς ὕμνοισι γεραίρων. 575
αὐτὸς ὁ Αἰσονίδης προὐθήκατο πᾶσιν ἄεθλον,
τυμβιδίου ἐπ’ ἀγῶνος ἑταίροις ἔμμεν ἂεθλα,
δῶρα, τὰ οἱ πόρεν Ὑψιπύλη Λήμνοιο φέρεσθαι. (580)
Ἀγκαίῳ μὲν δῶκε πάλης γέρας ἀμφικύττελλον
χρύσειον πολυχανδὲς ἔχειν· Πηλῆι δ’ ἔδωκεν 580
ᾄσσοντι σταδίοισι ποδωκείης ἕνεκα σφῆς
χλαῖναν φοινικέην, πολυδαίδαλον ἔργον Ἀθήνης·
αὐτὰρ παγκρατίου δῶκεν γέρας Ἡρακλῆι (585)
ἀργύρεον κρητῆρα παναίολον ἱππασίης δὲ
Κάστορι χρυσείων φαλάρων πολυτεχνέα κόσμον· 585
πυγμαχίης δὲ τάτητα διανθέα δῶκε φέρεσθαι
ἀθλοφόρῳ Πολιδεύκει· ὃ γὰρ κλυτὸν ἤρατο νῖκος.

αὐτὸς δ’ εὐκαμπτὲς λάβε οἷ τόξον καὶ ὀιστούς, (590)
τεινόµενος δέ οἱ ἦκε βέλος, τὸ δ’ ἀπέπτατο τηλοῦ·
δῶκε δ’ ἄρ’ Αἰσονίδῃ Μινυῶν λόχος εἵνεκα τιμῆς 590
πλέξας εὐανθῆ στέφανον τανυφύλλου ἑλαίης.
αὐτὰρ ἐμοὶ μολπῆς γέρας ὤπασε δῖος Ἰήσων
ἐμβάδα χρυσείῃσι τιταινοµένην πτερύγεσσι. (595)
λῦτο δ’ ἀγών, φήμη δὲ διέπτατο δώµατος εἴσω
Κυζίκου οἰχομένου· τοῦ δ’ ὡς κλύε σύγγαμος αἰνή, 595
στήθεα δρυτπτομένη λίγ’ ἐκώκυεν, ἀμφὶ δὲ δειρὴν
ἀψαμένη μήρινθα βρόχῳ ἀπὸ θυμόν ὄλεσσε.
γῆ δ’ ὑποδεξαμένη πλακὶ δάκρυα πίδακος ἦκε (600)
βλύζουσ’ ἀργυροειδὲς ὕδωρ πέτρης ἀπὸ λισσῆς
ἀέναον· Κλείτην δὲ περικτίονες καλέουσι. 600
καὶ τότε δὴ βασιλῆες ὀνειροπόλον διὰ πύστιν
κνημὸν ἕβαν ζάθεον καὶ Δινδύμου ἀκρώρειαν, (605)
ὄφρα κε μειλίξαιντό οἱ εὐοίνοις ἐπιλοιβαῖς
Ῥείην πρεσβυγενῆ, θυμὸν δ’ ἀλέοιντο ἀνάσσης.
αὐτὰρ ἐγὼν ἑπόμην, φόρμιγγα δὲ χερσὶν ἄειρον· 605
Ἄργος δ’ αὖθ’ ἵκανε λιπὼν εὐεργέα νῆα,
ὃς ῥα τανυφλοίῳ ἐλάτῃ ἀμφιτελεκὲς ἔρνος (610)
ἀμπέλου αὐαλέης ὀξεῖ ἀπέκερσε σιδήρῳ·
ξέσσε δ’ ἐπισταμένως βρέτας ἱερὸν ἰδμοσύνῃσι,
μίµνειν ἔμπεδον αἰὲν ἐπ’ ἐσσομένοις ἀνθρώποις· 610
λάεσι δ’ εὐτύκτοις δωμήσατο οἶκον ἀνάσσῃ.
ἐν δ’ ἄρ’ ἐπειγόμενοι Μϊνύαι — μέγα δ’ ἔξοχα πάντων (615)
Αἰσονίδης — λιθάκεσσιν ἀρηρότα βωμὸν ἔτευξαν,
ᾧ ἔπι ταυροθύτους λοιβὰς ἠδ’ ἱερὰ καλὰ
ῥέξαν ἀριστῆες· σπονδῇσι δὲ τέρπετο Ῥείη. 615

αὐτὰρ ἐμ’ ἤνωγον κλῇσαι θεὸν ἠδὲ γερῆραι,
ὄφρα κεν ἁντομένοις νόστον μελιηδέ’ ὀπάσσαι. (620)
ἀλλ’ ὅτε δὴ θυέεσσι λιτῇσί τε γουνασάμεσθα,
Ἀργῴην ποτὶ νῆα κατήλθομεν. ἐν δ’ ἄρα Τῖφυς
ἥρωας πρύμνηθεν ἐκέκλετο· ἐν δ’ ἄρα πάντες 620
ἐσσύμενοι θώκοισιν ἐπὶ προτέροισι κάθιζον
βάντες ὑπὲρ τοίχοιο καὶ εἰρεσίης μνώοντο. (625)
ἀπροφάτως δ’ άπὸ γῆς στρεπτοὶ λύοντο κάλωες,
πείσματα δ’ ἡπλώθη· κραιπνὸν δ’ ἀπὸ Δινδύμου ἄκρης
ἴκμενον οὖρον ἐφῆκε Ῥέη λιπαροκρήδεμνος. 625
ἡμεῖς δ’ αὖτ’ ἐπὶ νηὶ γεράσμια πέμπομεν ἱρὰ
βωμὸν ἐπιστέψαντες ἐπ’ ἐσσομένοισι πυθέσθαι (630)
Πεισματίῃ, τόθι πείσματ’ εἐργομένης λύθεν Ἀργοῦς.
Αὐτὰρ ἐπεί ῥ’ ὀθόνας ἀκάτου πλήρωσεν ἀήτης,
θῦνε διαπρήσσουσ’ ἁλιμυρέα κύματα πόντου, 630
Μύσια δὲ σχεδόθεν παραμείβετο πείρατα γαίης·
αἶψα δὲ Ῥυνδακίδας προχοὰς ἤμειψε θέουσα, (635)
καλούς τ’ ἐς λιμένας ψαμαθώδεας εἰσεπέρησε,
κέλσε δ’ ἐπ’ αἰγιαλῷ· προτόνοις δ’ ἐπὶ χεῖρα βαλόντες
ἱστία μηρύσαντο καὶ ἄμφ’ ἱμᾶσιν ἔδησαν, 635
κλίμακα δ’ ἐξώκειλαν ἐπὶ χθονός, ἐκ δ’ ἔβαν αὐτοὶ
σίτου καὶ πόσιος λελιημένοι· ἀμφὶ δὲ κνημὸς (640)
Ἀργάνθου κατέφαινε βαθυσκόπελοί τε κολῶναι.
Ἡρακλέης δ’ ἠπείγετ’ ἀν’ ὑλήεντας ἐναύλους
τόξον ἔχων παλάμαις ἰδὲ τριγλώχινας ὀιστούς, 640
ὄφρα κε θηρήσαιτο, πόροι δ’ ἐπὶ δόρπον ἑταίροις
ἢ σύας, ἢ πόρτιν κεραήν, ἢ ἄγριον αἶγα. (645)
τοῦ δ’ ἀφαμαρτήσαντος Ὕλας ἐξίκετο νηὸς
λάθρη ἐπισπόμενος· σκολιῇς δ’ ἀλίτησεν ἀταρποῦ
ὕλῃ ἔνι πλαγχθείς, ἐν δὲ σπέος ἤλυθε νυμφῶν 645
λιμναίων· αἳ δέ σφιν ἐσαθρήσασαι ἰόντα

κοῦρον ἔτ’ ηίθεον, κατερύκακον, ὄφρα σὺν αὐταῖς (650)
ἀθάνατός τε πέλῃ καὶ ἀγήραος ἥματα πάντα.
ἀλλ’ ὃτε πρὸς μεσάτην ἠῶ τρέπεν ὠκὲας ἵππους
Ἠέλιος, κραιπνὸς δ’ ἕξ οὔρεος ἔπνεεν οὖρος, 650
ἐν δ’ ἕπεσ’ ἀργενναῖς ὀθόναις, ἑγεγώνεε Τῖφυς
νηὸς ἔσω περάαν, θινὸς δ’ ἐκ πείσματα λῦειν· (655)
οἳ δἑ κυβερνητῆρος ἐφημοσύνῃσι πίθοντο.
Εἱλατίδης δ’ ἀνὰ πρῶνα θοῶς Πολύφημος ἔβαινεν,
ὄφρα κεν Ἡρακλῆα θοῶς ὲπὶ νῆα καλέσσαι· 655
ἀλλ’ οὔ οἱ ξύμβλητο· μολεῖν δέ οἱ οὔτι πέπρωτο
Φᾶσιν καλλίροον µένος ὄβριμον Ἡρακλῆος. (660)
Αὑτὰρ ὑπηῷοι λυγρὴν ἐπερήσαμεν αἶαν,
ἔνθ’ Ἄμυκος Βεβρύκεσσιν ὑπερφιάλοισιν ἄνασσεν·
ὅστε Πανομφαίου Ζηνὸς θέμιν οὐκ ἀλεγίζων 660
ἆθλον ἐπί ξείνοισι περικτιόνων ἀνθρώπων,
ὅστις ἐπί σταθμοὺς ἠδ’ ἀστεμφῆ δόμον ἵξοι, (665)
θήκατο πυγμαχίης ὑπερόπλου πειρηθῆναι.
τοῦ μέν ἄρ’ ἠΐστωσε βίην κρατερὸς Πολυδεύκης
τύψας ἀπροφάτως κεφαλὴν σκληροῖσιν ἱμᾶσι· 665
λαοὺς δ’ αὖ Βεβρύκων Μινύαι χαλκῷ κατένηραν.
ἔνθα δ’ ἀφορμηθέντες ὑπ’ εἰρεσίῃ τε καμόντες (670)
Βιθυνῶν μέγα ἄστυ βαθείῃ κέλσαμεν ἀκτῇ
σπεύδοντες προχοαῖς ἠδ’ ἐν νιφεταργέσιν ὕλαις
ἕσπεροι αὐλισθέντες ἐφοπλίσσαι μέγα δόρπον. 670
ἔνθα ποτ’ αἰνόγαμος Φινεὺς ὑπερήνορι θυμῷ
δοιοὺς ἐξαλάωσε γόνους, προβλῆσί τε πέτραις (675)
θηρσὶν ἕλωρ προὔθηκε γυναίων εἵνεκα φίλτρων·
τοὺς δὲ καὶ ἀσκηθεῖς καὶ ὀπωπότας αὖτις ἔτευξαν

παῖδε κλυτοῦ Βορέω· Φινεῖ δέ οἱ ὤπασαν ἄτην 675
ἀργαλέοιο κότου, φωτὸς δ’ ἀπενόσφισαν αὐγάς.
αὐτὰρ οἱ ζαμενὴς Βορέης στροφάδεσσιν ἀέλλαις (680)
ἁρπάξας ἐκύλινδε διὰ δρυμὰ πυκνὰ καὶ ὕλας
Βιστονίης, ἵνα κήρ’ ὁλοὴν καὶ πότμον ἐπίσπῃ.
Αὐτὰρ οἱ Φινῆος Ἀγηνορίδεω κατέλειπον 680
αὗλιν, ὑπὲρ μέγα λαῖτμα θαλάσσης ἐξικόμεσθα
ἀγχοῦ Κυανέαις πέτραις, ἅς μοί ποτε μήτηρ (685)
ἡμετέρη κατέλειξε περίφρων Καλλιόπεια.
οὐ γάρ οἱ ὑπάλυξις ὀιζυροῖο πόνοιο·
ἀλλὰ κραδαινόμεναι ἀνέμων ἀργῆσσιν ἀέλλαις 685
ξυμβλῆτες πίπτουσιν ἐπ’ ἀλλήλῃσιν ἰοῦσαι·
δοῦπος δ’ ἂμ πέλαγός τε καί οὐρανὸν εὐρὺν ἵκανε (690)
ῥηγνύμενοιο κλύδωνος ὀρινομένης τε θαλάσσης
κύματι παφλάζοντι· περίβρεμε δ’ ἄσπετος ἅλμη.
ἀλλ’ ἐγὼ Ἀγνιάδῃ τάδ’ ἀπὸ γλώσσης ἀγόρευσα, 690
πρύμναν ἕπι κρούειν, ὄφρ’ ἄν πεφυλαγμένος εἴη.
τοῦ δέ καί εἰσαΐοντος ἐπαχνώθη φίλον ἦτορ, (695)
ἐν στέρνοισι δὲ κεῦθεν, ἃ οἱ τελέεσθαι ἔμελλε,
μοῦνος ἀφ’ ἡρώων· ἀλλὰ γλαυκῶπις Ἀθήνη
Ἥρης ἐννεσίῃσιν ἐρωδιὸν ἦκε φέρεσθαι 695
ἄκρην ἱστοκεραίαν· ὃ δ’ ἀσχαλόων πεπότητο,
πέτραις δ’ ἐν μυχάτῃσιν ὑπὸ πτερύγεσσιν ἀερθεὶς (700)
δινήθη· ταὶ δ’ αἶψα κραδαινόμεναι ἑκάτερθεν
σύμπεσον ἀλλήλῃσι, καὶ οὐρῆς ἄκρον ἔκερσαν
ὄρνιθος· περὶ δέ σφιν ἐτώσιον ἠρείσαντο. 700
Τίφυς δ’ ἐκπροφυγόντος ἐρωδιοῦ αἰπὺν ὄλεθρον
σῖγα μὲν ἡρώεσσιν ἐκέκλετο· τοὶ δ’ ἀίοντες (705)
ἱέμενοι θοὰ κύμαθ’ ὑπ’ εἰρεσίῃσι χάρασσον.

αὐτὰρ ἐγὼ μολπῇσι παρήπαφον ἡμετέρῃσι
πέτρας ἡλιβάτους· αἳ δ’ ἀλλήλων ἀπόρουσαν. 705
κῦμα δ’ ἀνερρόχθησε· βυθὸς δ’ ὑποείκαθε νηὶ
ἡμετέρῃ πίσυνος κιθάρῃ διὰ θέσκελον ὀμφήν. (710)
ἀλλ’ ὄτε δὴ πορθμοῖο κατά στόμα καὶ διὰ πέτρας
Κυανέας ἤμειψε λάλος τρόπις, αὐτίκ’ ἄρ’ αἵ γε
βυσσόθεν ἐρριζοῦντο, καὶ ἔμπεδον αἰὲν ἔμιμνον. 710
oὕτω γὰρ Μοῖραι τάδ’ ἐπεκλώσαντο βαρεῖαι.
Καὶ τότε δὴ προφυγόντες ἀδευκέα πήματ’ ὀλέθρου (715)
Ῥηβαίου προχοὰς ἀκτὴν θ’ ἱκόμεσθα Μέλαιναν
νῆσον ὑπὲρ δολιχὴν Θυνηίδα, τῆς ἀπάτερθεν
Τέμβριος ἰχθυόεις θαλεραῖς πλημμύρεται ὄχθαις, 715
Σαγγάριός θ’, ὃς κύματ’ ἐπιτρέχει Ἀξείνοιο.
ἀλλ’ ὅτ’ ἐπ’ αἰγιαλὸν ἐπενισσόμεθ’ εἰρεσίῃσιν, (720)
ἀμφὶ Λύκοιο ῥέεθρον ἐκέλσαμεν, ᾧ ἔπι λαοῖς
κραῖνε Λύκος ποταμοῖο φερώνυμος, ὃς ῥ’ ὑπέδεκτο
ἥρωας Μινύας, ξενίῃ δ’ ἐγέρηρε τραπέζῃ, 720
φίλετο δ’ αὖ νύκτας τε καὶ ἤματα συνεχὲς αἰεί.
ἔνθα καὶ αἶσα κατέσχε καταφθίσθαι δύο φῶτας, (725)
Αἰολίδην Ἴδμωνα κυβερνητῆρά τε Τίφην.
τοῦ μὲν δὴ κατὰ σῶμα λυγρὴ ἠρείσατο νοῦσος,
τὸν δὲ κατέκτανε θήρ, σῦς ἄγριος· ἄν δ’ ἄρα τοῖοι 250
τύμβους χευάμενοι πολιὴν ἐπένισσόμεθ’ ἅλμην
Ἀγκαίῳ πίσυνοι· τὸν γὰρ φάσαν ἴδριν ἅπαντες (730)
ναυτιλίῃς σφετέρῃσι δαημοσύνῃσι κεκάσθαι.
αὐτὰρ ὃ πηδαλίων οἰήια λάζετο χερσὶ
νῆα κατιθύνων ἐπὶ Παρθενίοιο ῥέεθρα, 730
ὃν δὴ Καλλίχορόν μιν ἐπωνυμίην καλέουσιν,

ὅν τοι ἐγὼ μύθοισιν ἐνὶ προτέροισιν ἔλεξα. (735)
ἔνθεν ἄκρην προβλῆτα παραπλώσαντες ἔβημεν
γῆν ἐπὶ Παφλαγόνων τήν οἱ παράμειψε θέουσα
Ἀργώ ὑπὲρ μέγα λαῖτμα· Καραμβίην δ’ ἵκετ’ ἄκρην, 735
ᾗ ἐπί Θερμώδων χέεται Ἅλυός τε ῥέεθρον
πολλὸν ἐπ’ Αἰγιαλὸν δίνας ἁλιμυρέας ἕλκον. (740)
νέρθε δ’ ἐπιθρώσκουσι Βορειάδος ἀντίον ἄρκτου
μακρὰ Θεμισκύρης Δοιαντίδος […]
ἄγχι δ’ Ἀμαζονίδων δαμνίππων ἄστεα κεῖται, 740
καὶ Χάλυβες Τιβαρηνά τ’ ἔθνη λαοί τε Βέχειρες
μίγδην Μοσσύνοισι πέδον περιναιετάουσι. (745)
βαιὰ δ’ ἐπιπλώσαντες ἐκέλσαμεν αἰγιαλοῖσιν,
ἦχί τε Μακριέες Μαριανδυνοῖσιν ὅμουροι.
νέρθε δέ τοι Ἑλίκης δολιχὸς παρακέκλιται αὐχήν, 745
ἔνθα θ’ ὑπωρείῃσιν ἐπὶ προβλῆσι κυκλοῦνται
τηλεφανεῖς αὐλῶνες ὑπὲρ μυχὸν εὐρέα πόντου· (750)
οὗ Σίνδης ὄρος αἰπὺ καὶ εὐθαλέες λειμῶνες·
ἔνθα δ’ Ἀράξεω ρεῦμα μεγαβρεμέτου ποταμοῖο,
ἐξ οὗ Θερμώδων, Φᾶσις Τάναΐς τε ρέουσιν, 750
οὗ Κόλχων κλυτὰ φῦλα καὶ Ἡνιόχων καὶ Ἀβάσγων·
ὃν παραμειβόμενοι μυχάτοις ἐπεπλείομεν ὅρμοις (755)
Οὔρων Χιδναίων τε, Χαρανδαίων Σολύμων τε,
Ἀσσυρίων τε λεὼν τρηχύν τ’ ἀγκώνα Σινώπης,
καὶ Φίλυρας Ναπάτας τε καὶ ἄστεα πυκνὰ Σαπείρων· 755

Βύζηράς τ’ ἐπὶ τοῖσιν ἰδ’ ἄξενα φῦλα Σιγύννων.
Ἷκτο δ’ ὑπὸ πνοιαῖς ἀνέμου πλησίστιος Ἀργὼ (760)
ὄρθριος, ἐρχομένης ἠοῦς ἐπ’ ἀπείρονα κόσμον,
ἐς πέρατ’ Ἀξείνου Φᾶσιν κατὰ καλλιρέεθρον.
αὐτὰρ ἐπεὶ ποταμοῖο διὰ στόμα πρηὺ ῥέοντος 760
ἱκόμεθ’, αὐτίκα οἱ στέφανος καί τεῖχος ἐρυμνὸν
Αἰήτεω κατέφαινε καὶ ἄλσεα· τοῖς ἐνί κῶας (765)
χρύσεον ᾐώρητο χαλαζαίῃ ἐπὶ φηγῷ.
Ἀγκαῖός δ’ ἤνωγε παραιφάμενος ἐπέεσσι
λαίφεά τε στέλλειν, καὶ ἐπίκριον αὗθι χαλάσσαι 765
ἱστὸν ἀνακλίναντας, ὑπ’ εἰρεσίῃ δὲ νέεσθαι.
ὣς οἳ μὲν τὰ ἕκαστα πονείαθον· αὐτάρ Ἰήσων (770)
αὐτίκα μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
ξυνῇ τ’ ἐν Μινύῃσι διπλῆν ἀνενείκατο φωνήν,
ἢ ὅγ’ ἐπ’ Αἰήταο μόλοι δόμον οἶος ἀπ’ ἄλλων, 770
μειλιχίοις στέρξοι τε παραιφάμενος ἐπέεσσιν,
ἠὲ μεθ’ ἡρώεσσι, καὶ ἐς μόθον αὐτίκα λεύσσοι. (775)
ἀλλ’ οὔ οἱ Μινύῃσιν ἐφήνδανε πᾶσι νέεσθαι·
δεῖμά δ’ ἐνὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη
ἀμβολίην θ’, ἵνα οἷ τελέσῃ, τάπερ αἶσα γενέσθαι. 775
ὦκα δ’ ἄρ’ οὖλον ὄνειρον ἀπ’ οὐρανοῦ ἦκε φέρεσθαι
ἐς δόμον Αἰήταο. συθεὶς δ’ ὄγε δεῖμα πέλωρον (780)
ἔσκηψεν βασιλῆι περὶ φρένας, ὃς ῥά τ’ ἔδοξε
παρθένου, ἣν ἀτίταλλεν ἐνὶ μεγάροισιν ἐοῖσι,
Μηδείης κόλποισιν ἐν ἱμερτοῖσι συθῆναι 780

ἀστέρα παμφανόωντα δι’ ἠερίοιο πορείης.
ἣ δ’ ἐπεὶ ἐν πέπλοισι λάβεν κεχαρηότι θυμῷ, (785)
ἦκε φέρουσ’ εἰς χεύματ’ εὐρρείτου ποταμοῖο
Φάσιδος· ἀστέρα δ’ αἰnὸn ἀναρπάξαντα ῥεέθρῳ
οἴχεσθαι πόντοιό δι’ Ἀξείνοιο φέροντα. 785
ταῦτά δ’ ἐσαθρήσας δολίου ἐξέσσυτο ὕπνου
ἀπροφάτως, στυγερὸν δὲ περὶ φρένας ἵκετο δεῖμα· (790)
ἆλτ δ’ ἄρ’ ἐξ εὐνῆς· δμωσὶν δέ οἱ ὦκ’ ἐπέτελλεν
ἵππους ἐντύνειν, ὑπὸ δε ζεύξασθαι ἀπήνην,
ὄφρα κε μειλίξαιτο κιὼν ἐπὶ ῥεῖθρον ἐραννὸν 790
Φᾶσιν δινήεντα σὺν ἐνδαπίαις μίγα νύμφαις,
ψυχάς θ’ ἡρώων, ὅσσαι τ’ ἐπὶ ῥεῖθρον ἄμειβον. (795)
θυγατέρας δ’ ἔκλῃζε θυώδεος ἐκ θαλάμοιο,
Χαλκιόπην σὺν παισίν ἀποφθιμένου Φρίξοιο
ἠδ’ ἁπαλὴν Μήδειαν ἀριπρεπὲς εἶδος ἔχουσαν, 795
παρθένον αἰδοίην, ὄφρ’ ἂν συνέποιτο κίοντι·
Ἄψυρτος δ’ ἀπάνευθε δόμους ναίεσκε πόληος. (800)
ἅρμα δ’ ἐπὶ χρύσειον ἔβη μίγα θυγατέρεσσιν
Αἰήτης, τὸν δ’ αἶψα διὲκ πεδίου φέρον ἵπποι
χεῖλος ὑπὲρ ποταμοῦ δονακώδεος, ἔνθα περ αἰεὶ 800
εὐχωλὰς ῥείθροισι καὶ ἱερὰ καλὰ κόμιζε.
κείνῃσιν δ’ ὄχθῃσιν ὑπόδρομος ἤλυθεν Ἀργώ. (805)
τήν ῥα τότ’ Αἰήτης εἰσέδρακεν, ἐν δ’ ἄρα πολλοὺς
ἑξείης ἥρωας ὁμιλαδὸν ἑδριόωντας,
ἀθανάτοις ἰκέλους· περὶ γὰρ οἱ τεύχεα λάμπε. 805
τοῖσί δ’ ἄρ’ ἐν πάντεσσι μετέπρεπε δῖος Ἰήσων.
Ἥρῃ γὰρ περὶ πάμπαν ἐτίετο, καί οἱ ἔδωκε (810)
κάλλος τε μέγεθός τε καὶ ἠνορέην ὑπέροπλον.

ἀλλ’ ὅτε δὴ σχεδὸν ὄντες ἐπ’ ἀλλήλοις βάλον ὄσσε,
Αἰσονίδης Μινύαι τε περὶ φρένα παχνώθησαν. 810
πρόσθε γὰρ Αἰήτης μὲν ἐφ’ ἅρματος ἠέλιος ὣς
λάμπετο μαρμαρυγῇσι πέριξ χρυσέων ἀπὸ πέπλων· (815)
ἀμφὶ δέ οἱ στεφάνη κεφαλὴν ἔχε θυσσανόεσσα
ἀκτῖσι φλογέαις· σκῆπτρόν δ’ ἐν χερσὶν ἐνώμα
ἀστεροπαῖς ἴκελον· δοιὼ δ’ ἑκάτερθεν ἑήσθην 815
θυγατέρες· ταῖς γάρ οἱ ἀγαλλόμενος πεφόρητο.
σμερδνὸν ὑπ’ ὀφθαλμοῖσι δ’ ἐσέδρακε νηὶ πελασθείς, (820)
καί οἱ ἀπὸ στηθέων βριαρὴν ἀνενείκατο φωνὴν
δεινὸν ὁμοκλήσας· μέγα δ’ ἀμφιάχων ἐγεγώνει·
Φράζετον, οἵτινες ἐστέ, τί δὲ χρέος ὔμμας ἱκάνει, 820
ἔκ πoθεν ἐλδομένοισι Κυταιίδα γαῖαν ἀμεῖψαι,
οὐδ’ ἄρ’ ἐμὴν ἀλέγοντες ἀνακτορίην πεφόβησθε, (825)
οὐδὲ λεών, σκήπτροις ἐπιήρανον ἡμετέροισι,
Κόλχων, οἵ καὶ Ἄρηι δορυσσόῳ εἰσὶν ἀτειρεῖς,
ἐς μόθον ἱεμένοις εὖ εἰδότες ἶφι μάχεσθαι. 825
Ὥς ἔφαθ’ οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Αἰσονίδῃ δ’ ἄρα θάρσος ἐνὶ πραπίδεσσιν ὄπασσεν (830)
Ἥρη πρέσβα θεά· μέγα δ’ ἀντιάχων ἐγεγώνει·
Οὔτε τι ληιστῆρες ἱκάνομεν, οὔτε τιν’ ἄλλιν
γαῖαν ἐπιστρωφῶντες ἐγείρομεν ὕβριος αἴσῃ 830
ἔργ’ ἄδικ’ ἀνθρώποισιν, ἃ δὴ πολέες μεμάασι
τετλάμεν ἐν βιοτῇ κέρδους ἕνεκα σφετέροιο. (835)
ἀλλά μοι ἆθλον ἔταξε Ποσειδῶνος φίλος υἱός,
πατροκασίγνητος Πελίης, χρύσεον ποτὶ κῶας
λαζομένους ἀφικέσθαι ἐυκτιμένην ἐς Ἰωλκόν. 835

οὐδέ τί οἱ νώνυμνοι ἐμοὶ ἐρίηρες ἑταῖροι·
οἳ μὲν γὰρ μακάρων, οἳ δ’ ἡρώων γένος ἐσμέν. (840)
οὐδέ τί οἱ πολέμων ἀδαήμονες οὐδὲ μόθοιο·
ξεῖνοι δ’ εὐχόμεθ’ εἶναι ἐφέστιοι, ὥς ἄμεινον.
Ὥς φάτο· τοῦ δ’ ἄρα θυμὸς ὀρίνετο ἴσος ἀέλλῃ, 840
Αἰήτεω, καὶ σμερδνὸν ἐσέδρακεν ὀφθαλμοῖσι
φρικτὸν ἐφ’ ἡρώεσσι δόλον καί μῆτιν ὑφαίνων. (845)
ὀψὲ δὲ οἱ Μινύαις τοίην ἀνενείκατο φωνήν·
Εἰ μὲν δὴ Κόλχοισιν ἀρηιφάτοισιν ἐσάντα
μαρναμένοις ἐπιθεῖσθον, ἀποφθίσειν μένος ἄνδρας 845
ἐλπεσθ’ οὐ γὰρ ἀδήριτον γέρας ἔσσεται ὑμῖν,
κῶας ἀειρομένους ἰέναι πρὸς πατρίδα γαῖαν. (850)
εἰ δὲ νυ παῦροι ἐόντες ὑποκλίνοιτε φάλαγγι
ἡμετέρῃ, τότε νῆα καταφθιμένοισι κεάσσει.
εἰ δέ κέ μοι πείθοισθε, τὸ καὶ πολὺ κέρδιόν ἐστι, 850
κρίναντες τὸν ἄριστον, ἢ ὃς βασιλεύτερός ἐστιν,
ὄφρα κε πειρηθεὶς ἀέθλων, οὓς αὐτὸς ἐνίσπω, (855)
κῶας ἕλῃ χρύσειον· ὃ καὶ γέρας ἔσσεται ὑμῖν.
Ὥς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δ’ ἄρ’ ὀπίσσω
βῆσαν ἐπειγόμενοι, Μινύαις δ’ ἄχος ἔπλετο θυμῷ, 855
καί ῥα τόθ’ Ἡρακλῆος ἔχον πόθον· οὐ γὰρ ἔμιμνον
ἔθνος ἀμαιμάκετον Κόλχων καὶ θούριον Ἄρην. (860)
Νῦν δέ σοι, ὦ Μουσαῖε, παραδρομάδην ἀγορεύσω,
οἷά περ αἰνόμοροι Μινύαι πάθον, ἠδ’ ὅσ’ ἔρεξαν,
ὥς τ’ ἄψορρος ὄρουσ’ ἐκ δώματος Αἰήταο 860
Ἄργος ἐυμμελίης, Φρίξου πάις, ὅν ῥά τ’ ἔτικτε
Χαλκιόπη — τῷ γὰρ παρελέξατο πατρὸς ἐν οἴκῳ, (865)
ἡνίχ’ ὑπὲρ νώτων κριοῦ Κόλχοισι πελάσθη —
ἀγγέλλων Μινύῃσιν, ἃ δὴ τελέεσθαι ἔμελλε

σφῇσιν ἀτασθαλίῃσι πολυφθόρου Αἰήταο· 865
ἠδ’ ὡς παρθενίοις αὐτoῦ φίλτροισι δαμάσθη
αἰνόγαμος Μήδεια θεᾶς Ἥρης διὰ βουλάς — (870)
ἐν δί οἱ ἵμερον ὦρσεν ἐρωτρόφος Κυθέρεια,
ἦκε δ’ ἄρ’ ἰὸν ὑπὸ σπλάγχνοις δασπλῆτις Ἐριννύς —
ὥς τε βόας ζεύγλῃσι δαμάσσατο πῦρ πνείοντας, 870
τετραγύῳ θέμενος σπόρον αὔλακι, τόν ῥ’ ἐκόμισσε
Φρίξος ἐυμμελίης, ὅτ’ ἔβη δόμον Αἰήταο, (875)
ἔδνον Ἐνυαλίοιο δρακοντείων ἀπ’ ὀδόντων·
ἠδ’ ὡς δυσμενέων σπαρτῶν στάχυν ἐξενάριξεν
αὐτοφόνῳ παλάμῃ, ὥς τ’ ἀγλαὸν ἤρατο κῦδος 875
Αἰσονίδης· ὥς τ’ ἦλθε διὲκ μεγάρων λελαθοῦσα
λῖτι καλυψαμένη ἑανῷ διὰ νύκτερον ὄρφνην (880)
παρθένος αἰνολεχής — πέρι γάρ ῥα ἑ τεῖρον ἔρωτες
νηὸς ἐπ’ Ἀργώης πελάσαι, καὶ πότνι’ ἀνάγκη —
οὔ τιν’ ὀπιζομένη, πατρὸς χόλον οὐκ ἀλέγουσα. 880
ἠδ’ ὡς ἀμφιπλακεῖσα περιπτύξασά τε μορφὰς
στέρνα τε μαιμώωσα κύσεν χάριέν τε πρόσωπον (885)
δάκρυσι πλημμύρουσα γενειάδας· οὐδέ τιν’ αἰδῶ
ἔσχε πόθων ἥρωος, ἐλαυνομένη δ’ ὑπό φίλτρων
παρθενίην ἔρριψε γάμων τ’ εὐήνορα θεσμόν· 885
ἄλλα τε καὶ μάλα πολλά, τά θ’ ὕστερον αὖτις ἀκούσῃ.
Ἀλλ’ ὄτε δὴ Μήδεια λίπεν δόμον Αἰήταο (890)
λαθριδίη καὶ νηὸς ἐφ’ ἡμετέρης ἐπελάσθη,
δή τότε οἱ κατὰ θυμὸν ἐμηδόμεθ’, ὄφρα μολόντες
ἀμφ’ ἱερῆς φηγοῖο δέρας χρύσειον ἕλωμεν. 890
ῥάστα περὶ φρεσὶ δ’ ᾗσι δοκεύομεν, οὐδέ τις ἡμέων
ἔγνω μόχθον ἄελπτον· ἐφέσπετο γὰρ μέγα ἔργον (895)
πᾶσιν ἐφ’ ἡρώεσσι, κακῶν δ’ ἀνεφαίνετο πυθμήν.

πρόσθε γὰρ Αἰήταο δόμων ποταμοῖό τ’ ἐραννοῦ,
ἐννέ’ ἐπ’ ὀργυιῶν ἕρκος περιμήκετον ἄντην 895
φρουρεῖται πύργοισι καὶ εὐξέστοισι μύδροισιν,
ἑπτὰ περὶ στεφάνοισι κυκλούμενον. ἐν δ’ ἄρα τρισσαὶ (900)
χαλκήρεις πύλαι εἰσὶ πελώριοι· ἐν δ’ ἄρα τῇσι
τεῖχος ἐπιθρώσκει, πέρι δ’ αὖ χρύσειαι ἐπάλξεις.
αὐτάρ ἐπὶ σταθμοῖο πυλῶν τηλώπις ἄνασσα 900
ἱστάνει αἰθύσσουσα πυρὸς σέλας, ἥν τέ νυ Κόλχοι
Ἄρτεμιν ἐμπυλίην κελαδοδρόμον ἱλάσκονται, (905)
δεινὴν ἀνθρώποισιν ἰδεῖν, δεινήν τ’ ἐσακοῦσαι,
εἰ μή τις τελετὰς πελάσει καὶ θύσθλα καθαρμῶν,
ὅσσα περ ἀρήτειρα καθάρματα μύστις ἔκευθεν, 905
αἰνολεχὴς Μήδεια, Κυταιιάσιν μίγα κούραις.
οὐδέ τις ἐνδοτέρω κείνην ὁδὸν εἰσεπέρησεν (910)
ἐνδάπιος ξεῖνός τε βροτῶν ὑπὲρ οὐδὸν ἀμείψας·
εἴργει γὰρ πάντῃ δεινὴ θεός ἡγεμόνεια,
λύσσαν ἐπιπνείουσα πυριγλήνοις σκυλάκεσσιν. 910
ἐν δέ σφιν πυμάτῳ μυχῷ ἕρκεος ἄλσος ἀμείβει
δένδρεσιν εὐθαλέεσσι κατάσκιον, ᾧ ἔνι πολλαὶ (915)
δάφναι τ’ ἠδὲ κράνειαι ἰδ’ εὐμήκεις πλατάνιστοι·
ἐν δέ πόαι ῥίζῃσι κατηρεφέες χθαμαλῇσιν,
ἀσφόδελος, κλύμενός τε, καὶ εὐώδης ἀδίαντος, 915
καὶ θρύον ἠδὲ κύπειρον ἀριστερεών τ’, ἀνεμώνη
ὅρμινόν τε καὶ εἰρύσιμον, κυκλαμίς τε θεώδης, (920)
στοιχὰς παιονίη τε πολύκνημόν τε κάτερνες,
μανδραγόρης πόλιόν τ’· ἔπι δὲ ψαφαρὸν δίκταμνον
εὔοδμος τε κρόκος καὶ κάρδαμον· ἐν δ’ ἄρα κῆμος, 920

σμίλαξ ἠδὲ χαμαίμηλον μήκων τε μέλαινα,
ἀλκείη καὶ πάνακες, καὶ κάρπασον ἠδ’ ἀκόνιτον· (925)
ἄλλα τε δηλήεντα κατὰ χθόνα πολλὰ πεφύκει.
μέσσον δ’ ἠερόμηκες ἐπὶ στύπος ἄλσεϊ πολλῷ
ἤπλωται φηγοῖο, πέριξ κλαδόνεσσιν ἐραννόν. 925
ἔν δ’ ἄρα οἷ χρύσειον ἐπικρέματ’ ἔνθα καὶ ἔνθα
ὅρπηκος ταναοῖο δέρας, τό οἱ ἀμφιδοκεύει (930)
δεινὸς ὄφις, θνητοῖς ὀλοὸν τέρας, οὐ φατὸν εἰπεῖν·
χρυσέαις γὰρ φολίδεσσιν ἐθείρεται, ἐν δ’ ἄρα πρέμνον
ἀπλήτοις ὁλκοῖσι φορεύμενος ἀμφιπολεύει, 930
σῆμα χαμαιζήλοιο Διός, ποτὶ κῶας ἀμείβων·
φρουραῖς δ’ ἀκμήτοις ἐπιμαίεται ἄμμορος ὕπνου (935)
γλαυκοῖς ἀμφ’ ὅσσοισιν ἀναιδέ’ ἄκανθαν ἑλίσσων.
Αὐτὰρ ἐπεὶ κλύομεν τόδ’ ἐτήτυμον, ὡς ἐτέτυκτο,
ἀμφί τε Μουνυχίης Ἑκάτης φρουρῆς τε δράκοντος, 935
πάνθ’ ὅσα οἱ κατέλειξεν ἀριφραδέως Μήδεια,
διζόμεθ’ οἶμον ἄελπτον ὀιζυροῖο πόνοιο, (940)
ὣς κέ οἱ Ἀγροτέρην μειλιξάμενοι πεπίθοιμεν,
ἠδ’ ὡς θῆρα πέλωρον ἱκοίμεθα, τόφρ’ ἀνελόντες
δέρμ’ ἀπονοστήσαιμεν ἑὴν ἐς πατρίδα γαῖαν. 940
Καί τότε δὴ μετὰ πᾶσιν ὁμόκλεεν ἡρώεσσι
Μόψος — ὃ γάρ τ’ ἐδάη σφῇσιν τάδε μαντοσύνῃσιν — (945)
ὄφρ' ἐμὲ γουνάσσωνται, ἐπιστείβουσι οἱ ἔργον
Ἄρτεμιν ἱλεῖσθαι, θέλξαι δ’ ὑπερήνορα θῆρα.
ὣς οἵ μέν λίσσοντο περισταδόν· αὐτὰρ ἔγωγε 945
Αἰσονίδην ἐκέλευσα δύω θ’ ἅμα τε φῶτε κραταιώ,

Κάστορά θ’ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, (950)
Μόψον τ’ Ἀμπυκίδην ἰέναι πρὸς τέρματα μόχθου.
αὐτάρ ἐμοὶ Μήδεια συνέσπετο μούνη ἀπ’ ἄλλων.
ἡνίκα δ’ εἰς σηκοὺς ἱκόμην ζάθεόν τε θεράπνην, 950
χώρῳ ἐπὶ πλακόεντι βόθρον τρίστοιχον ὄρυξα,
φιτρούς τ’ ἀρκεύθοιο καὶ ἀζαλέης ἀπὸ κέδρου (955)
ράμνου τ’ ὀξυτέροιο πολυκλαύτων τ’ αἰγείρων
ὦκα φέρων νήησα πυρὴν ἔντοσθε βόθροιο.
πολλὰ δέ μοί φέρε φάρμακ’ ἐπισταμένη Μήδεια 955
φωριαμῶν ἀνελοῦσα θυώδεος ὑπ’ ἐξ ἀδύτοιο.
αὐτίκα δ’ οὐλοπλάσμαθ’ ἐπὶ πλεκταῖς ἐπονεύμην, (960)
ἐν δὲ πυρῇ ἐνέβαλλον ἰδ’ ἔντομα θύματ’ ἔρεζον
σκύμνους παμμέλανας σκυλάκων τρισσοὺς ἱερεύσας.
αἵματι δ’ αὖ χάλκανθον ἰδὲ στρούθειον ἔμιξα 960
κνῆκόν τεν σχιστήν, ἔπι ετ ψύλλειον ἀηδὲς
ἄγχουσάν τ’ ἐρυθρὴν ἰδὲ χάλκιμον. αὐτάρ ἔπειτα (965)
νηδύας ἐμπλήσας σκυλάκων φιτροῖς ἐπέθηκα·
ὕδατι δ’ αὖ μίξας λοιβὰς χεόμην περὶ βόθρον,
ὄρφνινά θ’ ἑσσάμενος φάρη καὶ ἀπεχθέα χαλκὸν 965
κρούων ἐλλισάμην. αἳ δ’ ὀτραλέως ὑπάκουσαν
ῥήξασαι κενεῶνας ἀμειδήτοιο βερέθρου (970)
Τισιφόνη τε καὶ Ἀληκτώ καὶ δῖα Μέγαιρα
πεύκαις ἀζαλέαις φόνιον σέλας αἰθύσσουσαι.
καίετο δ’ αὐτίκα βόθρος, ἐπεσμαράγει δ’ ὀλοὸν πῦρ· 970
λιγνὺς δ’ αἰθαλόεσσα χύθη περιμηκέϊ καπνῷ.
αὐτίκα δ’ ἐξ Ἀίδαο διὰ φλογὸς ἠγέρθησαν (975)

δειναὶ θαμβήτειραι, ἀπηνέες, ἀπροσόρατοι.
ἣ μὲν γὰρ δέμας ἔσχε σιδήρεον, ἣν καλέουσι
Πανδώρην χθόνιοι· σὺν δ’ αἰολόμορφος ἵκανε, 975
τρισσοκέφαλος ἰδεῖν, ὀλοὸν τέρας, οὔτι δαϊκτόν,
Ταρταρόπαις Ἑκάτη· λαιοῦ δ’ ἄρ’ ἐπέσσυτο ὤμου (980)
ἵππος χαιτήεις, κατὰ δεξιὰ δ’ ἦεν ἀθρῆσαι
λυσσώπις σκυλάκη, μέσση δὲ ὄφις συαγριόμορφος·
χερσὶν δ’ ἀμφοτέραις ἔχεν ἄορα κωπήεντα. 980
ἐγκύκλιαι δ’ εἰλεῦντο πέριξ βόθρον ἔνθα καὶ ἔνθα
Πανδώρη Ἑκάτη τε, συνεσσεύοντό δὲ Ποιναί. (985)
ἐν δ’ ἄφαρ Ἀρτέμιδος φρουρὸν δέμας ἦκε χαμᾶζε
πεύκας ἐκ χειρῶν, ἐς δ’ οὐρανὸν ἤραρεν ὄσσε.
σαῖνόν δὲ σκύλακες πρόπολοι, λύοντο δ’ ὀχῆες 985
κλείθρων ἀργαλέων, ἀνὰ δ’ ἔπτατο καλὰ θύρετρα
τείχεος εὐρυμενοῦς, ὑπεφαίνετο δ’ ἄλσος ἐραννόν. (990)
αὐτάρ ἐγὼν ὑπὲρ οὐδὸν ἔβην· τῆμός δέ τε κούρη
Αἰήτεω Μήδεια, καὶ Αἴσονος ἀγλαὸς υἱὸς
Τυνδαρίδαι τ’ ἤπειγον ὁμοῦ, σὺν δ’ ἕσπετο Μόψος. 990
ἀλλ’ ὅτε δὴ σχεδόθεν κατεφαίνετο φηγὸς ἐραννὴ
κρηπίς τε ξενίοιο Διὸς καὶ βώμιος ἔδρη, (995)
ἔνθα δράκων ὁλκοῖσιν ὑπὸ ἀπλήτοισιν ἑλιχθεὶς
δινεύων ἀνάειρε κάρη βλοσυρόν τε γένειον,
ν δ’ ὀλοόν σύριξ’· ἐπὶ δ’ ἔβραχεν ἄσπετος αἰθήρ· 995
δένδρεα δ’ ἐσμαράγησε κραδαινόμεν’ ἔνθα καὶ ἔνθα
πρυμνόθεν ἐκ ῥίζης· ἰάχησ δὲ σύσκιον ἄλσος. (1000)
αὐτὰρ ἑμ’ ἠδ’ ἑταίρους τρόμος ἔλλαβε, νόσφι δὲ μούνη
Μήδει’ ἐν στέρνοισιν ἀκαμπέα θυμὸν ἐνώμα·
δρέψατο γὰρ παλάμῃσι λυγρῶν ἀποθρίσματα ῥιζῶν. 1000
καὶ τότ’ ἐγὼ φόρμιγγος ἐφήρμοσα θέσκελον ὀμφήν,

κλάγξας δ’ ἐξ ὑπάτης χέλυος βαρυηχέα φωνὴν (1005)
σιγαλέην ἄφθεγκτον ἐμοῖς ὑπὸ χείλεσι πέμπον.
κλῇξα γὰρ ὕπνον ἄνακτα θεῶν πάντων τ’ ἀνθρώπων,
ὄφρα μολὼν θέλξειε μένος βριαροῖο δράκοντος. 1005
ῥίμφα δέ μοι ὑπάκουσε, Κυταιίδα δ’ ἷκτ’ ἐπί γαῖαν·
κοιμήσας δ’ ὅγε φῦλα πανημερίων ἀνθρώπων (1010)
καὶ ζαμενεῖς ἀνέμων πνοιὰς καὶ κύματα πόντου
πηγάς τ’ ἀενάων ὑδάτων ποταμῶν τε ῥέεθρα
θῆράς τ’ οἰωνούς τε τά τε ζώει τε καὶ ἕρπει 1010
εὐνάζων ἤμειψεν ὑπὸ χρυσέαις πτερύγεσσιν.
ἷξε δ’ ἐπὶ στυφελῶν Κόλχων εὐανθέα χῶρον· (1015)
κῶμά δ’ ἄφαρ κατέμαρψε πελωρίου ὄσσε δράκοντος
ἰσοπαλὲς θανάτῳ· δολιχὴν δ’ ἀμφ’ αὐχένι δειρὴν
θῆκε καρηβαρέων φολίσιν. θάμβησε δ’ ἰδοῦσα 1015
αἰνόποτμος Μήδεια, καὶ Αἴσονος ἀγλαὸν υἷα
ἧκ’ ἐπιθαρσύνουσα θοῶς πρέμνοιο λαβέσθαι (1020)
κῶας χρυσεόμαλλον· ὃ δ’ οὐκ ἀπίθησεν ἀκούσας·
αὐτὰρ ἀειράμενος δέρας ἄπλετον ἷκτ’ ἐπὶ νῆα.
Ἥρωες Μινύαι μέγ’ ἐγήθεον, ἂν δ’ ἅρα χεῖρας 1020
ἀθανάτοις ἤειραν, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
ὣς οἳ μὲν περὶ κῶας ὁμίλεον· αἶψ δ’ Αἰήτης (1025)
ἀμφιπόλων ἤκουσεν ἀποιχομένην Μήδειαν.
ὦκα δ’ ἄρ’ Ἀψύρτῳ ἐπετέλλετο λαὸν ἀγεῖρειν,
μαστεύειν δ’ ἄρα παῖδα κασιγνήτην καὶ ὅπατρον· 1025
ἀλλά οἱ ὠκὺς ἔπειγε παρὰ προχοὰς ποταμοῖο
ἐς λόχον ἡρώων, ἔκιχεν δ’ ἄρα παρθένον αἰνήν. (1030)
νὺξ δέ οἱ ἀστροχίτων μέσσην παράμειβε πορείην·
ἐκ δ’ ἐτελεῖτο δόλος στυγερὸς καὶ κῆρες ἀιδναὶ
Μηδείης ὑπ’ ἔρωτος ἀγακλυτοῦ Ἀψύρτοιο, 1030
ὅν ῥα κατακτείναντες ἐπὶ προχοὰς μεθέηκαν
ὀρνυμένου ποταμοῖο· φέρεν δ’ ὄγε κύματι κραιπνῷ. (1035)

θεινόμενον δίναις δ’ ἐς κῦμ’ ἁλὸς ἀτρυγέτοιο
κέλσεν ὑπέρ νήσων, Ἀψυρτίδας ἂς καλέουσιν.
ἀλλά οἱ οὔτι λάθον Δι’ ἐπόψιον οὐδὲ θέμιστας. 1035
αὐτὰρ ἐπεὶ νηὸς μὲν ἔσω κίον, ἐκ δ’ ἑκάτερθεν
ὄχθης πείσματ’ ἔκοψαν, ὑπ’ εἰρεσίαις θοῇσι (1040)
πλεῖον ἐπειγόμενοι ποταμοῦ τόμον· οὐδέ κατ’ ἰθὺ
πόντον ἐπ’ ἰχθυόεντα διὰ στόμα Φάσιδος εὐρὺ
ἱέμεθ’· ἀμπλακίῃ δὲ φορεύμεθα πολλόν ὀπίσσω 1040
αἰὲν ἀναπλείοντες· ἐλείπετο δ’ ἄστεα Κόλχων
ἀφραδέσιν Μινύαις, δνοφερὴ δέ τε ἄμφεχεν ὄρφνη. (1045)
αὐτὰρ ἐπειγόμενοι θέομεν ῥόον ἀφραδίῃσι
μεσσάτιοι πεδίοιο· βροτοὶ δέ μιν ἀμφινέμονται
Γυμνοί, Βουονόμαι τε καὶ Ἄρκυες ἀγροιῶται 1045
Κερκετικῶν τ’ ἀνδρῶν φῦλον Σινδῶν τ’ ἀγερώχων,
οἳ νάσσσαντο μεσηγὺ Χαρανδαίων αὐλώνων (1050)
Καυκάσιον παρὰ πρῶνα διὰ στεινῆς Ἐρυθείης.
Ἀλλ’ ὅτ’ ἀπ’ ἀντολίης ἐφάνη τερψίμβροτος ἠώς,
ποιανθεῖ νήσῳ προσεκέλσαμεν· ἔνθα τε δισσὰ 1050
χεύμασιν ἀπλήτοισι περισχίζουσι ῥέεθρα,
Φᾶσις τ’ εὐρυμενὴς ἀκαλαρρείτης τε Σαράγγης· (1055)
τόν ῥα πλημμύρουσα διὰ χθονὸς εἰς ἅλα πέμπει
Μαιῶτις καναχηδὸν ἐλειονόμου διά ποίης.
καί τόθ’ ὑπ’ εἰρεσίῃ πλέομεν διὰ νύκτα καὶ ἧμαρ· 1055
δισσαῖς δὲ τρομερῇσι Βοὸς πόρον ἐξικόμεσθα,
λίμνης ὄντα μεσηγύ, βοοκλόπος οὗ ποτε Τιτὰν (1060)
ταύρῳ ἐφεζόμενος βριαρῷ πόρον ἔσχισε λίμνης.
καί ῥα πανημερίῃσι πονεύμενοι εἰρεσίῃσι

Μαιώτας πρώτους ἀφικάνομεν ἁβροχίτωνας· 1060
ἠδέ Γελωνὸν ἔθνος Βαθυχαίτων τ’ ἄπλετα φῦλα
Σαυρομάτας τε Γέτας τε καὶ Ὑλαίους Κέκρυφάς τε (1065)
Ἄρσωπάς τ’ Ἀριμασπά τ’ ἔθνη, πολυπήμονα λαόν,
ὧν περιναιετάει γενεὴ Μαιώτιδα λίμνην.
αὐτάρ οἱ Μινύῃσι δύην ἀμέγαρτον ἔθηκαν 1065
ἀθάνατοι, πύματόν δὲ βρυχὸς διαμείψαμεν ὕδωρ·
ὄχθαις δὲ χθαμαλῇσιν ἀποβλύει αἰπὺν ὄλεθρον (1070)
ῥοίζῳ ἐλαυνομένη. καναχῇ δέ τοι ἄσπετος ἅλμη
ἀρκτῴοις περάτεσσιν ἐπέρχεται Ὠκεανόνδε·
τῇ ῥα τόθ’ ἁρπαχθεῖσα διὰ στόματος κίεν Ἀργώ. 1070
ἐννέα μὲν νύκτας τε καὶ ἤματα μοχθίζοντες (1075)
λείπομεν ἔνθα καὶ ἔνθα βροτῶν ἀγχήρεα φῦλα,
Πακταίων, Ἀρκτίων τε γένος Λελίων τ’ ἀγερώχων,
τοξοφόρους τε Σκύθας, Ἄρεος πιστοὺς θεράποντας,
Ταύρους τ’ ἀνδροφάγους, οἳ ἀμειδέα θύσθλα φέρουσι 1075
Μουνυχίῃ, βροτέῳ δ’ ἐπιδεύεται αἵματι κρητήρ· (1080)
ἄνδρας Ὑπερβορέους, Νομάδας καὶ Κάσπιον ἔθνος.
αὐτάρ ἐπεὶ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,
Ῥιπαίους αὐλῶνας ἐκέλσαμεν, ἔκ δ’ ἄφαρ Ἀργὼ
ἤι’ ἐπιπροθέουσα διὰ στεινοῖο ῥεέθρου, 1080
ἔμπεσε δ’ Ὠκεανῷ· Κρόνιον δέ ἑ κικλῄσκουσι (1085)
πόντον Ὑπερβόρεοι μέροπες νεκρήν τε θάλασσαν.
οὐκέτι δὲ προφυγεῖν ἐδοκεύομεν αἰπὺν ὄλεθον·
εἰ μὴ ἄρ’ ὁρμαίνουσαν ὑπὸ κρατερῇφι βίῃφι
νῆα μολεῖν ἴθυν’ ἐπὶ δεξιὸν αἰγιαλοῖο 1085

Ἀγκαῖος ξεστοῖσι πιθήσας πηδαλίοισιν. (1090)
ἣ δ’ ἔθορεν δισσῇσι βιαζομένη παλάμῃσιν·
ἀλλ’ ὅτε δὴ μογερῇσιν ἐδαμνάμεθ’ εἰρεσίῃσι,
χεῖρες δ’ οὐκέτ’ ἔμιμνον, ἀκηχέμενοι δὲ φίλον κῆρ
πήχεας ἀμπλέξαντες ἐνηρείσαντο μέτωπα 1090
ἱδρῷ ἀποψύχοντε· κέαρ δέ τε τείρετο λιμῷ. (1096)
Ἀγκαῖός δ’ ἐξᾶλτο καὶ ἄλλους πάντας ὄτρυνεν
ἥρωας μαλακοῖσι παραιφάμενος ἐπέεσσιν.
οἳ δ’ ἐπεὶ οὖν τέναγός τε […]
βάντες ὑπὲρ τοίχων ἄλαδε σφυρὰ κοῦφα βάλοντο. 1095
ὦκα δ’ ἄρ’ ἀρτήσαντο πολυστρέπτοισι κάλωσι (1101)
πρύμνης ἐξ ὑπάτης δολιχὴν μήρινθα βαλόντες
Ἄργος τ’ Ἀγκαῖός τε, καὶ ἀρχὰς δῶκαν ἑλέσθαι
ἡρώσιν. τοί δ’ αἶψα δι’ αἰγιαλοῖο θέοντες
σῦρον ἐπειγόμενοι· σὺν δ’ ἕσπετο ποντοπόρος νηῦς 1100
τέμνουσ’ ὑγρὰ κέλευθα παρ’ ἀξέστοις κροκάλῃσιν. (1106)
οὐ γάρ οἱ λιγὺς οὖρος ὑπὸ πνοιῇσιν ὄρινε
βυκτάων ἀνέμων κεινὴν ἅλα· κωφὰ δὲ πόντος
κεῖθ’ ὑπένερθ’ Ἑλίκης καὶ Τηθύος ἔσχατον ὕδωρ.
αὐτὰρ ἐπεὶ ἕκτη φαεσίμβροτος ἤλυθεν ἠώς, 1105
ἔθνος ἐς ἀφνειὸν καὶ πλούσιον δ’ ἐξικόμεσθα (1111)
Μακροβίων, οἳ δὴ πολέας ζώουσ’ ἐνιαυτούς.
δώδεκα χιλιάδας μηνῶν ἑκατονταετήρων
πληθούσης ἥβης χαλεπῶν ἔκτοσθεν ἁπάντων·
αὐτὰρ ἐπὴν ἥβης τὸ πεπρωμένον ἐξανύσωσιν, 1110
ὕπνῳ ὕπο γλυκερῷ θανάτου μάρπτουσι τελευτήν. (1116)

οὐδ’ ἄρα τοῖσι μέλει βίοτος καί ἔργ’ ἀνθρώπων,
ποίαις δ’ ἐν μεσάταις μελιηδέα φορβάν νέμονται
ἔρσῃ ὑπ’ ἀμβροσίῃ θεῖον ποτὸν ἐξαρύοντες,
πάντες ὁμῶς στίλβοντες ὁμηλικίην ἐρατεινήν. 1115
μειλιχίη δέ οἱ αἰὲν ἐπ’ ὀφρύσι νεῦσε γαλήνη (1121)
παίδεσιν ἠδὲ τοκεῦσιν, ἐπιφροσύνη δὲ νόοιο
αἴσιμά τε ῥέζειν πεπνυμένα τ’ ἐξαγορεύειν.
καὶ τοὺς μέν ῥ’ ἀθρόους παραμείβομεν αἰγιαλόνδε
ποσσὶν ἐπιστείβοντες, ἔπειτα δὲ Κιμμερίοισι 1120
νῆα θοὴν ἐπάγοντες ἱκάνομεν, οἵ ῥά τε μοῦνοι (1126)
αἴγλης ἄμμοροί εἰσι πυρίδρομον ἠελίοιο.
ἐν μὲν γὰρ Ῥίπαιον ὅρος καὶ Κάλπιος αὐχὴν
ἀντολίας εἴργουσιν· ἐπικρεμάται δὲ πελώρη
ἆσσον ἐπισκιάουσα μεσημβρινὸν ἠέρα Φλέγρη· 1125
δείελον αὖ κρύπτουσι φάος τανυηκέες Ἄλπεις (1131)
δειλοῖσιν μερόπεσσιν, ἀχλὺς δ’ ἐπικέκλιται αἰεί.
ἔνθα δ’ ἀφορμηθέντες ἐπειγομένοισι πόδεσσιν
ἵξομεν ἀγκῶνα στυφελὸν καὶ νήνεμον ἀκτήν,
ἔνθα πέρ’ ἀμβλύζων ποταμὸς δίνῃσι βαθείαις 1130
θείει χρυσορόας Ἀχέρων κρυεροῦ διὰ χώρου (1136)
ἀργυροειδὲς ὕδωρ προρέων· λίμνη δὲ κελαινὴ
ἀνδέχεται· παταγεῖ δὲ παρ’ ὄχθῃσιν ποταμοῖο
δένδρεα τηλεθόωντα, ποτισχομένοισί τε καρποῖς
βέβριθεν νύκτας τε καὶ ἤματα συνεχές αἰεί. 1135
ἀμφὶ δέ οἱ χθαμαλή τε καὶ εὔβοτος Ἑρμιόνεια (1141)
τείχεσιν ἠρήρεισται ἐυκτιμέναις ἐπ’ ἀγυιαῖς.
ἐν δὲ γένη ζώουσι δικαιοτάτων ἀνθρώπων,
οἶσιν ἀποφθιμένοις ἄνεσις ναύλοιο τέτυκται.

καὶ δ’ αἶψα ψυχαὶ μετεκίαθον εἰς Ἀχέροντα 1140
πορθμίδος ἐκ γλαφυρῆς· σχεδόθεν δέ οἳ εἶσι πόληος (1146)
ἄρρηκτοί τ’ Ἀϊδαο πύλαι καὶ δῆμος Ὀνείρων.
ἀλλ’ ὅτε δὴ καὶ τῶνδε πόλιν καὶ ἤθεα λαῶν
σφῇ ἄτῃ βαρὺν οἶτον ἀναπλήσαντες ἔβημεν,
δή ῥα τότ’ Ἀγκαῖος νῆ’ ἐς κίεν· αἶψα δ’ ἑταίρους 1145
εἰσβαίνειν ἐκέλευσε κεκμηότας ἄμμιγα πάντας. (1151)
τοὺς ὅγε καὶ μύθοισι προσηύδα μειλιχίοισι·
Τλῆτε φίλοι τὸν μόχθον, ἐπεὶ νύ τοι οὔ τι χέρειον
ἔλπομ’ ἀναστήσεσθαι· ἐπιφρίσσοντα γὰρ ἤδη
ἀκραῆ Ζέφυρον καταδέρκομαι· οὐδ’ ἀτέκμαρτον 1150
ὕδωρ Ὠκεανοῦ κελαρύζεται ἐν ψαμάθοισιν. (1156)
ἀλλὰ θοῶς ἱστὸν μὲν ένιστήσασθε μεσόδμῃ,
λύσατε δὲ προτόνοις ὀθόνας· ἐκ δ’ ὄπλα χέοντες,
σφίγξατ’ ἐπισταμένως τοίχων ἑκάτερθε βαλόντες.
Ὣς οἳ μὲν τὰ ἕκαστα πονείαθον· ἐκ δ’ ἄρα κοίλης 1155
νηὸς ἐπιβρομέουσα Τομαριὰς ἔκλαγε φηγός, (1161)
ἥν ποθ’ ὑπ’ Ἀργῴησι τομαῖς ἡρμόσσατο Παλλάς·
Ὧδέ δ’ ἔφη, θάμβος δὲ περὶ φρένας ἵκετο πάντας·
Ὤμοι ἐγών, ὄφελόν με διαρραισθείσαν ὀλέσθαι
Κυανέαις πέτρῃσιν ἐν Ἀξείνῳ τε κλύδωνι· 1160
ἢ καὶ νῦν ἀνάπυστον ἀιδρείη βασιλήων (1166)
νώνυμνος φορέεσθαι, ἐπεὶ νῦν αἰὲν Ἐριννὺς
αἵματος ἐμφύλοιο δεδουπότος Ἀψύρτοιο
ὑστερόπους ἕπεται· στέργει δέ τοι ἄτη ἐπ’ ἄτην.
νῦν γὰρ δὴ λυγρῇ τε καὶ ἀλγεινῇ κακότητι 1165
ἔξομαι, ἢν νήσοισιν Ἰερνίσιν ἆσσον ἵκωμαι. (1171)

εἰ μὴ γάρ μ’ ἱερῇσιν ἐπιγνάμψαντες ἄκρῃσι
κόλπον ἔσω γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης
ἵξεσθ’, ἂμ πέλαγός κεν Ἀτλαντικὸν ἐκτὸς ἵκωμαι.
Ὣς εἰποῦσ’ αὐδὴν κατερήτυεν· ἐν δ’ ἄρα θυμὸς 1170
παχνώθη Μινύῃσι διαμπερές, οὐ γὰρ ἔμελλον (1176)
σχήσειν λυγρὸν ὄλεθρον Ἰήσονος εἵνεκα φίλτρων.
πολλὰ δὲ μερμήριζον ἐνὶ φρεσὶ πευκαλίμῃσιν,
ἤ μιν ἀποφθίσωσι καὶ ἰχθύσι κύρμα βάλωσιν
αἰνολεχῆ Μήδειαν, ἀποστρέψωσι δ’ Ἐριννύν· 1175
εἰ μὴ ἄρ’ ὀξὺ νόησε περικλυτὸς Αἴσονος υἱὸς (1181)
καὶ οἱ λισσόμενος θυμὸν κατερήτυ’ ἑκάστου.
αὐτὰρ ἐπεί ῥ’ ἀρχοῦ ἐτυμηγόρον ἔκλυον αὐδήν,
ἦντο παρὰ σκαλμοῖσι θοῶς, λάζοντο δ’ ἐρετμά.
Ἀγκαῖος δ’ οἴηκας ἐπισταμένως ἐτίταινε· 1180
πὰρ δ’ ἄρα νῆσον ἄμειβον Ἰερνίδα· καί οἱ ὄπισθεν (1186)
ἷκτο καταΐγδην δνοφερὴ βρομέουσα θύελλα,
ἐν δ’ ὀθόνας κόλπωσε· θέεν δ’ ἄφαρ ὑγρὸν ἐπ’ οἶδμα
νηῦς· οὐδ’ ἄρ’ τις αὗ ἔτ’ αὗτις ἀναπλεύσεσθαι ὀλέθρου
ἤλπετο· δωδεκάτη γὰρ ἐπήιεν ἠριγένεια. 1185
οὐδέ τίς ἔγνω ἦσιν ἐνὶ φρεσίν, ὀππόθ’ ἄρ’ ἐσμέν, (1191)
εἰ μὴ ἐπ’ ἐσχατιαῖς ἀκαλαρρόου Ὠκεανοῖο
Λυγκεὺς εἰσενόησεν ὃ γὰρ — τήλιστον ὄπωπε —
νῆσον πευκήεσσαν ἰδ’ εὐρέα δώματ’ ἀνάσσης
Δήμητρος· πέρι δ’ αὖτε μέγα οἱ νέφος ἐστεφάνωται. 1190
ὦν πέρι μῦθον ἅπαντ’ ἔκλυες, Μουσαῖε δαΐφρον, (1196)
ὥς ποτε Φερσεφόνην τέρεν’ ἄνθεα χερσὶ δρέπουσαν

ἐξάπαφον συνόμαιμος ἀν’ εὐρύ τε καὶ μέγα ἄλσος·
αὐτὰρ ἔπειθ’ ὣς μιν Πλουτεὺς κυανότριχας ἵππους
ζευξάμενος κούρην ἐπεβήσατο δαίμονος αἴσῃ· 1195
ἁρπάξας δ’ ἔφερεν διὰ κῦμ’ ἁλὸς ἀτρυγέτοιο. (1201)
δή τότ’ ἐγὼν ἀπόειπον ἐπιπλώοντα νέεσθαι
νήσου ἐπὶ ῥηγμῖνα καὶ αἰγλήεντα τέρεμνα,
ἔνθ’ οὔτις σύν νηὶ περᾷ μερόπων ἀνθρώπων·
οὐδέ οἵ ἐστι λιμὴν νηῶν ὀχὸς ἀμφιελισσῶν, 1200
ἀλλά οἱ ἠλίβατος πέτρη περὶ πάντα πέφυκεν (1206)
ὑψηλή· τὰ δὲ καλὰ φύει μενοεικέα δῶρα.
καὶ τότ’ ἄρ’ οὐκ ἀπίθησε νεὼς κυανοπρῴροιο
ἰθύντωρ Ἀγκαῖος, ἀνέτρεψεν δ’ ἀνακρούων
σκαιὸν ὑπεγκλίνας οἰήιον· ἐν δ’ ἄρ’ ἐπεῖχε 1205
μή τι κατ’ ἰθὺ περᾶν, ἐπὶ δεξιὰ δ’ εἶργε θέουσαν. (1211)
ἤματι δὲ τριτάτῳ Κίρκης δόμον ἐξικόμεσθα,
Αἰαῖον ποτὶ χέρσον ἁλιστεφέας τε θεράπνας·
καὶ ῥα οἱ αἰγιαλοῖσιν ἐκέλσαμεν ἀχνύμενοι κῆρ,
πείσματα δ’ ἐν πέτρῃσιν ἐδήσαμεν. ἐκ δ’ ἄρ’ Ἰήσων 1210
νηὸς ἀποπροέηκε μολεῖν ἐρίηρας ἑταίρους, (1216)
διζομένους, εἴ τίς σφι βροτῶν ἐπ’ ἀπείρονα γαῖαν
ναιετάει, γνῶμαί τε πόλιν καί ἤθεα λαῶν.
τοῖς δ’ ἄφαρ ὡμάρτησε καταντίον ἐρχομένοισι
κούρη ὁμογνήτη μεγαλόφρονος Αἰήταο, 1215
Ἠελίου θυγάτηρ — Κίρκην δέ ἑ κικλῄσκουσι (1221)
μήτηρ Ἄστερόπη καὶ τηλεφανής Ὑπερίων —
ἥ ῥα θοῶς ἐπὶ νῆα κατήλυθεν· ἐκ δ’ ἄρα πάντες
θάμβεον εἰσορόωντες· ἀπὸ κρατός γάρ ἔθειραι
πυρσαῖς ἀκτίνεσσιν ἀλίγκιοι ἠώρηντο· 1220

στίλβε δὲ καλὰ πρόσωπα, φλογὸς δ’ ἀπέλαμπεν ἀυτμή. (1226)
αὐτὰρ ἐπεὶ Μήδειαν ἐσέδρακεν ὀφθαλμοῖσιν,
λῖτι καλυπτομένην, ἑανῷ δ’ ἄμπεισχε παρειὰς
αἰδομένη· χλωρὸν γὰρ ὑπὸ στέρνοις ἀκάχητο·
τήν τότ’ ἐποικτείρουσα προσηύδα καὶ φάτο Κίρκη· 1225
Ὦ δειλή, τί νύ σοι τοίην Κύπρις ὤπασε μοῖραν; (1231)
οὐ γάρ τοι λελάθεσθε, τάπερ ῥέξαντες ἱκνεῖσθε
νῆσον ἐφ’ ἡμετέρην — πανετώσιον — εἵνεκα πατρὸς
γηραιοῦ κάσιός τε, τὸν ἐκπάγλως ὀλέσαντες

****************************************************************************************************************************************************************************************************************************************************(1235)

οὐδέ γάρ ὕμμε πάτρῃσιν ὀιομαι ἆσσον ἱκέσθαι 1230
αἰὲν ἀναγνίστοισιν ἀλιτροσύναις ἀχέοντας,
μέσφ’ ὅταν ἐκνίψησθε μύσος θείοισι καθαρμοῖς
Ὀρφέος ἰδμοσύνῃσι παρὰ κροκάλῃσι Μαλείης.
οὐδέ γὰρ ἡμετέροιο δόμου θέμις ἐντός ἱκέσθαι (1240)
προστροπίους· τοιῷδε λύθρῳ πεπαλαγμένοι ἐστέ. 1235
ἀλλά οἱ αὐτίκ’ ἐγὼ πρόφρων ξυνήια πέμψω,
σῖτον καὶ μέθυ λαρὸν ἔχειν σύν τε κρέα πολλά.
Ὥς εἰποῦσ’ ἄψορρος ἀπέπτατο· νηὶ δὲ μέσσῃ
δαιτός τ’ ἠδὲ ποτοῖο τετυγμένα τεύχε’ ἔκειτο. (1245)
αὐτάρ ἐπειγομένοισι θέεν λιγὺς οὖρος ἀῆναι· 1240
καὶ τότε λυσάμενοι κείνης ἀπὸ πείσματα νήσου,
κῦμα διαπρήσσοντες ἀνὰ στόμα Ταρτησσοῖο
ἱκόμεθα, στήλῃσι δ’ ἐκέλσαμεν Ἡρακλῆος.

ἄκραις δ’ ἀμφ’ ἱερῇσι Διονύσοιο ἄνακτος (1250)
μίμνομεν ἑσπέριοι· δαιτὸς γὰρ οἱ ἐδεύετο θυμός. 1245
ἧμος δ’ ἀντολίῃσιν ἐγείρετο φωσφόρος αἴγλη,
ὄρθριοι εἰρεσίαις γλαυκὴν ἐχαράξαμεν ἅλμην,
Σαρδῷόν δ’ ἱκόμεσθα βυθὸν κόλπους τε Λατίνων
νήσους τ’ Αὐσονίας, Τυρρηνάς θ’ ἱκόμεθ’ ἀκτάς. (1255)
αὐτὰρ ἐπεὶ Λιλύβαιον […] ἠχέτα πορθμὸν 1250
τριγλώχινά τε νῆσον ἐπέσχομεν Ἐγκελάδοιο,
Αἰτναίη τὸν φλόξ κατρερητύει μεμαῶτα·
δὴ τόθ’ ὑπὲρ πρῴρης ὀλοὸν περιέζεεν ὕδωρ
νειόθεν, ἐκ μυχάτου δὲ βυθοῦ ῥοίβδησε Χάρυβδις (1260)
κύματι καχλάζοντι καὶ ἱστίον ἄκρον ἵκανε. 1255
νῆα δ’ ἄρ’ αὐτόθι οἱ κατέχεν ῥόος, οὐδέ μίν εἴα
προπροθέειν, οὐδ’ αὖτις ἀναρρώσεσθαι ὀπίσσω,
κοίλῳ ἐπὶ λυγρῷ δὲ περιστροφάδην ἀλάλητο.
ἦ τάχα καὶ δύσεσθ’ Ἀργὼ κατὰ βένθε’ ἔμελλεν, (1265)
εἰ μὴ πρεσβίστη θυγάτηρ ἁλίοιο γέροντος 1260
εὐρυβίην Πηλῆα πόσιν λελίητο ἰδέσθαι.
μειλιχίη δ’ ἐκδῦτο βυθοῦ καὶ ῥύσατ’ ὀλέθρου
Ἀργῴην ἄκατον καὶ ὑπ’ ἰλύος ἐξεσάωσε.
δὴ τότε οἱ πλώοντες ἐπέσχομεν οὐ μάλα τηλοῦ (1270)
προβλῆτα σκόπελον· πέτρῃ δ’ ἐφύπερθεν ἀπορρὼξ 1265
λισσοῖς χηραμόνεσσιν ἐπιθρῴσκουσα βιᾶται
πόντον ἔσω, χαροπὸν δ’ ἄρ’ ὑποβρέμει ἔνδοθι κῦμα.
ἔνθα δ’ ἐφεζόμεναι λιγυρὴν ὄπα γηρύουσι
κοῦραι, ἀνοστήτους δὲ βροτῶν θέλγουσιν ἀκουάς. (1275)

δή τότε οἱ Μινύῃσιν ἐφήνδαμε πύστις ἀοιδῆς 1270
Σειρήνων· οὐδέ σφι παραπλώσεσθαι ἔμελλον
φθογγὴν οὐλομένην, χειρῶν δέ οἱ ἧκαν ἐρετμά·
Ἀγκαῖός δ’ ἴθυνεν ἐπὶ προβλῆτα κολωνόν, (1280)
εἱ εἰ μὴ ἐγώ φόρμιγγα τιτηνάμενος παλάμῃσι
μητρὸς ἐμῆς ἐκέρασσ’ εὐτερπέα κόσμον ἀοιδῆς. 1275
Ἤειδον δὲ λιγὺ κλάζων ὀπὶ θέσκελον ὕμνον,
ὥς ποτέ οἱ δήρισσαν ἀελλοπόδων ὑπὲρ ἵππων
Ζεὺς ὑψιβρεμέτης καὶ πόντιος Ἐννοσίγαιος· (1285)
αὐτὰρ κυανοχαῖτα χολωσάμενος Διὶ πατρὶ
τύψε Λυκαονίην γαῖαν χρυσέῳ τριόδοντι 1280
καί ῥα καταΐγδην σκέδασεν κατ’ ἀπείρονα πόντον
νήσους εἰναλίας ἔμεναι, τάς ῥ' οἱ ὀνόμηναν
Σαρδώ τ’ Εὔβοιάν τ’, ἐπι δ’ αὖ Κύπρον ἠνεμόεσσαν. (1290)
Δὴ τότε φορμίζοντος, ἀπὸ σκοπέλου νιφόεντος
Σειρῆνες θάμβησαν, ἑὴν δ’ ἄμπαυσαν ἀοιδήν· 1285
καί ῥ’ ἣ μὲν λωτούς, ἣ δ’ αὖ χέλυν ἔκβαλε χειρῶν,
δεινά δ’ ἀνεστονάχησαν, ἐπεὶ πότμος ἤλυθε λυγρὸς
μοιριδίου θανάτου· ἀπὸ δὲ σφέας ῥωγάδος ἄκρης (1295)
ἐς βυσσὸν δίσκευσαν ἁλιρροθίοιο θαλάσσης,
πέτραις δ’ ἠλλάξαντο δέμας μορφήν θ’ ὑπέροπλον. 1290
Αὐτὰρ ἐπεὶ καὶ τόνδε πότμον παράμειψε θέουσα
Ἀργώ, κῦμα δέ οἱ πόντου καὶ κόλπον ἵκανε
λαιψηροῖς πλήθουσα κατὰ προτόνων ἀνέμοισι, (1300)
Κέρκυραν ζαθέην ἐξίκετο, τήν σφιν ἔναιον
ἴδριες εἰρεσίης καὶ ἁλιπλάγκτοιο πορείης 1295
Φαίηκες· τοῖσιν δ’ ἄρ’ ἐπιφροσύνῃσι θέμιστας

Ἀλκίνοος κραίνεσκε δικαιότατος βασιλήων.
πείσματα δ’ ἀψάμενοι πορσύναμεν ἱερὰ θύσλα (1305)
Ζηνὶ πανομφαίῳ καὶ ἐπακτίῳ Ἀπόλλωνι.
Ἔνθ’ ἄρ’ ὑπ’ εἰρεσίῃσιν ἐπειγόμενοι φορέοντο 1300
νηυσὶν ἀπειρεσίαις βριαρὸς λόχος Αἰήταο,
Κόλχων, Ἀσσυρίων τε, Χαρανδαίων, Σολύμων τε,
διζόμενοι Μινύας, ὄφρ’ ἂν Μήδειαν ἄγοιντο (1310)
ὄψιν ἐς Αἰήταο πατρός, τίσειέ δ’ ἀμοιβὰς
σφῇσιν ἀτασθαλίῃσιν ἀδελφειοῦ κταμένοιο. 1305
ἀλλ’ ὄτε δὴ κοίλου λιμένος μυχῷ ἆσσον ἵκοντο,
αἶψα οἱ Ἀλκινόοιο δόμον κήρυκες ἔβαινον,
Μηδείης λύτο γούνα, δέος δ’ ὤχραινε παρειάς, (1315)
μή οἱ ἑλὼν ἀέκουσαν ἐὸν πέμψειε δόμονδε
Φαιήκων βασιλεὺς ἀνάπυστά τε ἔργα γένοιτο. 1310
ἀλλ’ οὔ οἱ τάδε μοῖρα τελεσσίνοος κατένευσε,
πρὶν δή οἱ Πελίαο δόμοις ἔπι λυγρὸν ὄλεθρον
αὐτῷ τε κρείοντι φέροι κακὸν οἶτον Ἰήσων. (1320)
ἀλλ’ ὅτε δὴ βασιλῆος ἀπηνέος ἔκλυον αὐδὴν
Ἀρήτη ῥοδόπηχυς ἰδ’ Ἀλκίνοος θεοειδής, 1315
Ἀλκίνοος μέν ῥ’ ὦκ’ ἐπετέλλετο κηρύκεσσι
κούρην ἀμφήριστον ἄγειν ἀπὸ νηὸς ἐρυμνῆς,

****************************************************************************************************************************************************************************************************************************************************(1325)

πατρί θ’ ἑῷ τίσειε δίκην ἀλιτημοσυνάων.
Ἀρήτη δ’ ᾤκτειρεν ἀγακλειτὴ βασίλεια,
μείλιχα παρφαμένη δὲ τὸν ὃν πόσιν ὧδ’ ἀγόρευεν· 1320
Οὐ μὲν δὴ φίλον ἐστὶν ἀπό σφ’ ὤσασθαι ὁμεύνου,

λέκτρων τε στερέσαι λῦσαί τ’ ἐκ πυρσὸν ἔρωτος. (1330)
θυμαίνει μάλα γάρ σφι Διωναίη Ἀφροδίτη,
ἀνδράσιν ἠδὲ γυναιξίν, ὅτις τάδε μήσεται ἔργα.
ἀλλ’ εἰ μὲν κούρη πέλεται καὶ ἄχραντος ἱκάνει, 1325
οἰχέσθω πατρός τε δόμον καὶ ἤθεα Κόλχων·
εἰ δ’ αὖ νυμφιδίοις ὀάροις λέκτρῳ τε κλιθεῖσα (1335)
παρθενίην ᾔσχυνεν, ἑὸς πόσις αὖ μιν ἀγέσθω.
Ὥς ἔφατ’· Ἀλκινόῳ δὲ περὶ φρένας ἤλυθε μῦθος·
καί ῥ’ οὕτω τάδε πάντα τελευτήσεσθαι ἔμελλεν. 1330
ἀλλ’ οὔ οἱ βουλὴ Μινύας λάθεν· αἶψα γὰρ Ἥρη
δμωὶ δέμας εἰκυῖα θοῶς φάτο καὶ κατένευσε (1340)
νηὸς ἔπι προθοροῦσα τά οἱ μήτιον ἄνακτες.
δὴ τότε Μηδείῃ θαλάμων πορσύνετο λέκτρον
πρύμνῃ ἐπ’ ἀκροτάτῃ, περὶ δ’ ἐστορέσαντο χαμεύνας 1335
ἀμφ’ εὐνῇ χρύσειον ἐφαπλώσαντες ἄωτον.
αὐτάρ ἐπεὶ δοράτεσσιν ἐπαρτήσαντο βοείας (1345)
τεύχεά τε, κρύπτοντε γάμων αἰδήσιμον ἔργον,
καὶ τότε παρθενίης νοσφίζετο κούριον ἄνθος
αἰνόγαμος Μήδεια δυσαινήτοις ὑμεναίοις. 1340
αὐτάρ ἐπεὶ βασιλῆος ἀμύμονος ὄψιν ἵκοντο
Κόλχοι καὶ Μινύαι καὶ τ’ ἐμυθήσαντο ἕκαστα, (1350)
ἔκ δ’ ἔλαχ’ Αἰσονίδης ἄλοχον Μήδειαν ἄγεσθαι
Ἀλκινόου, τοὶ δ’ ὦκα λύοντ’ ἐκ πείσματα νήσου·
δὴ τόθ’ ὑπ’ εἰρεσίῃσι θέεν πολυηγόρος Ἀργὼ 1345
Ἀμπρακίου κόλποιο διαπρήσσουσα κέλευθα.
Ἔνθα τί σοι, Μουσαῖε θεηγενές, ἐξαγορεύσω, (1355)
ὅσσα πάθον Μινύῃσιν ὁμοῦ ποτὶ Σύρτιν ἀήταις

ἠδ’ ὡς ἐξεσάωθεν ἁλιπλάγκτοιο πορείης·
ὅσσα τ’ ἄρ’ ἐν Κρήτῃ πάθον ἄλγεα τετληῶτες, 1350
χάλκειον τριγίγαντα δοκεύμενον ὄφρ’ ἱκόμεσθα,
ὅς ῥα οἱ οὐκ εἴα λιμένων ἔντοσθεν ἱκέσθαι. (1360)
ἠδ’ ὡς θεινόμενοι βαρυηχέι κύματι πόντου,
ῥίμφα τε κυανέῃσι βαρυνόμενοι νεφέλῃσιν
ἠλπόμεθα σκοπέλοισι Μελαντίοισιν ἔχεσθαι 1355
νῆα θοήν. Παιὰν δ’ ἄρ’ ἑκηβόλος ἀγχόθι ναίων
Δῆλου ἄπο κραναῆς ἦκεν βέλος, ἔκ δ’ ἀνέφηνε (1365)
μεσσάτιον Σποράδων· Ἀνάφην δέ ἑ πάντες ὀπίσσω
νῆσον ἐπικλῄζουσι περικτίονες ἄνθρωποι.
ἀλλ’ οὔ οἱ θέμις ἔσκε διαμπερὲς ἔξ ἁλὸς ἔρξαι 1360
Αἰσονίδην. πέρι γάρ ῥα λύθρον φέρεν· ἆλτο δ’ ὀπίσσω
Μοίρ’ ὀλοή· κότεεν γὰρ ἐπικρατέως Ὑπερίων. (1370)
ἀλλ’ ὄθ’ ὑπ’ εἰρεσίαις Μαλεήτιδας ἱκόμεθ’ ἄκρας,
Κίρκης ἐννεσίῃσιν ἀπορρίψεσθαι ἔμελλον
ἀράς τ’ Αἰήτεω καὶ νηλιτόποινον Ἐριννύν· 1365
δὴ τότ’ ἐγὼ Μινύαις εὐίερα λύτρα καθαρμῶν
ῥέξα καὶ ἐλλισάμην γαιήοχον Ἐννοσίγαιον (1375)
νόστον ἐπειγομένοις δόμεναι γλυκερούς τε τοκῆας.
Καί ῥ’ οἳ μὲν πλώοντες ἐυκτιμένην ἐπ’ Ἰωλκὸν
θῦνον· ἐγὼ δ’ ἱκόμην ἐπὶ Ταίναρον ἠνεμόεντα, 1370
ὄφρα κεν ἔντομα ῥέξω ἀγακλειτοῖς βασιλεῦσιν,

οἳ καὶ νερτερίων βερέθρων κληῖδας ἔχουσιν. (1380)
ἔνθεν δ’ ὁρμηθεὶς ἐσύθην χιονώδεα Θρῄκην,
Λειβήθρων ἐς χῶρον, ἐμὴν ἐς πατρίδα γαῖαν·
ἄντρον δ’ εἰσεπέρησα περικλυτόν, ἔνθα με μήτηρ 1375
γείνατ’ ἐνὶ λέκτροις μεγαλήτορος Οἰάγροιο.