Οξέων νούσων θεραπευτικόν
Οξέων νούσων θεραπευτικόν Συγγραφέας: |
Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Francis Adams LL.D. και C.G. Kühn, 1828 |
ΒΙΒΛΙΟΝ Α΄
[Επεξεργασία]Προοίμιον
[Επεξεργασία]Ὀξεῶν νούσων ἄκεα ξυναφέα τῇσι σημηί̈ων ἰδέῃσι, ἀμφὶ ὧν τοῖς ξυγγράμμασι, ἄσσα μοι πρόσθεν γεγράφαται. ὁκόσα μὲν ὦν ἐν πυρετῶν θεραπείῃ γίγνεται κατά τε τὴν τούτων διαφορὴν, καὶ κατὰ τὴν τῶν νοσημάτων ἰδέην, καὶ τὴν ἐν αὐτοῖς ποικιλίην, τουτέων τὰ πλείω ἐν τοῖσι ἀμφὶ πυρετῶν λόγοισι λελέξεται· ὁκόσα δὲ ξὺν πυρετοῖσι ὀξέα γίγνεται πάθεα, ὁκοῖον ἡ φρενῖτις, ἢ ἄνευθε πυρετῶν, ὁκοῖον ἀποπληξίη, ἀμφὶ τῶνδε μοῦνον τὰ ἄκεα φράσω· ὡς δὲ μὴ διαμαρτάνειν, μηδὲ μακρηγορέειν, ἕτερα ἐν ἑτέροισι γράφοντα, ἀρχὴ ἡ ωὐτὴ ἣ καὶ ἀμφὶ τῶν παθέων, καὶ τελευτὴ ἡ ωὐτή.
Κεφ. α΄. Θεραπεία Φρενιτικῶν
[Επεξεργασία]Κατακεκλίσθαι χρὴ τὸν νοσέοντα ἐν οἴκῳ εὐμέτρῳ, εὐκρήτῳ, χειμῶνος μὲν ἐν ἀλέῃ, θέρεος δὲ ἐν ψύχεϊ νοτερῷ· ἔαρος δὲ καὶ φθινοπώρου πρὸς τὰς ὥρας τεκμαίρεσθαι. ἔπειτα ἡσυχίην ἄγειν κελεύειν καὶ αὐτὸν νοσέοντα καὶ τοὺς ἐπὶ τῆς οἰκίης ἅπαντας· ὀξυήκοοι γὰρ ἠδὲ ψόφου καθαπτόμενοι φρενιτικοί· ἀτὰρ ὑπὸ τῶνδε μαίνονται. τοῖχοιλεῖοι, ὁμαλοὶ, μηδ᾽ ὑπερίσχοντες, μηδὲ ἄχναις μηδὲ γραφῇσι εὔκοσμοι· ἐρεθιστικὸν γὰρ τοιχογραφίη. καὶ γὰρ πρὸ τῶν ὀφθαλμῶν ἀμφαιρέουσί τινα ψευδέα ἰνδάλματα, καὶ τὰ μὴ ἐξίσχοντα ἀμφαφόωσι ὡς ὑπερίσχοντα· καὶ πᾶσα πρόφασις ἀναιτίη πρόκλησις χειρῶν φορῆς. κλίνης μῆκος καὶ πλάτος σύμμετρον, ὡς μήτε βληστρίζεσθαι ἐν τῇ πλατείῃ, μήτε ἀπὸ τῆς στενῆς ἐκπίπτειν κοίτης. ἐν ψιλοῖσι τοῖσι τοῖσι στρώμασι, ὡς μὴ κροκυδίζειν ὑπόμνησις ἔοι. ἀτὰρ ἠδὲ ἐν μαλθακοῖσι, ἀστεργὴς γὰρ τοῖσι νεύροισι ἡ σκληρὴ κοίτη. οὐχ ἥκιστα δὲ τῶν ἄλλων τοῖσι φρενιτι κοῖσι τὰ νεῦρα πονέει, μάλα γάρ τοι σπῶνται φρενιτι κοί. εἴσοδοι τῶν φιλτάτων· μῦθοι καὶ λαλιὴ μὴ θυμοδακεῖς· πάντα γὰρ εὐθυμέεσθαι χρὴ, μάλιστα τοῖσι ἐς ὀργὴν ἡ παραφορή· κατάκλισις ἢ ἐν ζόφῳ, ἢ ἐν φωτὶ πρὸς τὸ νόσημα τεκμαρτέη. ἢν γὰρ πρὸς τὴν αὐγὴν ἀγριαίνωσι, καὶ ὁρέωσι τὰ μὴ ὄντα, καὶ τὰ μὴ ὑπεόντα φαντάζωνται, ἢ ἀνθ᾽ ἑτέρων ἕτερα γιγνώσκωσι, ἢ ξένα ἰνδάλμα τα προβάλλωνται, καὶ τὸ ξύνολον τὴν αὐγὴν ἢ τὰ ἐν αὐγῇ δεδίττωνται, ζόφον αἱρέεσθαι χρή· ἢν δὲ μὴ, τοὐναντίον. δὲ πρὸς αὐγὴν σωφρονέειν τε καὶ πρηο̈́νεσθαι τὴν παραφορήν. ἀσιτίη μὴ μακρή· σιτία δὲ ὑγρότερα καὶ βραχύτερα καὶ συνεχῆ. μειλίγματα γὰρ θυμοῦ σιτία· εὐκαιρίη δὲ ἐν τῇσι ἐπανέσεσι ἀμφοῖν, καὶ πυρετοῦ καὶ παραφορῆς. ἢν δὲ ὑπ᾽ ἀσιτίης ἐκμαίνωνται, καὶ ἢν μὴ παρήκῃ ὁ πυρετὸς, διδόναι μὴ μεγάλα ἐπὶ πυρετῷ βλάπτοντα. ἀγαθὸν δὲ ξυμφωνέειν καὶ τὸν πυρετὸν, καὶ τὴν παραφορὴν, ἔς τε τοὺς παροξυσμοὺς καὶ τὰς ἐπανέσιας.
ἢν ὦν ἥκῃ ὁ καιρὸς ἐς θρέψιν, πρώτιστα σκεπτέον εἰ χρὴ ἀφαιρέειν αἷμα. ἢν μὲν ὦν ἡ παραφορὴ ξὺν πυρετῷ ἀρχῆθεν εἰσβάλλῃ τῆς πρώτης ἢ δευτέρης ἡμέρης, τάμνειν φλέβα τὴν ἐπ᾽ ἀγκῶνι, μάλιστα τὴν μέσην· ἀτὰρ καὶ ἢν ἐς τρίτην ἢ τετάρτην ἡμέρην ἡ παραφορὴ ἥκῃ, μέσφι τῆς πρώτης τῶν κρισίμων περιόδου τάμνειν· εἰ δὲ προσωτέρω τοῦ δέοντος χρόνου ἑκταίῳ ἐόντι ἢ ἑβδομαίῳ, ἐῆν, πολλὸν πρὸ τῶν κρισίων ἐν τοῖσι ὀξέσι κενοῦν χρὴ, ἢ φαρμακεύειν, ἢ τοῖσι ἄλλοισι ἐρεθισμοῖσι χρέεσθαι. ἀτὰρ καὶ φλέβα τάμνων μὴ πολλὸν ἀφαιρέειν, κἢν ἐν ἀρχῇ τάμνῃς. φρενῖτις γὰρ εὔτρεπτον ἐς συγκοπὴν κακόν· ἢν δὲ πολυπληθὴς ὁ νοσέων ἔῃ, καὶ νεηνίης, καὶ ἐξ ἀδηφαγίης καὶ οἰνοφλυγίης, — οἵδε οὐ τῆς φρενίτιδος ἔασι οἱ λογισμοὶ, — ἀλλὰ καὶ ἄνευ παραφορῆς πολλὸν τουτέων ἀφαιρέειν αἷμα· πολλὸν δὲ μεῖον ἀφαιρέειν, ἢν οἵδε ἔωσι οἱ φρενιτικοί· τάμνειν δὲ φλέβα τουτέων εὐτολμότερον, ἢν ἐξ ὑποχονδρίων καὶ μὴ ἀπὸ κεφαλῆς ἡ νοῦσος ᾖ. ἐνθάδε γὰρ τῆς ζωῆς ἐστι ἡ ἀρχή· κεφαλὴ δὲ χῶρος μὲν αἰσθήσιος καὶ νεύρων ἀφέσιος· αἷμα δὲ παρὰ καρδίης ἕλκει μᾶλλον ἢ ἄλλοισι διδοῖ. ἢν ὦν πεπόνθῃ ἥδε, οὐ χρὴ τὴν ἐπ᾽ ἀγκῶνι τάμνειν φλέβα. τάδε γὰρ πάθεα κενεαγγέειν ἐφ᾽ οἷσι ἡ βλάβη οὐ σμικρή. κἢν μὲν ἡ δύναμις ἀντέχῃ εἰς τὸ ἱκανὸν τῆς κενώσιος, ἅπαξ ἀφαιρέειν, ὅκως μὴ ἐν τῇ διαστάσι τῆς ἐπαφαιρέσιος διολλύηται τῆς τροφῆς ἡ ἐγκαιρίη. ξυνεχέες γὰρ τοῖσι φρενιτι κοῖσι οἱ πυρετοὶ, καὶ οὐδὲ ἐπανέσιας μακρὰς, ἀλλὰ βραχείας καὶ ἀσήμους κουφισμοὺς ποιεύμενοι. ἢν δὲ πρὸ τῆς ξυμμετρίης ἀπαυδήσῃ ὁ νοσέων, ἐς δευτέρην ἐπάνεσιν ὑπερβάλλεσθαι, ἢν μὴ ἐς μακρὸν ἐκπίπτῃ· εἰ δὲ μὴ, ἀνακαλεσάμενον ὀσμῇσι, καὶ ψαύσεσι προσώπου, καὶ πιέσι ποδῶν αὐτίκα ἀφαιρέειν· γνῶμα δὲ τῆς αὐταρκίης ἡ δύναμις.
τροφὴ ὑγρὴ πᾶσι μὲν τοῖσι πυρεταίνουσι, οὐκ ἥκιστα δὲ φρενιτι κοῖσι· ἐπιξηρότεροι γὰρ πυρετῶν μούνων. τὸ δὲ μελίκρητον, ἢν μὴ χολώδεες ἔωσι· ἄπεπτον γὰρ τοῖσι πικροχόλοισι. χόνδροι πλυτοὶ ξὺν ὕδατι, ἢ μελικρήτῳ. ἀγαθὸν δὲ καὶ ἐκ τῶνδε ῥοφήματα διδόναι ἁπλᾶ, ὁποῖα θύμβρης, ἢ σελίνου, ἢ ἀνήθου ἐνηψημένων· εὔπνοα γὰρ τάδε καὶ διουρητικά. σύμφορον δὲ φρενιτι κοῖσι οὔρησις· λαχάνων πάντων μὲν, μάλιστα δὲ μαλάχης. ἀγαθὸν γὰρ τὸ γλίσχρασμα καὶ ἐς λειότητ αγλώσσης καὶ ἀρτηρίης, καὶ ἐς τὴν τῶν κοπρίων διέξοδον· ἄριστον δὲ καὶ τεῦτλον, καὶ βλίτον, καὶ κορωνόπους, καὶ κολοκύνται καθ᾽ ὥρην, καὶ ὅ τι ἂν ἐφ᾽ ἑκάστης ὥρης ἄριστονᾖ. πτισάνης δὲ χυλὸς ὑγρότατος μὲν ἐν πρώτοισι, ὡς ἀτροφώτερος ἔοι· ἐπὶ δὲ μᾶλλον παχύτερος, ὁκόσον ἂν ἡ νοῦσος προήκοι χρόνον. ὑποστέλλεσθαι δὲ ἐν τῇσι κρίσεσι, καὶ μικρόν τι πρὸ τῶν κρισίων. ἢν δὲ ἐς μῆκος ἡ νοῦσος ἴῃ, μὴ ἀφαιρέειν τῶν προσθεσίων, ἀλλὰ σιτώδεα διδόναι, ὡς ἐξαρκέσῃ ὁ νοσέων· εὖτε καὶ κρεῶν ἀκρέων καὶ πετεινῶν χρέος, τὰ πολλὰ τοῖσι χυλοῖσι ἐντηκομένων· κάρτα γὰρ χρὴ τάδε ἐν τῇ ἑψήσι λύεσθαι· ἰχθύων οἱ πετραῖοι τῶν ἄλλων κρέσσον ές εἰσι. ἐπίπαν δὲ τοὺς ἐν τῇ χώρᾳ ἀρίστους αἱρετέον· ἄλλη γὰρ ἄλλας φέρειν ἰχθύων ἰδέας πεπίστευται χώρη. ὀπώρας οἰνώδεος ὑποστέλλεσθαι, κεφαλῆς γὰρ καὶ φρενῶν ἅψιν ποιέει· ἢν δὲ ἀνάγκη ἔῃ, τῆς δυνάμιος, ἢ τοῦ στομάχου βιαζομένων, ἑφθὰ ἐν μελικρήτῳ, ἢ ὀπτὰ ἐν στέατι, ὁκοῖον μῆλα, δοτέον. τῶν ἄλλων θερμῷ ὕδατι ἕκαστον ἐκλύειν, ἢν ἐς μούνην τὴν τοῦ στομάχου παραμυθίην διδῷς· ἢν δὲ καὶ ἐς δύναμιν δέῃ, μὴ κάρτα τὸ οἰνῶδες ἐκλύειν. τροφὴ μὲν ὦν, ὡς ἔπος εἰπεῖν, τοιήδε.
τέγγειν δὲ τὴν κεφαλὴν ἐς ἔμψυξιν, λίπαϊ ἐλαίης ὄμφακος τετριμμένης. ἀλεαίνεσθαι γὰρ ἡ κεφαλὴ οὐ φιλέει φρενιτι κοῖσι· ἢν δὲ καὶ ἀγρυπνίη καὶ φαντασίη ἔωσι, ῥοδίνου μίσγειν ἶσον ἴσῳ τὰ πρῶτα· ἔτι δὲ μᾶλλον τὸ ῥόδινον ἔστω πλέον ἐς στῦψιν καὶ ἔμψυξιν τῆς κεφαλῆς. ἢν δὲ καὶ τὴν γνώμην παρακινέωνται, καὶ τὴν φθέγξιν ἐξαλλάσσωνται, ἑρπύλου κόμης ἐνεψητέον ἐν τοῖσι ἐλαίοισι, ἢ κισσοῦ χυλὸν, ἢ πολυγόνου παραχυτέον· ἢν δ᾽ ἐπὶ μᾶλλον ἡ παραφορὴ ἐξάπτηται, καὶ πευκέδανον καὶ σπονδύλιον τοῖσι ἐλαίοισι ἐνεψεῖν, καὶ ὄξους παραχεῖν. ἀτμῶν γὰρ τάδε καὶ θέρμης διαπνευστικὰ, καὶ παχέων χυμῶν διαλυτικὰ, ἃ τῆς παραφορῆς ξυναίτια. πεφυλάχθαι δὲ χρὴ τάδε, ὡς μὴ ἐς τὸν αὐχένα καὶ τοὺς τένοντας ἡ τέγξις ἥκῃ. πολεμίη γὰρ τένουσι καὶ νευροῖσι. καιρὸς δὲ πᾶς τέγξιος, πλὴν τῆς ἐσβολῆς τοῦ παροξυσμοῦ· ἀραιοτέρη δὲ ἐν τῇ ἀναβάσι· πάντων δὲ μάλιστα ἐν ἀκμῇ· ᾗ δ᾽ ἂν ἐκμαίνωνται, τῇδε μάλιστα τέγγειν ψυχρῷ, καὶ ψυχομέν ῳ ἐπὶ μᾶλλον θέρεος ὥρῃ· χειμῶνος δὲ χλιαρῷ. εἰς δὲ τὸ πρηο̈́νειν τὴν παραφορὴν, ὀξυκρήτῳ, ἢ κονύζης ἑψήματι, καὶ σπογγιῇ τὰ πρόσωπα πυριῆν· ἔπειτα χρίειν οἰνανθίνῳ, ἢ κροκίνῳ λίπαϊ, καὶ τὰς ῥῖνας καὶ τὰ ὦτα τοισίδε διαχρίειν.
τάδε μέντοι καὶ ὕπνου ἀγωγά. ἢν γὰρ πάννυχοι μὲν ἐγρήσσωσι, μηδὲ δι᾽ ἡμέρης εὕδωσι, ἀτενέες δὲ τὸ ξύμπαν ὀφθαλμοὶ, ὁκοῖόντι κέρας ἑστήκωσι, βληστρίζωνται δὲ καὶ ἐξανιστῶνται, ὕπνον αὐτέοισι καὶ ἠρεμίην μηχανέεσθαι, πρώτιστα μὲν διὰ τῶν τῆς κεφαλῆς τεγξίων, ῥοδίνου ἀκρήτου, ἢ ἀμαρακίνου ξὺν χυλῷ κισσοῦ, ἢ ἑρπύλου, ἢ καὶ μελιλώτου ἐναφεψή ματι. ἐπὶ μᾶλλον δὲ ὑπνωτικὸν μήκων ἀφεψηθεῖσα ἐν λίπαϊ, ἔς τε τὸ τῆς κεφαλῆς βρέγμα, ἢ ὕδατι ἐς τὸ πρόσωπον ξὺν σπογγιῇ· ὑποτιθέναι δὲ χρὴ καὶ αὐτὰς ὅλας, εἰ εἶεν νεοδρεπεῖς, χλωρὰς τοῖσι ὑποκεφαλαίοισι. παχύνει γὰρ καὶ ὑγραίνει τὸ πνεῦμα ξηρόν τε καὶ λεπτὸν ἐὸν, και ὀμίχλην τῇσι αἰσθήσεσι παρέχει· βαρὺ δὲ καὶ νωθὲς ὀμίχλη, ἥπερ ὕπνου ἀρχή· ἢν δὲ μεζόνων δέωνται, καὶ αὐτὸ τὸ μηκώνειον ἐς τὰ μέτωπα ξὺν ὕδατι χρίειν· ἠδὲ ὑπαλείφειν τὰς ῥῖνας καὶ ἐς τὰ ὦτα ἐγχέειν· ψηλαφίη ποδῶν εὐαφὴς ξὺν λίπαϊ, ψαῦσις τῆς κεφαλῆς, ἀνυτικὸν δὲ καὶ κνῆσις μάλιστα κροτάφων τε καὶ ὤτων. καὶ γὰρ καὶ τὰ θηρία ἐς ἀνάπαυλαν ὀργῆς τε καὶ θυμοῦ κνήσι ὤτων τε καὶ κροτάφων δαμνῶνται. ὕπνου δὲ ἀγωγὰ ἑκάστου καὶ τὰ ξυνήθεα· ναυτίλῳ μὲν, ἡ ἐν ἀκάτῳ κατάκλισις, καὶ ἐν θαλάσσῃ περιφορὴ, καὶ αἰγιαλῶν ἦχος, καὶ κυμάτων κτύπος, ἀνέμων τε βόμβος, καὶ θαλάσσης καὶ νηὸς ὀδμή· μουσικῷ δὲ ἔτι, ἐθισμὸς αὐλῶν ἐφ᾽ ἡσυχίῃ, ἢ ψαλμὸς λύρης, ἢ πηκτίδος, ἢ μελέτη παίδων σὺν ᾠδῇ· διδασκάλῳ δὲ, νηπιάχων μύθων προσομιλίη. ἄλλοισι δ᾽ ἄλλα ὕπνου θελκτήρια.
τοῖσι δὲ ὑποχονδρίοισι καὶ τῇ κοιλίῃ ἐμβρέγματα, καὶ ἐπιπλάσματα, ἢν φλεγμονῇ καὶ σκληρίῃ ἐπαίρηται καὶ φύσῃ, ἔλαιον δρυπετοῦς ἐλαίης ἐμβάλλειν. παχὺ γὰρ καὶ γλίσχρον καὶ ἀλεαῖνον. τόδε ὦν χρέος ἐν φλεγμασίῃ. ἐνηψήσθω δὲ ἐν αὐτῇ ἄνηθον, κόνυζα· ἀγαθὸν δὲ ὁμοῦ τὰ πάντα· ἢν δὲ καὶ φύση ἐνῇ, κυμίνου καὶ σελίνου τῶν καρπῶν ἠδὲ ὁκόσα οὔρων καὶ φυσέων ἀγωγά· καὶ νίτρον ἐνσείσαντα ἐμπάσσειν.
ἢν δὲ τὸ ἧπαρ τὴν πεῖσιν καὶ τὴν ὀδύνην ἴσχῃ, ἔρια μὲν ἔστω οἰσύπῳ πιναρὰ ἀπὸ τῆς ὄϊος· ἔλαιον δὲ τὸ ἀπὸ τῆς ὄμφακος, ἢ ῥόδινον· μίσγειν δὲ χρὴ σίραιον Ἑλληνικὸν, ἢ Κρῆτα, καὶ ἐνεψεῖν μελίλωτον, μίξαντά τε ἐς ἕνα χυλὸν τὰ πάντα καταιονεῖν τὸ ἧπαρ· σπληνὶ δὲ τὸ ἔλαιον σὺν ὄξεϊ ἔστω, ἢ εἰ μέζων ἢ πρὶν δοκέοι, ὀξύκρητον, καὶ ἀντὶ ἐρίων σπογγιὴ ἁπαλή. μάλα γὰρ τοῖσδε ὁ σπλὴν χαίρει τε καὶ πρηο̈́νεται. ἢν δὲ τὰ ὑποχόνδρια εἴσω ᾖ, ἠδὲ ἄνω εἰρύηται, καὶ τὸ δέρμα περιτείνηται, ἄριστον μὲν ἀντὶ τοῦ λίπαος, ἢ ξὺν αὐτέῳ, παχὺ πικέριον ἶσον. κόνυζα δὲ ἔστω καὶ λιβανωτὶς τὰ ἐνεψήμα τα· καὶ ἄνηθον οὐκ ἀτερπές.
ἢν δὲ ἐπιπλάσσειν εὐκαιρίη ἔῃ, τοῖσι μὲν ἐλαίοισι τοῖσι αὐτέοισι χρέεσθαι ἐπὶ τοῖσι ὁμοίοισι· ὕλη δὲ λίνου σπέρμα, καὶ τῆλις, καὶ ἄλητον κριθῆς λεπτόν· ἀγαθὸν δὲ καὶ κύαμος, καὶ ὄροβος, ἢν ἐξοιδαίνῃ ἡ γαστήρ. κέγχρος δὲ φωχθεῖσα ἐν μαρσύποισι πυρίημα κοῦφον καὶ μαλθακόν· ἀληλεσμένη δὲ καὶ ξὺν μέλιτι, καὶ ἐλαίῳ, καὶ λίνου σπέρματι ὑποχονδρίοισι ἐπίπλασμα ἀγαθόν. ἄνθη δὲ καὶ βοτάναι καὶ σπέρματα, ἅσσα μοι ἐν τοῖσι ἐμβρέγμασι λέλεκται, καὶ ἐν τοῖσι ἐπιπλάσμασι ἔστω τὰ ωὐτά· μέλι δὲ καὶ σὺν αὐτέοισι μὲν ἀγαθὸν ἐς σύστασιν τῶν ξηρῶν, καὶ ἐς μῖξιν τῶν αὐχμηρῶν, καὶ ὡς ἡ θέρμη ἐς πολλὸν διαρκέῃ· ἀγαθὸν δὲ καὶ αὐτὸ μοῦνον, καὶ ἐπίπλασμα ἡμίεφθον, καὶ ἔμβρεγμα ξύν τινι τῶν ὑγρῶν λυθὲν, μαλθάξαι, ἀλεῆναι, φυσέων καὶ οὔρων ἀγωγὸν, πρηῦναι πρήσιας· τάδε γὰρ καὶ μελίκρη τον ποιέεει ποθὲν, καὶ τουτέων πλέονα καὶ κρέσσονα, εἴσω παρελθὸν ἀρτηρίῃ, καὶ πνεύμονι, καὶ θώρηκι, καὶ κοιλίῃ.
ξυνεχέως δὲ τὴν κοιλίην ἐρεθίζειν βαλάνοισι, ἢ διαχρίστοισι, ῾ ἐπιξηραίνονται γὰρ πολλἂ, ἔς τε τὴν ὁλκὴν τῶν ἀπὸ τῆς κεφαλῆς, ἀτὰρ ἠδὲ ἐς διαπνοὴν τῶν ἐν τῷ θώρηκι ἀτμῶν, καὶ ἔκκρισιν τῶν ἐν τῇ κοιλίῃ. ἢν δὲ καὶ πολλῶν ἡμερῶν ἡ γαστὴρ ἐπίσχηται, κλύζειν χρὴ μελικρή τῳ, καὶ ἐλαίῳ, καὶ νίτρῳ.
ἢν δὲ μὴ ἀξίως ὑποκαταστῶσι αἱ τῆς φλεγμονῆς πρηδόνες, σικύην θέντα, ἐντάμνειν, ἔνθα ἂν ἡ φλεγμονὴ κραίνῃ καὶ μέζων ἔῃ· μίην δὲ ἢ δευτέρην, ὅκως ἂν τά τε φλεγμαίνοντα σημαίνῃ καὶ ἡ δύναμις κελεύῃ, ἀτὰρ καὶ τὸ πλῆθος τοῦ αἵματος τοισίδε τεκμαρτέον· ἀμετρίη γὰρ συγκοπῆς αἰτίη. ἐς μὲν ὦν ἡμέρην μίην ἢ δευτέρην τέγξις ἡ ωὐτὴ, ἐς δὲ τὴν τρίτην κηρωτὴ σύν τινι λίπαϊ τῶν ἐμβρεγμάτων. ἔπειτα ἐπιθήματα, ἐν φλεγμασίῃ μὲν ἢν ἐπεῶσι, ὕσσωπος, τῆλις ἑφθὴ ἐν μελικρήτῳ, τερμίνθου τοῦ φυτοῦ ῥητίνη, κηρός· τὰ δὲ ἔλαια ἐπὶ τοῖσι αὐτέοισι τὰ ωὐτά. ἢν δὲ μὴ τουτέοισι ἐπανίῃ μηδὲν ἡ παραφορὴ, κουρῆς τῆς κεφαλῆς χρέος, ἢν μὲν μήκισται εἶεν αἱ κόμαι, τὰ πρώτιστα ἐς ἥμισυ· εἰ δὲ βραχύτεραι, ἐν χρῷ· ἔπειτα μεσηγὺ ἀναλαβόντα τὴν δύναμιν, σικύην κατὰ τῆς κορυφῆς προσβάλλει ν ἠδὲ ἀφαιρέειν αἷμα· κούφη δὲ προτέρη ἐς τὰ μετάφρενα κεκολλήσθω.
ἐπεὶ δὲ καὶ θώρηκα ἐν πάσῃσι τῇσι ὀξείῃσι νούσοισι ἀκέεσθαι χρὴ, τὸν πάντη κάμνοντα, ξὺν καρδίῃ, καὶ πνεύμονι, πρώτιστα μὲν ὑπ᾽ ἀνάγκης τῆς ἀναπνοῆς ἄλλοτε μὲν θερμῆς, ἄλλοτε δὲ ψυχρῆς· ἔτι δὲ ὑπὸ πυρετοῦ καυσώδεος, καὶ βηχὸς, καὶ ὑγρῶν πονηρίης, καὶ νεύρων κοινωνίης, καὶ στομάχου συμφορῆς, καὶ ὑπεζωκότος τε καὶ διαφράγματος κακίης· ῾καρδίη γὰρ ἢν πάθῃ μέζον τι δεινὸν οὔποτε ἀκέεταἰ· ἐπὶ δὲ τοῖσι φρενιτι κοῖσι καὶ μάλα χρὴ τάδε μειλίσσειν. παραφορὴ μὲν γὰρ μετεξετέροισι ἔκ τινος τῶν ἐν τῷ θώρηκι· ἀναπνοὴ θερμή τε καὶ ξηρή· δίψος δριμὺ, οὐκ εὔφορον πῦρ, τῷ πάντη ἐς θώρηκα ξυρρέειν. καὶ κακίη μὲν ἀπὸ τοῦ οἰκείου θάλπεος τετραμμένου· μέζων τε καὶ δυσφορωτέρη ἡ ἀπὸ τῶν ἄλλων ἐς θώρηκα ξύνδοσις. ἄκρεα γὰρ ψυχρὰ, κεφαλὴ, πόδες τε, καὶ χεῖρες· δὲ τῶνδε ὁ θώρηξ. καὶ δέεται ὦν ἀρήγειν ὑγρασίῃ καὶ ψύξι. τέγξις μὲν ὦν ἔλαιον ξὺν χαμαιμήλῳ ἑψηθὲν ἢ νάρδῳ· θέρεος δὲ καὶ σίραιος Ἑλληνικός· ἢν δὲ καὶ ἐπιθέτοισι δέῃ χρέεσθαι, φοίνικες ἐν οἴνῳ αὐστηρῷ δευθέντες· ἔπειτα λεῖοι ἐς μᾶζαν τετριμμένοι ξὺν νάρδῳ, ἀλφίτοισι, οἰνάνθῃ, προσηνὲς θώρηκι ἐπίπλασμα· ψυκτικὸν δὲ καὶ μῆλα θλασθέντα ξὺν μαστίχῃ καὶ μελιλώτῳ. πάντα δὲ κηρῷ καὶ νάρδῳ ἀναλαμβάνειν· ἢν δὲ καὶ τὸν στόμαχον ἔχῃ νάρκη καὶ ἀποσιτίη, ἀψινθίο υχυλὸν ἢ κόμην τοισίδε ξυλλεαίνειν· καὶ τῷδε ἑψηθέντι ξὺν λίπαϊ καταιονεῖν τὸ ὑποχόνδριον. πιπίσκειν δὲ καὶ τὸ ἀπόβρεγμα ἢ χυλὸν αὐτέου πρὸ τῆς τροφῆς, ὁκόσον κυάθους δύο τοῦ ἀποβρέγματος, ἢ κύαθον πικροῦ τοῦ χυλοῦ ξὺν ὕδατος κυάθοις δύο. ἢν δὲ καὶ καῦσος ἔχῃ τὸν στόμαχον, οὐκ ἀπὸ τῆς καταστάσεως τῆς νούσου, ἀλλ᾽ αὐτοῦ μούνου ἀπὸ χυμῶν δριμέων καὶ ἁλμυρῶν, ἢ ὑπὸ χολῆς δακνομένου, καὶ δίψεϊ αὐαινομένου, ὑδρομιγὲς γάλα δοτέον ἐν τροφῇ, ὅσον ἡμικοτύλιον τοῦ γάλακτος ἐν ὕδατος κυάθῳ ἑνί· ῥυμφάνειν δὲ αὐτέου τὸ πλεῖστον. βραχὺ δέ τι καὶ σὺν ἄρτῳ ἀναλίσκειν.
ἢν δὲ καὶ καῦσος ἔχῃ τὸν ἄνθρωπον, καὶ δίψος, καὶ ἀπορίη, καὶ μανίη, καὶ ἐπιθυμίη ψυχροῦ ὕδατος, διδόναι μεῖον μὲν ἢ ὁκόσον ἐν καύσου νούσῳ ἄνευ φρενίτιδος. τῶνδε γὰρ ἀμφὶ τῶν νεύρων ὀρρωδέειν χρή. διδόναι ὦν ὁκόσον ἐς στομάχου ἄκος· ὀλίγον δὲ ἀπαρκέει· βραχυπότ αι γὰρ οἱ φρενιτικοί.
ἢν δὲ καὶ εἰς συγκοπὴν τράπωνται, γίγνεται γὰρ καὶ τόδε· τῆς μὲν δυνάμιος λυομένης, ἱδρῶτι δὲ χεομένου τοῦ ἀνθρώπου, πάντων δὲ εἰς τὸ ἐκτὸς τὴν φορὴν ποιευμένων τῶν ὑγρῶν, καὶ τοῦ τόνου λυομένου καὶ τοῦ πνεύματος, ἔς τε ἀκηδίην μὲν τῆς παραφορῆς, δέος δὲ εἰς ἀτμὸν λυθῆναι καὶ ὑγρασίην τὸν ἄνθρωπον· ἄλκαρ μοῦνόν ἐστι οἶνος, θρέψαι μὲν ὠκέως κατ᾽ οὐσίην, καὶ πάντη μέχρι περάτων μολεῖν· τόνῳ δὲ προσθεῖναι τόνον, καὶ πνεῦμα νεναρκωμένον ἐγεῖραι, ψῦξιν ἀλεῆναι, στῦψαι πλάδον, φερομένων ἔξω καὶ ῥεόντων κρατῆσαι, ἡδὺς μὲν ὀσφραίνεσθαι ἐς ἡδονὴν, κραταιὸς δὲ στηρίξαι δύναμιν ἐς ζωήν· ἄριστος δὲ μειλίξαι θυμὸν ἐν παραφορῇ· τάδε μέντοι ποθεὶς ἅμα πάντα πρήσσει. θυμόν τε γὰρ πρηο̈́νονται μαλθάξι φρενῶν, καὶ ἐξ ἑωυτέων ἐς δύναμιν τρέφονται· ἀτὰρ ἠδὲ ἑωυτέοισι ἐμπνέουσι ἐς ἡδονήν.
ὅταν πρόσω μὲν ἤδη πολλὸν ἥκῃ χρόνου, ὅ τε πυρετὸς νωθὴς ἔῃ, ἀτὰρ ἠδὲ ἡ παραφορὴ ἐς μώρωσιν τρέπηται· τὸ δὲ ὑποχόνδριον μὴ πολλόν τι προσβλάπτηται ἢ ὄγκῳ, ἢ φυσήσι, ἢ σκληρίῃ, κεφαλὴ δὲ τὸ πλέον ἔχῃ τῆς αἰτίης, χρὴ τολμέον τα λούειν ἠδὲ καταιον εῖν πολλόν τι τὴν κεφαλήν. ἥ τε γὰρ ἕξις ὑγρανθήσεται, καὶ ἡ κεφαλὴ διαπνευσθήσεται, καὶ τὸ ξύμπαν σκῆνος διατμισθήσεται. ὧδε γὰρ τὸ μὲν ξηρὸν ἀμβλύνεται, καὶ καθαρεύεται δὲ τῆς ὀμίχλης ἡ αἴσθησις· ἡ δὲ γνώμη εὐσταθὴς ἠδὲ ἔμπεδος μίμνει. τάδε μέντοι τῆς λύσιος τῆς νούσου γνώματα.
Κεφ. β΄. Θεραπεία Ληθαργικῶν
[Επεξεργασία]Ληθαργικοῖσι κατάκλισις ἐν φωτὶ καὶ πρὸς αὐγήν· ζόφος γὰρ ἡ νοῦσος· ἠδὲ ἐν ἀλέῃ μᾶλλον· ψῦξις γὰρ ἔμφυτος ἡ αἰτίη. κοίτη εὐαφὴς, τοιχογραφίη, στρώματα ποικίλα, πάντα ὁκόσα περ ἐρεθιστικὰ ὄψιος, λαλιὴ, ψηλαφίη ξὺν πιέσι ποδῶν· τιλμοί· κνησμοί. ἢν βαθὺ κῶμα ἴσχῃ, ἐμβόησις, νουθεσίη ὀργίλη, δεῖμα, ἐφ᾽ οἷσι δειμαίνει. προσαγγελίη τῶν ὁκόσα ἐπόθεε καὶ προσεδόκεε. πάντα ἐς ἐγρήγορσιν ἐναντίως τοῖσι φρενιτι κοῖσι.
ἀμφὶ δὲ καὶ κενώσιος ληθαργι κῶν τάδε χρὴ γινώσκειν. ἢν μὲν ἐξ ἑτέρης νούσου, ὁκοῖόν τι φρενίτιδος, διαδέξηται ἡ λήθη, φλέβα μὲν μὴ τάμνειν, μηδὲ ἀθρόον ποθὲν κενοῦν αἷμα. ὑποκλύζειν δὲ τὴν κοιλίην, μὴ τοῦ κοπρώδεος εἵνεκε μοῦνον, ἀλλ᾽ ὅκως τι καὶ ἄνωθεν ἀντισπασθῇ, καὶ ἀπὸ τῆς κεφαλῆς ὀχετευθῇ. πλέον οὖν ἔστω ἁλῶν τε καὶ νίτρου. ἄριστον δὲ τῷ κλύσματι εἰ καστόριον ἐμπάσσοις· ψυχρὸν γὰρ τὸ κάτω ἔντερον ληθαργι κοῖσι καὶ πρὸς ἔκκρισιν νεκρῶδες. ἢν δὲ μὴ ἐκ διαδέξιος νούσου, ἀλλ᾽ ἑωυτέου ἄρχηται ὁ λήθαργος, καὶ δοκέῃ πεπλῆσθαι ὁ νουσέων, ἢν μὲν αἵματος, φλέβα τὴν ἐπ᾽ ἀγκῶνι τάμνειν· ἢν δὲ φλέγματος ὑδατώδεος εἴτε ἄλλων χυμῶν, καθαίρειν χρὴ κνεώρῳ σὺν τῇ πτισάνῃ, ἢ ἐλλεβόρῳ μέλανι ξὺν μελικρή τῳ, πρὸς τῇσι ἀρχῇσι, ἢν μετρίως βούλῃ· ἢν δὲ μεζόνως, τοῦ φαρμάκου τῆς ἱερῆς καλευμένης νήστι διδόναι ὁλκῆσβ᾽, ξὺν μελικρήτου κυάθοις τρισὶ, καὶ περιμείναν τα καθήρασθαι, τότε διδόναι σιτία, ἢν καιρὸς ᾖ· ἢν δὲ μὴ, εἰς τὴν ἐπιοῦσαν ἡμέρην ἡ τροφή· εὐκαιρίη δέ κοτε καὶ ἐν ἑσπέρῃ γίγνεται τῆς ἱερῆς ὁλκῆς͵ α ὕδατι ἢ μελικρή τῳ λυομένης, κυάθοις δύο.
ἀτροφίη κακὸν, κακὸν δὲ καὶ πολυτροφίη. χρὴ ὦν ὀλιγοσιτίῃ χρέεσθαι ἐς ἑκάστην ἡμέρην· ἀθρόον δὲ μὴ ἀσιτεῖν· ὑπομνήσιός τε γὰρ ἠδ᾽ ἀλέης τῷ στομάχῳ χρέος ἀνὰ πᾶσαν τὴν ἡμέρην. ἀτὰρ καὶ ἡ τροφὴ ἔστω λεπτύνουσα καὶ διαχωρητικὴ ἐν ζωμοῖσι μᾶλλον ἢ ὀπτοῖσι ἀλεκτορίδι, κεγχρίδι. λινόζωστις δὲ ξυνεψείσθω καὶ ὄξος παραχεέσθω. καὶ τοῖσι δὲ χυλοῖσι ἐμβάλλειν, εἴ ποι δέοι χυλῷ χρέεσθαι πτισάνης, εὔπνοον ἠδὲ οὔρων ἀγωγὸν, μάραθρον, σέλινον, τὰ λάχανα, ἢ τουτέων τοὺς καρπούς. ἀγαθὸν δὲ καὶ πράσον τῇ δριμύτητι, καὶ κράμβη ξὺν ἐλαίῳ καὶ γάρῳ· ἄριστον δὲ καὶ κύμινον γλυκὺ, ξὺν κράμβῃ, φυσέων ἠδὲ οὔρων· ἐρεθιστέα γὰρ ἡ κύστις, ἠδὲ γαστὴρ, ἐν πάσῃ τῇ νούσῳ.
τέγξιες τῆς κεφαλῆς, αἵπερ καὶ τοῖσι φρενιτι κοῖσι. ἀμφοῖν γὰρ αἱ αἰσθήσιες πλέαι γίγνονται ἀτμῶν, ἃς ἀπελαύνειν. χρὴ ψύξεϊ καὶ στύψι, ῥοδίνῳ, καὶ κισσοῦ χυλῷ· ἢ ἐξατμίζειν ἐς διαπνοὴν τοῖσι λεπτύνουσι, οἷον ἑρπύλῳ ἐν ὄξεϊ σὺν τῷ ῥοδίνῳ· ἢν δὲ νεύρων πόνος ἔῃ καὶ ψῦξις ὅλου, πολλῷ δὲ μᾶλλον ἀκρέων, τῷ καστορίῳ ξὺν ἀνηθίνῳ λιπαίνειν, ἠδὲ τέγγειν τὴν κεφαλὴν καὶ τὸν αὐχένα, καὶ τὴν ῥάχιν χριειν τῷ αὐτῷ ξὺν λίπαϊ, σικυωνίῳ, ἢ γλευκίνῳ, ἢ παλαιῷ· ξυγχρίειν δὲ καὶ τὼ χεῖρε ἀπὸ τῶν ὤμων, καὶ τὼ πόδε ἀπὸ τῶν βουβώνων. τοισίδε μέντοι καὶ τὴν κύστιν καταιονεῖν, καὶ ὡς νεῦρον πάσχουσαν, καὶ ὡς οὔρων ὁδὸν κάμνουσαν, ἀτὰρ καὶ τῇ δριμύτητι τῶν χυμῶν ἀχθομένην· χολώδεα γὰρ τὰ οὖρα. ἢν δὲ μέζων ὁ τρόμος ἔῃ, καὶ κίνδυνος σπασμοῦ, καὶ σικυωνίῳ εἰς τὴν κεφαλὴν ὑπ᾽ ἀνάγκης χρέεσθαι· ὀλίγη δὲ ἤτω ἡ χρῖσις· ἢν δὲ καὶ φλεγμασίαι τῶν ὑποχονδρίων ἔωσι, καὶ πρήσιες καὶ φῦσαι, καὶ περιτάσιες τοῦ δέρματος, ἢ κοῖλον γίγνηται, εἴσω εἰρυομένου τοῦ ὑποχονδρίου, ἐμβρέγματα καὶ ἐπιπλάσματα, ὁκόσα μοι ἐν φρενιτι κοῖσι λέλεκται.
σικύῃ ἥκιστα χρέεσθαι ἢν ἀπὸ φρενίτιδος ἔωσι. εὐτολμότερον δὲ ἢν ἀρχῆθεν ἡ νοῦσος εἰσβάλλῃ. ἢν δὲ γλῶσσα μελαίνηται καὶ ὄγκος ἐν τοῖσι ὑποχονδρίοισι σημαίνῃ, ὑπ᾽ ἀνάγκης τῇ σικύῃ χρέεσθαι· ἐπὴν δὲ πρὸς τῷ μήκεϊ τοῦ χρόνου κενωθήσεται τῇσι αἰσθήσεσι, τἄλλα δ᾽ εὐπετέστερον φέρῃ, τῇ κορυφῇ τῆς κεφαλῆς προσβάλλειν· ἄλυπον γὰρ τῇ δυνάμι τὸ ἐντεῦθεν κενοῦν.
ἄγειν τε καὶ φύσας ἄνω τε καὶ κάτω. φυσέων γὰρ συναγωγὸν λήθαργος καὶ ἐν τῇσι κοιλίῃς ι καὶ ἐν τῷ ὅλῳ σκήνεϊ ἀργίῃ καὶ νωθίῃ καὶ ἀψυχίῃ· διαπνευστι κὸν δὲ κίνησις ἠδὲ ἐγρήγορσις. διαχρίειν οὖν πήγανον χλωρὸν τρίβοντα ξὺν μέλιτι καὶ νίτρῳ· ἀγωγόν τέ ἐστι μᾶλλον φυσέων ξὺν τουτέοισι καὶ τερμίνθου ῥητίνης μέρος ἕν· καὶ πυρίη προκλητικὴ φυσέων, ἢ πιναροῖσι θερμοῖσι ἐρίοις, τρηχέσι παλαιοῖς ῥάκεσι, ἢ σπογγιῇ ξὺν ὕδατι, ἔνθ᾽ ὕσσωπον, ἢ ὀρίγανον, ἢ γλήχων, ἢ ῥυτὴ ἕψηται· ἄγοι δ᾽ ἂν φύσας, ἠδὲ ὁκόσα πρὸ τῶν σιτίων πίνεται, τάπερ καὶ φλέγμα καὶ χολὴν ἐν τοῖσι ἐντέροισι καὶ στομάχῳ ἄγει, ὕσσωπον ἐν μελικρή τῳ ἑψηθὲν, δίκταμνον τὸ Κρητικὸν, ὀρίγανον· δριμέα μὲν, ἀγωγὰ δὲ ἀδίαντον, ἄγρωστις· τάδε μέντοι καὶ φυσέων καὶ οὔρων καταρρηκτικά.
ἢν δὲ τρόμος χειρῶν καὶ κεφαλῆς ἔῃ, καστόριον πιπίσκειν δραχμῆς ὁλκῆς ἥμισυ ξὺν μελικρή του κυάθοις τρισὶ ἐς ἡμέρας πλεῦνας· ἢν δὲ μὴ πίνῃ τόδε, ἐντήκειν ξυμφόρῳ ἐλαίου,12 ἔνθα πήγανον ἐνεζέσθη κυάθοις τρισὶ, τὸ δὲ διπλόον ἐς τὸ κάτω ἔντερον ἐγχέειν, καὶ τόδε ἐς πλεῦνας ἡμέρας. μετὰ δὲ τὸ ἐκ τουτέου ξύμφορον, ῾φύσας γὰρ ἄγει ἄνω τε καὶ κάτω· μετεξετέροισι δὲ καὶ οὖρα καὶ κόπριον·᾿ ἢν δὴ ποθὲν εἰς τὸ πᾶν διαθέον ἥκῃ, ἄτρομα ἠδὲ κραταιὰ τὰ νεῦρα γίγνεται καὶ τὰς ἕξιας ἐς τὸ θερμὸν καὶ ξηρὸν ἀλλοιοῖ καὶ τὰς καταστάσιας τῶν νούσων τρέπει. ἄριστον δὲ καὶ ἐς τὰς ῥῖνας ἐμφυσῆν· καὶ γὰρ καὶ τῇδε πνευμάτων καταρρηκτικὸν πταρμοῖσι· καὶ ὁκοῖόν τι κύστις ἀγωγὸν οὔρων καὶ ῥὶν μύξης· πρήσσει δὲ θέρμῃ προσηνεῖ τάδε τῇδε καὶ τῶν ἄλλων τῶν πταρμικῶν κρέσσον, πεπέρεος, ἐλλεβόρου, στρουθίου, εὐφορβίου. τάδε γὰρ ἐς τὴν πρώτην ἠδὲ πυμάτην θίξιν ἀπηνέα καὶ ταρακτικὰ κεφαλῆς τε καὶ αἰσθήσιος, ἐκ προσαγωγῆς δὲ τὸ καστόριον ἀλεαίνει· κεφαλῇσι δὲ καὶ ἄλλως ξύμφορον, ὅτιπερ τὰ νεῦρα πάντη ἐνθένδε περιφύεται· νούσων δὲ νεύρων καστόριον ἰητήριον. ἀλλὰ ξυμμίσγειν τόδε τῶν γεγραμμένων τινὶ ἤ τισι, οὐκ ἄχαρι. ἢν γὰρ μιγῇ, μὴ αὐτίκα μὲν κεφαλὴν ξυμμέτρως ταράξαι, ἐς μακρὸν δὲ τὴν θέρμην ἐξάψαι.
ὑγρῆναι τὴν ῥῖνα προκλήσι· ὁσμαῖς δριμείασις μὲν ἐς αἴσθησιν, ἐς δύναμιν δὲ θερμαῖς· ὁκοῖον αὐτὸ τὸ καστόριον, ἢ θύμβρα, ἢ γλήχων, ἢ θύμος, χλωρὰ, ἢ ξηρὰ δευθέντα ὄξεϊ.
δριμέων φαρμάκων χρίσιες κατὰ τῶν ποδῶν καὶ γουνάτων. ὕλη δὲ ἔστω ἀλεαίνουσα καὶ δάκνουσα ἐκ προσαγωγῆς. ἀμφοῖν γὰρ χρέος ληθαργι κοῖσι ἐς θάλψιν καὶ ἐγρήγορσιν. τὰ πρῶτα μὲν ὦν καὶ κνίδῃ μαστίζειν τὰ σκέλεα. προσίζουσα γὰρ ἡ ἄχνη οὐκ ἐς πολλὸν μὲν διαρκέει, ἄλυπον δὲ ὀδαξησμὸν καὶ πόνον ἐνδιδοῖ. μετρίως δὲ ἐρεθίζει τε καὶ παροιδίσκει, καὶ θερμασίην προκαλέεται. ἢν δὲ ἐπὶ μᾶλλον ἐθελήσῃς τάδε τοι γίγνεσθαι, λημνήστιδος ἠδ᾽ εὐφορβίου ἷσα ξὺν λίπαϊ γλευκίνῳ χρίειν. ἄριστον καὶ σκίλλης ὠμῆς λεπτοῖσι ἐκτρίβειν· χρὴ δὲ ἀπομάξαντα τῶν μελέων τὸ ἐλαιῶδες· ῾ ἄδηκτον γὰρ πᾶν δριμὺ ξὺν λίπαϊ ἢν μὴ φαρμακῶδες ᾿, ἢ κυπρίνῳ, ἢ γλευκίνῳ, ἢ σικυωνίῳ. ἢν δὲ ἐπὶ τουτέοισιν ἔτι βαθὺ κῶμα ἴσχῃ, σίκυον χρὴ τὸν ἄγριον ξὺν ὄξεϊ τρίψαντα σινήπιος ἴσῃ μάζῃ ξυμμίξαντα, τιθέναι· δριμὺ δὲ τὸ ἐπίπλασμα καὶ ὠκέως ἐρυθήμα τα ἐντεῦξον, ὠκέως δὲ οἰδαλέα θέμενον· εἰ κίνδυνος δὲ φλυκται νώσιος καὶ τρωμάτων, ξυνεχέως ἐπαίρειν τὸ ἐπίπλασμα, καθορέοντα μή τι τουτέων ξυμβῇ. τάδε μὲν ὦν ἐς τὸ νωθὲς καὶ νεκρῶδες αὐτέου, καὶ ἐς πάντα καιρὸν, πλὴν τῇσι ἐσβολῇσι τῶν παρόξυσμῶν.
ἢν δὲ ἀναφέρῃ μὲν ἤδη τὴν αἴσθησιν, βάρος μέν τι ἐπὶ τῆς κεφαλῆς, καὶ ἦχος, ἢ βόμβος ἔῃ, καὶ διὰ τοῦ στόματος ἄγειν φλέγμα, μαστίχην τὰ πρῶτα ἐς μάσησιν διδόντα, ὡς ξυνεχὲς ἀποπτύοι· ἔπειτα δ᾽ αὖθις ἀσταφίδος ἀγρίης, κόκκου τοῦ τῆς Κνίδου, πάντων δὲ μάλιστα σινήπιος, ὅτι τε ξύνηθες, ἀτὰρ ἠδὲ ὅτι τῶν ἄλλων μᾶλλον τόδε φλεγμάτων ἀγωγόν· κἢν μὲν καταπίῃτις ἑκὼν, ἱκανὸν μὲν τὰ ἐν τῷ στομάχῳ λῦσαι· δυνατὸν δὲ καὶ ὑγρῆναι γαστέρα καὶ φύσας ἀγαγεῖν· καὶ γάρ μοί κοτε ἐκ ξυντυχίης τάδε ξυνέβη, καταπιόντος τοῦ ἀνθρώπου κατὰ γνώμην τὴν ἐμήν· ἀγαθὴ δὲ διδάσκαλος ἡ πείρη· χρὴ δὲ καὶ αὐτὸν πειρῆν· εὐλαβίη γὰρ ἀπειρίη.
χρὴ δὲ καὶ τὴν κεφαλὴν μετὰ τὴν κουρὴν τὴν ἐν χρῷ, ἢν μὴ μέγα ἥδε ἀνύῃ, ξυρεῖν ἐς διαπνοήν· ἀτὰρ ἠδὲ ἐς φαρμάκω ν δριμέων χρίσιν, τοῦ διὰ τῆς λημνήστιδος, ἢ ἀδάρκην, ἢ θαψίην, ἢ σίνηπι ὑγρὸν ἐξ ὕδατος ξὺν ἄρτῳ διπλῷ ἐς τρύχνιον ἐγχρίσαντα ἐμπάσσειν τὴν κεφαλήν· φυλάξαν τα δὲ ἐς ὥρην μίην εὐκαιρίῃ σπόγγοισι θερμοῖσι πυριῆν.
οὐκ ἀνωφελὲς δὲ καὶ λούειν, ἤδη πάντων μὲν, ἢ τῶν γε πλείστων καὶ καιρίων τῶν ἐς τὴν νοῦσον λελυμένων. τῆς δὲ νωθείης μενούσης, εὖτε καὶ αἰώρης χρέος, καὶ τρίψιος, καὶ πάσης προσηνοῦς κινήσιος.
Κεφ. γ΄. Μαρασμοῦ Θεραπεία
[Επεξεργασία]τοισίδε μέντοι κἢν μαρασμὸς ἔῃ, ἀρήγειν θᾶσσον ἰόντα ἐπὶ λουτρὰ καὶ κινήσιας. μαρασμοῦ μέντοι καὶ γάλα ἰητήριον, καὶ θρέψαι, καὶ ἀλεῆναι καὶ ὑγρῆναι γαστέρα, καὶ κύστιν πρηο̈́ναι· ἀτὰρ ἠδὲ κατόχοις τωὐτὰ τὰ ξυμφέροντα. ὁμοίη γὰρ καὶ ἡ ωὐτὴ τῶνδε τῶν νούσων ἡ ἰδέη. καστόριον δὲ τουτέοισι καιριώτερόν τε καὶ εὐμενέστερον πιεῖν τε καὶ χρίσασθαι καὶ ἐς τὸ ἔντερον ἐνεῖναι. τῇσι δὲ γυναιξὶ ὁκοῖα τουτέοισι ἴκελα πάθεα ἀπὸ ὑστέρης γίγνεται, ἐν τοῖσι γυναικείοσι λελέξεται.
Κεφ. δ΄. Θεραπεία Ἀποπληξίης
[Επεξεργασία]ἀποπληξίη ἰσχυρὴ μὲν εἴη, ἅπαντα γὰρ ἔασι νεκρώδεες, ἢν καὶ ὁ νουσέων γηραιὸς ᾖ, τοῖσί περ ξύνηθες τὸ πάθος. οὐ γὰρ περιγίγνονται τῷ τε μεγέθεϊ τοῦ κακοῦ καὶ τῇ τῆς ἡλικίης ξυμφορῇ. ὅκως δὲ τεκμαρτέα τὰ μεγέθεα, πρόσθεν μοι λέλεκται. ἢν δὲ νεηνίης, καὶ ἀσθενὴς ἡ ἀποπληξίη πέλῃ, ἰῆσθαι μὲν οὐ ῥηΐδιον, πειρῆσθαι δὲ ὦν. ἰσόρροπον μὲν ὦν ἰητήριον, ὡς μεγάλῳ πάθεϊ μέγα βοήθημα, φλεβοτομίη, ἢν μή τις ἐς ἁμαρτωλὴν ἴῃ τοῦ πλήθεος δυστέκμαρτον δὲ τὸ μέτρον. ἤν τε γὰρ σμικρῷ πλέον ἀφέλῃς, προσαπέπνιξας τὸν ἄνθρωπον. ἐς γὰρ τὸ ζῆν τουτέοισι καὶ τὸ σμικρὸν αἷμα δυνατώτατον, καὶ ἡ ἀλέη τῆς ζωῆς τοῦ σκήνεος καὶ τῆς τροφῆς ἐόν·ἤν τε μεῖον τῆς αἰτίης, οὐδὲν μέγα ὤνησας διὰ μεγάλου ἄκεος· ἔτι γὰρ ἡ αἰτίη μίμνει· κρέσσον δὲ ἐς τὸ ἔλασσον ἁμαρτάνειν. ἢν γὰρ καὶ δοκέῃ μὲν ἐνδέειν, χρησταὶ δέ τινες ὑποφάσιες γίγνοιντο, αὖθις ἐπανατάμνειν τὴν φλέβα. τάμνειν δὲ τὴν ἐν τῷ κοίλῳ τοῦ ἀγκῶνος, εὔροος γὰρ ἥδε ἐν τῷ λαιῷ· ξυντεκμαίρεσθαι δὲ ἐν τῇ σμικρῇ ἀποπληξίῃ καὶ τὰ πάρετα μέρεα, εἰ ἐπ᾽ ἀριστερὰ, ἢ δεξιὰ, ἡ πάρεσις. ἀπὸ γὰρ τῶν ὑγιηρῶν, ὡς ἔπος εἰπεῖν, τὴν ἀφαίρεσιν χρὴ ποιέειν. τῇδε γὰρ τὸ αἷμα εὔροον· τῇδε καὶ ἡ παροχέτευσις ἀπὸ τῶν σιναρῶν. ἢν μὲν ὦν ἄνευ φανερῆς προφάσιος ἀπόπληκτοι γίγνωνται, ὧδε χρὴ συλλογί ζεσθαι ἀμφὶ τῆς ἀφαιρέσιος· ἢν δὲ ἀπὸ πληγῆς, ἢ καταφορῆς, ἢ πιέσιος ξυμβῇ, οὐ χρὴ ἀναβάλλεσθαι. μετεξετέροισι δὲ τόδε μοῦνον εἰς ἄκεσιν ἠδὲ ζωὴν ἤρκεσεν.
ἢν δὲ μὴ δοκέῃ τάμνειν φλέβα, ψύξιος πολλῆς καὶ νάρκης καὶ ἀναισθήσιος ἀμφισχούσης τὸν ἄνθρωπον, ὑποκλύζειν ἐς κένωσιν τοῦ πλήθεος τῶν ἐν τοῖσι ἐντέροισι ῾τὰ πολλὰ γὰρ ὑπ᾽ ἀδηφαγίης καὶ οἰνοφλυγίης παραπλῆγες γίγνονταἰ, καὶ εἰς τὴν ἀντίσπασιν τῶν τὴν κεφαλὴν ἀμφεχόν των χυμῶν· ἔστω δὲ τὸ κλύσμα δριμὺ, καὶ φλεγμάτων καὶ χολῆς ἀγωγὸν, ὡς μὴ νίτρον ἔχειν μοῦνον, ἀλλὰ καὶ εὐφόρβιον, ὅσον ὁλκῆς τριώβολον, ἐς τόδε ξύνηθες πλῆθος τοῦ κλύσματος, καὶ κολοκυνθίδος τὸ ἐντός, ἢ κενταυρίου τῆς κόμης ἀφεψήματος εἰς ἔλαιον, ἧ ὕδωρ. ἄριστον δὲ κλύσμα καὶ τὸ τοιόνδε· τοῦ μέλιτος τῷ ξυνήθει πήγανον ξὺν τῷ λίπαϊ ἑψηθὲν, καὶ τερμίνθου τοῦ δένδρεος τῆς ῥητίνης, καὶ ἁλῶν ἀντὶ νίτρου, καὶ ὑσσώπου ἐψήματος.
καὶ ἢν ἐκ τῶνδε μικρὸν ἀνέγρηται ὁ ἄνθρωπος, ἢ κινεόμενος τοῖσι πυρετοῖσι, ἢ αἰσθανόμενος ἀπὸ τῆς ἀναισθησίης, ἢ εὐσφυξίη γένοιτο, ἢ ὅλως τὸ πρόσωπον εὔσημον ᾖ, εὔελπιν χρὴ ἔμμεναι, ἠδ᾽ ἀρήγειν εὐτολμότερον. κρατύναντα ὦν μεσηγὺ τὴν δύναμιν τῆς ἱερῆς τοῦ καθαρτηρίου διδόναι νήστεϊ, μάλιστα μὲν τὸ πᾶν τῆς πόσιος· εἰ δὲ κώλυμα ἡ δύναμις ἔοι, ἐς τὸ ἥμισυ σὺν μελικρήτῳ. καὶ κινέειν αὐτὸν ἐν δίφρῳ ἐνθέντα ἀνακλίτῳ, ἀτρέμα μὲν αἰωρούντων τῶν φερόντων, διαναπαύοντα δὲ ξυνεχὲς διὰ τὸ ἄκοπον· κἢν μὲν ἡ γαστὴρ εὐρόως ὑποφέρῃ, δέχεσθαι· εἰ δὲ μὴ, ὕδωρ ἢ μελίκρητον πιπίσκειν, ὅσον κυάθους δύο· ἢν δὲ καὶ ναυτίη μὲν ἕλῃ ἐπὶ τῇσι καθάρσεσι, μὴ ἀποτρέπειν. ἥ τε ἔντασις ἐς ἐγρήγορσιν ἔχει τι ζώπυρον, καὶ ὁ τῶν φλεγμάτων ἔμετος τὴν αἰτίην τῆς νούσου ἄγει. αἰσθήσιος δὲ, καὶ κεφαλῆς, καὶ νεύρων καθαρτήριον ἡ ἱερὴ τὸ φάρμακον. ἀμφὶ μὲν ὦν κενώσιος παντοίης, τῆς ἐν ἀρχῇσι, ἅλις.
ὅλον δὲ χρὴ τὸν ἄνθρωπον ἐρίοισι εἰλίξαντα καταιονεῖν λίπαϊ σικυωνίῳ, ἢ γλευκίνῳ, ἢ παλαιῷ, ἢ ἰδίῃ ἑκάστῳ, ἢ ξυμπάντεσσι συμμεμιγμένοισι· ἄριστον δὲ κηροῦ μικρὸν ἐντήκειν ἐς πάχος τῶν ἀλειφάτων·... ποιέειν δὲ χρὴ δυνατωτέρην τήνδε· ἐμπάσσειν δὲ καὶ νίτρου καὶ πεπέρεος. ἔστω δὲ λεπτὰ σησθέντα κρησέρῃ· μέγα δὲ ἐς δύναμιν τῶν παρέντων καὶ τὸ καστόριον· καὶ ἄλειμμα, ξύν τινι λίπαϊ τῶν εἰρημένων, πολλὸν δὲ δυνατώτερον καὶ πιπίσκειν ξὺν μελικρή τῳ. τὸ δὲ πλῆθος ὁκόσον ἐπὶ ληθαργικῶν ἴσμεν· ξυντεκμαίρεσθαι δὲ καὶ τὴν ἡλικίην καὶ τὴν γνώμην τοῦ νοσέοντος, εἰ πιεῖν ἐς πλεῦνας ἡμέρας ἑτοῖμος. ἔστι δὲ καὶ χρίσματα κρέσσονα τῆς τέγξιος, εὐφορέστερά τε καὶ δυνατώτερα. οὔτε γὰρ περιρρέει ἐς τὸ τῶν στρωμάτων αἶσχος· ἀχάριστον γὰρ τοῖσι κάμνουσι τὸ τοιόνδε, καὶ προσίζεται τῷ σκήνεϊ, ἔς τε τὰ ξυντακέντα ὑπό τε τῆς ἀλέης ἀνεπόθη. ἀλλὰ καὶ τὸ ἀΐδιον αὐτέων ὀνηϊστόν, περιρρέει γὰρ ἡ τέγξις. ὕλη δὲ ἀλειφάτων μὲν ὁκόσα μοι λέλεκται· ξὺν αὐτέοισι δὲ καστόριον, ῥητίνη τερμίνθου τοῦ δένδρεος, εὐφορβίου, λημνήστιδος, πυρέθρουἶσα· πεπέριος, χαλβάνης ἐς ἥμισυ· ξὺν νίτρῳ Αἰγυπτίῳ τριπλάσιον, κηροῦ ὁκόσον ἐς σύστασιν ὑγρήν. πολλὸν δὲ τουτέων φαρμακίη ποικιλωτέρη καὶ πλέον καὶ ἰδίῃ λέλεκταὶ. ἐπιπλάσματα τῇσι σκληρίῃσι καὶ τῇσι ἐντάσεσι τῶν μερέων ἐπιθετέον· ὕλη δὲ, λίνου σπέρμα, τῆλις, ἄλφιτον κρίθινον, μέλι, ἔλαιον ἔνθα πήγανον ἢ ἄνηθον ἐζέσθη, ἀλθαίης ῥίζα κοπεῖσα καὶ ἐν μελικρήτῳ ἑψηθεῖσα, ὡς κηροειδὴς γενέσθαι· ἔστω δὲ εὐαφέα καὶ προσηνέα τῇ ξυστάσι. ἢν μὲν ὦν ἄπυροι ἔωσι ἔτι, ἢ σμικρὸν ἐπιπυρεταίνωσι, τάδε χρὴ πρήσσειν οὐκ ἀλεγίζοντα τῆς θέρμης.
ἢν δὲ πυρετοὶ ὀξέες ἔωσι καὶ ἡ ἄλλη νοῦσος σμικροτέρη τῶνδε φαίνηται, καὶ ἐς τὸν κίνδυνον οἵδε ξυνεπείγωσι, πρὸς τούσδε χρὴ τὴν δίαιταν καὶ τὴν ἄλλην θεραπείην ἁρμόζεσθαι. τροφῇσίτε ὦν τελέως λεπτῇσι, εὐπέπτοισι χρέεσθαι· καὶ τῇ εὐκαιρίῃ προσεκτέον νῦν μᾶλλον· καὶ τοὺς παροξυσμοὺς ὑποστέλλεσθαι ἐς πᾶσαν ἰητρείην, καὶ τὸ ξύμπαν τοῖσι πυρετοῖσι προσκέεσθαι χρή.
ἢν δὲ πρόσω προήκῃ χρόνῳ καὶ τὴν κεφαλὴν ἐν αἰτίῃ ἴσχῃ, σικύην χρῆ ἐς τὸ ἰνίον προσβάλλοντα, αἱμάσσειν ἀφειδέως. καὶ γὰρ φλεβοτομίης ὀνίνησι μᾶλλον, καὶ τὰς δυνάμιας οὐκ ἀφαιρέει. προτέρη δὲ μεσηγὺ τῶν ὠμοπλατέων κουφὴ τιθέσθω ἐς ἀντίσπασιν τῆς ἐν τῷ ἰνίῳ.
παρελύθη κοτὲ καὶ κατάποσις, ἥπερ μούνη ἀποπλήκτοισι ἄλκαρ ἐστὶ σωτηρίης, εἴς τε τὴν τῆς τροφῆς κατάποσιν καὶ ἐς τὴν τῶν φαρμάκων πάροδον. οὐ γὰρ ἀτροφίης καὶ λιμοῦ κίνδυνος μοῦνον, ἀλλὰ καὶ βηχὸς, καὶ δυσπνοίης, καὶ πνίξιος. κἢν γὰρ καὶ ἐγχέῃ τις εἰς τὸ στόμα ὑγρὸν σιτίον, ἐς τὴν ἀρτηρίην ὑπορρέει, οὔτε τῶν παρισθμίων ξυμπιπτόντων ἐς τὸν ὠσμὸν τῶν σιτίων, οὔτε τῆς ἐπιγλωττίδος ἐνιζούσης ἐς τὴν ἑωυτῆς ἕδρην, ἥτις ἐπίθημα τῆς ἀρτηρίης πέφυκε. χρὴ ὦν μελίκρητον ἢ χυλὸν ἐγχέαντα μυστίλῃ μακρῇ ὑπεραίροντα ὑπὲρ τῆς ἀρτηρίης ἐς τὸν στόμαχον ἐγχέειν. τόδε γὰρ ἔτι ἐς κατάποσιν ὑπουργέει· εἰ δ᾽ ὁ νοσέων ἐς ὄλεθρονἴῃ ὕστατον, ὁ δὲ αὐχὴν σὺν τῇ ἀναπνοῇ πηγνύηται, τόν τε αὐχένα καὶ τὸν ἀνθερεῶνα θερμάσμασι χρίειν τε καὶ πυριῆν. ματαιόπονοι δὲ καὶ ἀΐδριες ὁκόσοι σικύην ἐς τὸν ἀνθερεῶνα προσβάλλουσι ἐς εὐρύτητα τοῦ στομάχου. οὐ γὰρ διαστάσιος χρέως ἐς ἔνθεσιν τῆς τροφῆς, ἀλλὰ ξυμπτώσιος ἐς κατάποσιν. προσδιαστέλλει δὲ σικύη, κἢν καταπίνειν θέλῃ, ἐπίσχει τῇ ἀποστάσιτε καὶ ἀνθολκῇ· ἐπανιέναι δὲ χρὴ ἐς τὴν περιστολὴν τῆς καταπόσιος· πρὸς δὲ τουτέοισι τὴν ἀρτηρίην πληροῖ ἐς κίνδυνον ἀποπνίξιος. ἀλλ᾽ οὐδ᾽ εἰ ἔνθα καὶ ἔνθα τοῦ βρόγχου θείης ἀρήγει· μύες γὰρ καὶ νεῦρα, καὶ τένοντες, καὶ φλέβες ἐπίπροσθεν ἔασι αὐτέου.
κύστις δὲ καὶ τὸ χαλαρὸν ἀρχοῦ ἄλλοτε μὲν ἐς ἔκκρισιν παρεῖται, καὶ ἔστι τῶν περιττῶν ἀεὶ ἔντερα πλήρεα, κύστις δὲ καὶ ἐς ὄγκον μέγιστον ἀείρεται, ἄλλοτε δὲ εἰς κάθεξιν αὐτέων, διαρρέει γὰρ τὰ περιττὰ ὡς δι᾽ ἀψύχων. ἔνθα ὦν ἐς μὲν τὴν κύστιν τῷ καθετῆρι ὀργάνῳ οὐκ εὔτολμον χρέεσθαι·
κίνδυνος γὰρ σφακελίζειν τῇ κύστι, ἠδὲ σπασμὸν διδόναι τῷ ἀνθρώπῳ. ὑποκλύζειν δὲ μὴ πολλῷ πλήθεϊ τοῦ χυλοῦ κρέσσον· κἢν ἐκκοπρωθῇ τὸ ἔντερον, προσενιέναι ξὺν ἐλαίῳ καστόριον. ἐλπὶς δὲ μούνη καὶ πάντων ὁμοῦ τῶν παρέτων, καὶ ἰδίῃ τῶν μερέων, ἡ εἰς ἔλαιον ἐνίζησις. ὁ δὲ τρόπος αὐτέης ἐν τοῖσι χρονίοισι εἰρήσεται.
Κεφ. ε΄. Θεραπεία παροξυσμοῦ Ἐπιληπτικῶν
[Επεξεργασία]τῆς ἐπιληψίης ὀλεθρίη μὲν ἡ πρωτίστη κατάπτωσις, ἢν ὀξέως εἰσβάλλῃ ἡ νοῦσος. ἔκτεινε γάρ κοτε καὶ ἡμέρῃ μιῇ. κινδυνώδεες δὲ καὶ οἱ ἐν τῇσι περιόδοισι παροξυσμοί. διὰ τάδε μὲν ὦν καὶ ἐν τοῖσι ὀξέσι καταγέγραπται ἡ ἐπιληψίη· ἢν δὲ ἐς μελέτην μὲν ἥκῃ τοῦ κακοῦ ὥνθρωπος, ἡ δὲ νοῦσος ἀπρὶξ ἐμφῦσα ἔχηται, οὐ χρονίη μοῦνον γίγνεται, ἀλλὰ μετεξετέροισι αἰωνίη. ἢν γὰρ ὑπερβάλλῃ τὴν ἀκμὴν τῆς ἡλικίης, ξυγγηρᾷ τε καὶ ξυναποθήσκει.
ὁκόσα μὲν ὦν ὡς χρονίῃ ἐστὶν ἰητήρια ἐν τοῖσι χρονίοισι λελέξεται· ὁκόσα δὲ ἐς τὸ τάχος τοῦ ὀλέθρου πρηκτέα, τῶνδε τὰ πλεῦνα μὲν ἐπὶ τοῖσι ἀποπληκτικοῖσι λέλεκται, φλεβοτομίη, κλύσματα, χρίσιες, σικύη. τάδε γὰρ ἐς ἀνέγερσιν δυνατώτατα. ὁκόσα δὲ ἴδια καταπτώσιος ἄκεα, τάδε νῦν φράσω. παιδίοισι μὲν ὦν οἷσι ἐκ διαφθορῆς, ἢ ἐκ ψύξιος ἰσχυρῆς, ξύνηθες τὸ πάθος, ἔμετος, ἢ σιτίων, ἢ φλέγματος, ἢ ἄλλου χυμοῦ τινος ὀνηϊστόν. πτίλα δὲ ἰρίνῳ μύρῳ δευθέντα ναυτίην ἐρεθίζει· ἀτὰρ καὶ τὸ ἴρινον οὐκ ἄχρηστον εἰς τὴν τῶν παρισθμίων χρίσιν. ξυμπιέζειν δὲ τὴν λαγόνα πρηέως ἐπὶ γαστέρα ἐκκρεμὲς προβάλλοντα τὸ παιδίον. τόδε γὰρ τὸ σχῆμα πρὸς ἔμετον ῥήϊστον· ἢν δὲ καὶ σπᾶται ἢ διαστρέφηται τὴν κάτω γνάθον, ἢ τὼ χεῖρε καὶ τὰ σκέλεα ῥίπτηται, καὶ ξύμπας τιταίνηταί οἱ ὢψ, τὰ γυῖα ψηλαφίῃ ξὺν λίπαϊ μαλθάσσειν, ἀπιθύνειν τε τῆς ὄψιος τὰ διάστροφα· πρηέως δὲ διακρατέειν, ὡς μὴ διαστρέφηται τὰ ἰθέα. τὰ ψυχρὰ πυριῆν ἢ πιναροῖσι ἐρίοισι ἢ παλαιοῖσι τρύχεσι· διαχρίειν τε τὴν ἕδρην μέλιτι ξὺν πηγανίνῳ ἐλαίῳ, ἢ ξὺν νίτρῳ, ἢ ῥητίνῃ ὑγρῇ ξὺν τοῖσδε, καὶ διωθεῖν πρηέως ἔσω τῆς ἕδρης. τάδε γὰρ φυσέων ἀγωγά· φύσας δὲ διεξίουσι ἐπὶ τῆσδε τῆς νούσου παῖδες. ἢν δὲ καταπίνειν δύνωνται, διδόναι τοῦδε τοῦ φαρμάκου· καρδαμώ μου μέρος ἕν, χαλκοῦ κερ. ά. τάδε ξὺν μελικρή τῳ πιπίσκειν. ἢ γὰρ ἐξήμεσαν ξὺν τοῖσι ἐν τῷ στομάχῳ πιέζουσι, ἢ ὑπηλάθη ἡ γαστήρ. ἄριστον δὲ ἔκλευγμα καὶ τόδε· τοῦ καρδαμώμου, καὶ σινήπιος, καὶ ὑσσώπου τῆς κόμης ἶσα, ἴριδος τῆς ῥίζης μέρος α, ξὺν νίτρου διπλασίῳ, πεπέριος ἐς τρίτον, μέλιτι φυράσαν τα ὁμοῦ τὰ πάντα, διαστήσαντα τὴν γένυν ἐς τὸ στόμα ἐγχέειν, ἀτὰρ καὶ ἔτι προσωτέρωτῶν παρισθμίων, ὅκως καταπίοιεν. τάδε μὲν ὦν παιδίοισι· τοῖσι δὲ νεηνίῃσι καὶ τάδε ξύμφορα. ἀτὰρ καὶ φάρμακα δυνατώτερα ἐς ἔμετον αἱρέεσθαι, ναρκίσσου βολβοὺς, σινήπιος καὶ ὑσσώπουἶσα, καὶ χαλκοῦ καὶ πεπέριος, μοίρης τῶν προτέρων ἐς ἥμισυ, σὺν μέλιτι φυράσαντα διδόναι· τάδε μὲν ὦν ἐς ἀνέγερσιν τοῦ παροξυσμ οῦ· τὰ δὲ ἐς λύσιν τοῦ νοσήματος ἐν τοῖσι χρονίοισι λελέξεται.
Κεφ. ς΄. Θεραπεία Τετάνου
[Επεξεργασία]νῦν μάλα χρὴ κοίτην μαλακὴν, εὐαφέα, λείην, προσηνέα, θερμὴν ἔμμεναι. ἀπηνέα γὰρ καὶ σκληρὰ καὶ τιταινόμενα τὰ νεῦρα ὑπὸ τῆς νούσου γίγνεται. ἀτὰρ καὶ τὸ δέρμα πᾶν καρφαλέον καὶ τρηχὺ περιτέταται, τὰ πρόσθεν εὔτροχα βλέφαρα μόγις τοῖσι ὀφθαλμοῖσι ἐπιμύει. ὀφθαλμοὶ δὲ ἀτενέες, ἐνδεδινημένοι. ἀτὰρ καὶ τὰ ἄρθρα ξυνδέδεται οὐ κινεύμενα τῇ τάσι. ἔστω δὲ καὶ ὁ οἶκος ἀλεεινὸς, κἢν θέρεος ᾖ, μὴ μέχρι ἱδρώτων, ἢ ἐκλύσιος. ἐς συγκοπὴν γὰρ ἡ νοῦσος ῥέπει. χρὴ δὲ μηδὲ ἐς τὰ ἄλλα τὰ μεγάλα ἄκεα μέλλειν· οὐ γὰρ καιρὸς ἀμβολῆς. εἴτε ὦν διὰ ψύξιν ἄνευ φανερῆς προφάσιος γένοιτο τέτανος, εἴτε ἐπὶ τρώματι, εἴτε ἐπ᾽ ἀμβλώσει γυναικὸς, φλέβα τὴν ἐπ᾽ ἀγκῶνι τάμνειν. προμηθευόμενον καὶ τὴν πίεσιν τοῦ βραχίονος ἐν τῇ ἐπιδέσι, ὡς ἐς ἄνεσιν ἔχοι, καὶ τὴν τομὴν ὡς εὐαφέως καὶ ῥηϊδίως γένοιτο. τάδε γὰρ σπασμῶν προκλήσιες· καὶ ἐσάπαξ ἀφαιρέειν εὐμέτρως, μὴ μέχρι λειποθυμίης καὶ περιψύξιος. μηδ᾽ ἐπ᾽ ἀσιτίης ἔῃ· ψυχρὸν καὶ ξηρὸν λιμός. διδόναι ὦν μελικρή του παχέος ἀκρητεστέρου, καὶ πτισάνης χυλοῦ ξὺν μέλιτι. τάδε γὰρ καὶ παρισθμίοισι ἐς ἔκθλιψιν ἀπονώτατα, καὶ στομάχῳ ἐς κατάποσιν λεῖα καὶ ῥήϊστα, καὶ ἐς μάλθαξιν κοιλίης μαλακώτατα, καὶ ἐς δύναμιν δυνατώτατα· τὸ δὲ ξύμπαν σκῆνος ἐρίοισι κατειλίχθω δεδευμένοισι ἐλαίῳ γλευκίνῳ, ἢ κροκίνῳ, ἐν οἷς ἢ λιβανωτὶς, ἢ κόνυζα, ἢ ἀρτεμισίη ἐνήψηται. καὶ τὰ πάντα θερμὰ ἐς δύναμιν καὶ ἐς θίξιν ἔστω· χρίειν δὲ τῷ διὰ τῆς λημνήστιδος, καὶ εὐφορβίου, καὶ νίτρου, καὶ πυρέθρου ἀλείμματι· προσβάλλειν δὲ τοῖσδε τοῦ καστορίου συχνόν· εὖ δὲ καὶ τοὺς τένοντας ξυλλαμβ άνειν τοῖσι ἐρίοισι, καὶ χρίειν καὶ τὰ παρ᾽ οὖς καὶ ἀνθερεῶνα. τάδε γὰρ μάλιστα πάσχειτε δεινὰ καὶ τείνει. πυριῆν δὲ κούφοις θερμάσμασι τένοντας καὶ κύστιν, μαρσίποις ἔχουσι κέγχρον πεφωγμένην, ἢ κύστεσι βοῶν ἐλαίου θερμοῦ ἡμιπληρέσι, ὡς εἰς πλάτος ἐπικέηνται τῶν πυριωμένων χωρίων. ἐβιήσατό κοτε ἀνάγκη πυριῆσαι κεφαλὴν, οὐκ ἀσφαλὲς μὲν αἰσθήσεσι, νεύροισι δὲ ἀγαθόν. τάσδε μὲν γὰρ ὀμίχλης ἐπ᾽ ἀναφορῇ ἀτμῶν πίμπλησι, ἀνίησι δὲ τὰ νεῦρα. χρὴ οὖν τῷ τρόπῳ τε τῆς πυρίης ὡς ἀσφαλεστάτῳ χρέεσθαι, καὶ ὕλῃ μὴ σφόδρα βαρυόδμῳ μιῇ· ἀλλὰ ὕλη μὲν ἔστω ἔλαιον τὸ ἐν κύστεσι ἄκνισον ἐν διπλῷ ἀγγείῳ ἑψηθὲν, ἢ ἅλες λεπτοὶ ἐν τῷ μαρσιπίῳ. κέγχρος γὰρ καὶ λίνου σπέρμα εὐαφέα μὲν, ἀτμώδεα δὲ καὶ βαρύοδμα. τρόπος δὲ πυρίης· ὑποτετάσθαι δεῖ τοῖς τένουσι ὑπτίοισι τὰ πυριάματα ἄχρι τῆς κορυφῆς· προσωτέρω δὲ ἐπὶ τὸ βρέγμα μὴ προβαίνειν. τόδε γὰρ τὸ χωρίον ἁπάσης μὲν τῆς αἰσθήσιός ἐστι κοινὸν καὶ ἀπὸ τοῦδε πᾶσαι αἱ ἀφέσιες ὠφελίης τε καὶ βλάψιος· ἢν δὲ ἐπιπλάσσειν δέῃ τοὺς τένοντας, νέρθεν ἔστω τοῦ ἰνίου. ἀνωτέρω γὰρ εἰ θείης, τὴν κεφαλὴν πλήσεις ἀτμῶν τοῦ λίνου σπέρματος καὶ τῆς τήλεως· ἐπὶ δὲ τοῖσι ἐπιπλάσμασι ἀγαθὸν ἡ σικύη ἐς τὸ ἰνίον τῆς ῥάχιος ἑκατέρωθεν· ἔστω δὲ φειδὼ πολλὴ τῆς φλογός· ὀδυνηρὸν γὰρ καὶ σπασμῶδες τῶν χειλέων τῆς σικύης ἡ ἀμφίθλασις. χρὴ ὦν ἐς δηρὸν ἕλκειν καὶ μαλθακῶς μᾶλλον, ἢ ἀθρόον ἐν ὀλίγῳ χρόνῳ. ὧδε γὰρ ἄν σοι κυρτωθείη τὸ χωρίον ἀπόνως, ὅπερ ἐπιτάμνειν χρή. τέκμαρ δέ σοι τῆς αἱμάξιος τῆς συμμετρίης ἡ δύναμις γιγνέσθω. τάδε μὲν ὦν τῶν ἄνευ ἑλκέων τετάνων τὰ ἄκεα.
ἢν δὲ ἐπὶ τρώματι σπασμὸς γένηται, ὀλέθριον μὲν καὶ δυσέλπιστον· ἀρήγειν δὲ χρή· μετεξέτεροίτε γὰρ καὶ ἐκ τοιῶνδε ἐσώθησαν. χρὴ ὦν, πρὸς τῇ ἄλλῃ ἰητρείῃ καὶ τὰ ἕλκεα ἰῆσθαι, τέγξιθερμαινόντων, ἅσσα μοι λέλεκται, καὶ πυρίῃ καὶ ἐπιπλάσμασι, φαρμάκοισίτε ὁκόσα ῥηϊδίως θερμαίνειτε καὶ πολλὸν τεύξει πῦον. ξηρὰ γὰρ ἐπὶ τετάνῳ τὰ ἕλκεα. ἔστω ὦν λιβανωτοῦ τῆς μάννης, καὶ πολίου τῆς κόμης, καὶ ῥητίνης ἀπὸ τερμίνθου καὶ πίτυος τῶν δενδρέων, καὶ ἀλθαίης ῥίζης, καὶ πηγάνου καὶ κονύζης τῆς βοτάνης. τάδε χρὴ συμμίσγειν τοῖς ἐπιπλάσμασι, τὰ μὲν τήκοντα, τὰ δὲ ἐμπάσσοντα, τὰ δὲ ξὺν ἐλαίῳ προλεαίνοντα· ἐν μελικρή τῳ δὲ τὴν ἀλθαίηνκεκομμένην προεψεῖν· ἐπιπάσσειν δὲ τῷ ἕλκεϊ καὶ τοῦ καστορίου· οὐ σμικρὴ δὲ ἡ ἔνθεν ἀλέη ὅλῳ τῷ σκήνεϊ, ὅτι καὶ τὰ ῥίγεα τὰ ἀπὸ τῶν ἑλκέων κακοήθεα. ἐγχρίειν δὲ τὰς ῥῖνας τῷ καστορίῳ ξὺν κροκίνῳ λίπαϊ· ἀλλὰ καὶ πιπίσκειν τοῦδε ξυνεχέως ὁκόσον ὁλκῆς τριώβολον· ἢν δὲ πρὸς τόδε ἀπαυδήσῃ ὁ στόμαχος, μεσηγὺ σιλφίου ῥίζης διδόναι τῆς ὁλκῆς τὸ ἶσον τῷ καστορίῳ, ἢ σμύρνης, τοῦ σιλφίου ἥμισυ. ἅπαντα δὲ ξὺν μελικρή τῳ πιπίσκειν. εἰ δὲ εὐπορίη ὀποῦ τοῦ σιλφίου τοῦ ἀπὸ τῆς Κυρήνης γένοιτο, τόνδε χρὴ μέλιτι ἑφθῷ ἐνειλίξαντα, ὁκόσον ὀρόβου μέγεθος, καταπιεῖν διδόναι. ἄριστον γὰρ ὧδε, ὡς τὴν ὑπερώην λάθοι παραλλάξας· δριμὺς γὰρ καὶ τὴν ἐρυγὴν ἀπηνὴς, κάκοδμος ἐών. ἢν δὲ μὴ δύνηται ὧδε καταπιεῖν, μελικρήτῳ λύσαντα διδόναι. ἁπάντων γὰρ τῶν καταποτῶν δυνατώτερον, ὁκόσα πέφυκε ἀλεαίνειν τε καὶ ὑγραίνειν, καὶ ἀνιέναι τῆς τάσιος, καὶ μαλθάσσειν νεῦρα. ἢν δὲ μηδὲν καταπίνωσι, ἐς τὴν ἕδρην ἐγχέειν ξὺν ἐλαίῳ, τοῦ καστορίου. τῷδε καὶ χρίειν τὴν ἕδρην ξὺν λίπαϊ ἢ μέλιτι· τῷδε καὶ τὴν κύστιν τέγγειν τε καὶ χρίειν ἐς πάχος ξὺν κηρῷ τήξαντα. ἢν δὲ καὶ φύσας καὶ κόπριον ἄγειν καιρὸς ᾖ, τῆς ἱερῆς τοῦ καθαρτηρίου ὁλκῆς͵ δύο ξὺν μελικρή τῳ καὶ ἐλαίῳ ἐνιέναι. ξὺν γὰρ τῷ ἄγειν τάδε ἔτι καὶ τὸ ἔντερον καὶ τὴν κάτω κοιλίην ἐκπυριῇ. ποικίλον γὰρ καὶ θερμὸν φάρμακον ἡ ἱερή.
Κεφ. ζ΄. Θεραπεία Συνάγχης
[Επεξεργασία]δοιαὶ συνάγχης ἔασι ἰδέαι. ἡ μὲν σὺν θερμασίῃ καὶ μεγάλῃ πρήσιτῶν παρισθμίων, καὶ ἐξογκώσι ἔξω· ἀτὰρ καὶ ἡ γλῶσσα, καὶ ὁ γαργαρεὼν, καὶ πάντα τὰ τῇδε μέρεα ἐς ὄγκον ἀείρεται· ἡ δὲ ἑτέρη ξύμπτωσίς ἐστι τουτέων ἠδὲ ἐς τὸ ἔσω πίεσις, ξὺν ἀγχόνῃ μέζονι, ὡς δοκέειν τὴν φλεγμασίην εἴσω μέσφι τῆς κραδίης ἐρηρεῖσθαι. τῇδε χρὴ μάλιστα ὠκέως ἀρήγειν· τῇδε γὰρ καὶ ὠκέως θνήσκουσι. ἢν μὲν ὦν ἀπὸ κραιπάλης καὶ οἰνοφλυγίης ἔωσι, ὑποκλύζειν αὐτῆμαρ. ἀλλὰ καὶ δισσοῖς κλύσμασι, τῷ μὲν ξυνήθεϊ, ὡς ἄγειν κοπρώδεα· τῷ δὲ ὡς ἀποσπᾶσθαί τι τῶν χυμῶν ἀπὸ τῶν παρισθμίων τε καὶ θώρηκος. ἔσται ὦν, ἀλλὰ μήτε ἀκρητεστέρη,... καὶ κενταυρίου καὶ ὑσσώπου ἑψήματα. τάδε γὰρ καὶ φλεγμάτων ἀγωγά. κἢν δὲ ἀπὸ λεπτῆς διαίτης ἔωσι, τάμνειν φλέβατὴν ἐπ᾽ ἀγκῶνι. μέζονα δὲ τὴν τομὴν σχάζειν, ὅκως ῥοιζηδὸν ἠδὲ ἀθρόον ῥέῃ τὸ αἷμα. ὅδε γὰρ ὁ ῥόος ἱκανὸς μὲν ὡς ὤκιστα θερμασίην πρηϋναι, δυνατὸς δέ ἀγχόνην λῦσαι καὶ πάντα μειῶσαι. οὐκ ἀγεννὲς δὲ καὶ μέχρι λειποθυμίης ἄγειν, μὴ μέντοι λειποθυμέειν. μετεξέτεροι γὰρ ξὺν τῇ πληγῇ ἐξέθανον ἐπὶ τῇ λειποψυχίῃ... ἢ δεσμοῖσι σφίγγοντες ὑπὲρ σφυρὰ καὶ γούνατα· ἄριστον δὲ καὶ ὑπὲρ καρποὺς ἐς πήχεας καὶ ὑπὲρ πήχεας ἐς βραχίονα· ἢν δὲ καταπίνειν ῥήϊστον ᾖ, ἐλατήριον διδόναι ξὺν μελικρήτῳ καὶ ὀρρῷ γάλακτος, ὁκόσον ἂν καθῆραι ἱκανὸν ᾖ τὸν ἄνθρωπον. ἐλατήριον δὲ τοῖσδε τῶν ἄλλων καθαρτηρίων κρέσσον· ξύμφορον δὲ καὶ κνέωρον καὶ νᾶπυ. τώδε γὰρ ἄμφω τὰς κοιλίας καθαίρει· ἐπὶ δὲ τοῖσι ἢν μὴ ἐνδίδωσι αἱ πρήσιες, πρὸς τὸν οὐρανὸν ἀνακλάσαντα τὴν γλῶσσαν τάμνειν τὰς ἐν αὐτέῃ φλέβας. κἢν εὐρόως καὶ πολλὸν ῥυῇ τὸ αἷμα, τῶν ἄλλων μᾶλλον ἂν ὤνησε. τέγξιες ἐπὶ τοῖσι φλεγμαίνουσι, τὰ πρῶτα μὲν στύφουσαι, ὅκως ἐς παλίρροιαν ἴωσιν αἱ ὗλαι· ἔριά τ᾽ ὦν πιναρὰ ξὺν οἰσύπῳ, δευθέντα οἴνῳ καὶ ἀλείφατι τῷ ἀπὸ τῆς ἐλαίης τῆς ὄμφακος. ἀτὰρ καὶ τὰ ἐπιπλάσματα ἴκελα τῇ τέγξι, φοίνικες ἐν οἴνῳ δεδευμένοι, λεῖοι ξὺν ῥοδίοισι πετάλοισι. ὡς δὲ γλίσχρον τε καὶ μαλακὸν ἔῃ τὸ ἐπίπλασμα, καὶ ἄλητον ἔστω, ἢ λίνου σπέρμα, καὶ μέλι, καὶ ἔλαιον, ἐς τὴν ἁπάντων μίξιν. ἢν δὲ ἐς πύησιν τρέπηται, τοῖσι θερμοῖσι χρέεσθαι, οἷσπερ καὶ ἐπὶ τῆς ἑτέρης συνάγχης. τῆλις ὦν ἔστω τὸ ἄλητον, καὶ μάννα, καὶ ῥητίνη τὰ τηκτά· καὶ πολίου κόμη ἐμπασσέσθω. καὶ πυρίη θερμὴ σπόγγοισι δάφνης τοῦ καρποῦ καὶ ὑσσώπου ἑψήματι. ἐς δὲ ἐμπύησιν δυνατώτατον, πελιάδων ἢ κυνῶν κόπρον προσεπιπάσσειν λεπτὴν ἀπὸ κρησέρης· διακλύσματα δὲ, μελίκρητον ξὺν φακῆς ἢ ὑσσώπου ἑψήματι, ἢ ῥόδων, ἢ φοινίκων, ἢ ὁμοὺ πάντων. ἐγχρίειν δὲ τὸ στόμα πᾶν μέχρι τῆς ἔσω φάρυγγος, ἁπλοῖσι μὲν, — χυλῷ μόρων, ῥοιῶν ὕδατι λεανθέντων, ἢ φοινίκων ἑψήματι· φαρμάκοισι δὲ τῇ διὰ τῶν μόρων, ἢ καὶ τῇ βησασᾷ, καὶ χυλῷ ῥοὸς, καὶ τῇ διὰ τῶν χελιδόνων. ἢν δὲ ἕλκεα ἐσχάρων ἔωσι, διακλύσματα τάδε καὶ ἀνακογχυλισμοὶ, ὑσσώπου ἀφεψήματι ἐν μελικρήτῳ, ἢ σύκων τῶν πιόνων ἐν ὕδατι καὶ ἐπὶ τοῖσδε ἄμυλος διεθεὶς ἐν μελικρή τῳ, ἢ πτισάνης χυλῷ, ἢ τράγου.
ἐπὶ δὲ τῆς μετὰ ξυμπτώσιος συνάγχης, ἔσωθεν ἔξω ἄγειν πάντα, καὶ ὕγρὰ, καὶ θέρμην, καὶ σάρκα πᾶσαν, ὡς ἐξογκέῃ ἔξω τὸ πᾶν. ἔστωσαν ὦν θερμαὶ αἱ τέγξιες ξὺν πηγάνῳ καὶ ἀνήθῳ, ἐμπασσομ έν ου νίτρου· καὶ ἐπιπλάσμα τα ξὺν τουτέοισι τὰ πρόσθεν. ἀγαθὸν δὲ κηρωτὴν σὺν νίτρῳ καὶ σινήπι τιθέναι ἐς θερμασίην. θερμασίη δὲ ἡ ἐς τὰ ἔξω τὰ τοιάδε ἰῆται. ἀτὰρ ἠδὲ ἐξογκέει ἐς τὸν αὐχένα· ὄγκος δὲ περιπνευμονίης ῥύεται ἐπαιωρεύμενος ἔξω· εἴσω δὲ τοῖσι συναγχι κοῖσι ὀλέθριον κακόν· ὁκόσοι δὲ ὑπ᾽ εὐλαβίης τῆς ἐπὶ τῆς συνάγχης πνιγὸς τὴν ἀρτηρίην ἔταμον ἐς ἄναπνοὴν, οὔ μοι δοκέουσι πείρῃ τὸ πρῆγμα πιστώσασθαι· ἥ τε γὰρ θερμασίη τῆς φλεγμασίης μέζων ἐκ τοῦ τρώματος γίγνεται καὶ προστιμωρέει τῇ πνιγὶ, καὶ βήσσουσι· ἢν δὲ καὶ ἄλλως ἐκφύγωσι τόνδε τὸν κίνδυνον, οὐ ξυνάγεται τοῦ τρώματος τὰ χείλεα. ἄμφω γὰρ χονδρώδεα καὶ ἀξύμφυτα.
Κεφ. η΄. Θεραπεία τῶν κατὰ τῆν Κιονίδα παθῶν
[Επεξεργασία]τῶν παθέων ὁκόσα ἀμφὶ τὴν κιονίδα γίγνεται, τὰ μὲν ὑποτάμνειν χρὴ, ἀλλ᾽ οὐ τοῦ παρεόντος λόγου ἡ τῶνδε χειρουργίη· τὰ δὲ ὡς ὀξέα ἰῆσθαι. ῥηϊδίως γὰρ πνίγει καὶ δυσπνοίῃ τινὰ τουτέων κτείνει. τοιάδε μέντοι ἐστὶ, ἣν καλέομεν σταφυλήν τε καὶ κιονίδα. ἄμφω γὰρ ξὺν φλεγμασίῃ καὶ πάχεϊ καὶ μήκεϊ ξυνίστανται, ὡς ἐς τὴν ἀρτηρίην ἐκκρεμέα γίγνεσθαι· ἴσῳ μὲν πάχεϊ ἀπὸ τῆς βάσιος μέσφι ἄκρου τοῦ οὐρανοῦ ὁ κίων· ἀνίσῳ δὲ ἡ σταφυλή. τῆσδε γὰρ ἰσχνὴ μὲν ἡ ἀπὸ τοῦ οὐρανοῦ βάσις· ἐς δὲ τὸ ἄκρον στρογγύλη καὶ παχεῖα, ξὺν ἐρυθήμα τι, ἢ πελιδνώσι· τῇδε καὶ σταφυλὴν ἐπίκλησιν ἔσχηκε τὸ πάθος. τοῖσι ὦν χρὴ ὠκέως ἀρήγειν. ὤκιστος γὰρ ὁ ἀπὸ πνιγὸς ὄλεθρος.
ἢν μὲν ὦν νεηνίαι οἱ πεπονθότες ἔωσι, τάμνειν τὴν ἐπ᾽ ἀγκῶνι φλέβα, ἠδ᾽ ἀθρόον κενοῦν μέζονι τῇ τομῇ. ὡς γὰρ ἀπ᾽ ἀγχόνης ἀπέλυσε τῆς πνιγὸς ἡ τοιήδε ἀφαίρεσις· δεῖ δὲ ὑποκλύζειν κλυσμῷ πρηέϊ, ἔπειτα δὲ δριμέϊ ἄλλοτε καὶ ἄλλοτε, ἔς τ᾽ ἂν ἑλκύσῃ τι ἄνωθεν ἐς μετάστασιν. περικεέσθωσαν δὲ καὶ δεσμοὶ σφίγγοντες ἄκροισι τοῖσι σκέλεσι ὑπὲρ σφυρὰ καὶ γούνατα καὶ ὕπερθεν καρπῶν καὶ πήχεων ἐς βραχίονας. εἰ δέ τι ἡ πνὶξ ἐπισπέρχοι, σικύην ἐπὶ τὸ ἰνίον, ἠδὲ ἐς τὸν θώρηκα προσβάλλειν, καὶ τουτέων ἐντάμνειν τινὰ· πρήσσειν τε ἅπαντα, ὁκόσα μοι ἐν τῇ συνάγχῃ λέλεκται. ωὐτὸς γὰρ ἀμφοῖν ὀλέθρου τρόπος· ἀλλὰ καὶ τοῖσι ἐς τὸ στόμα φαρμάκοισι τοῖσι αὐτέοισι χρέεσθαι καὶ στύψεσι καὶ μαλθακτηρίοις, καὶ πυρίῃ τῇ ἔξωθεν, καὶ ἐπιπλάσμασι, καὶ ἐς τὸ στόμα ἐγχρίσμασι· περὶ δὲ τὸν κίονα ἢ τὴν σταφυλὴν ἔστω στῦμμα, ῥοὸς χυλὸς, μέλιτι ἢ ὕδατι λυθεῖσα ἀκακία, ὑποκιστὶς, γῆ Σαμίη, ἢ Λημνίη, ἢ Σινῶπις, ἠδὲ ὀμφάκιον· ἢν δὲ ἑλκώδης ἔῃ, κόμμι καὶ ἄμυλον δευθέντα ῥόδων ἢ φοινίκων ἀφεψήματι, καὶ πτισάνης, ἢ τράγου χυλός· ἐπὶ δὲ τοῦ κίονος ἔστω πλέον τι τῶν εὐτονωτέρων, διὰ σμύρνης τε καὶ κόστου, καὶ κυπέρου. ἀνέχεται γὰρ τῶνδε τῶν δριμέων ὁ κίων. ἢν δὲ ἔμπυος ὅδε ὁ χῶρος γένηται, μετεξετέροισι ἠδὲ τὰ τῆς ὑπερώης ὀστέα ἐφθάρη, καὶ ἐς μακρὸν φθίνοντες τὸν βίον ἐτελεύτησαν. τῶνδε μέντοι τὰ ἄκεα ἑτέρωθι λελέξεται.
Κεφ. θ΄. Θεραπεία τῶν κατὰ τὴν Φάρυγγα λοιμικῶν παθῶν
[Επεξεργασία]πῆ μὲν ξυνὴ καὶ τῶνδε πρὸς τἄλλα πάθεα τὰ ἐν τοῖσι παρισθμίοισι ἰητρειη, πῆ δὲ ἰδίη. ἐπὶ φλεγμασίῃ καὶ ἀγχόνῃ, κλυσμοὶ, φλεβοτομίη, τέγξιες, ἐπιπλάσιες, πυρίη, διάδεσμοι, σικύη, πάντα τωὐτά. χρίσιες δὲ φαρμάκων δυνατωτέρων· οὐ γὰρ ἀτρεμέει τὰ ἕλκεα, οὐδὲ ἐσχάραι γίγνονται ἐπιπολῆς· ἀλλὰ κἢν ἰχὼρ ἀπὸ τουτέων εἴσω στάξῃ, ὤκιστα μὲν ἑλκοῦται τὰ μέρη, κἢν ἀσινέα ᾖ· ὤκιστα δὲ εἰς τὸ εἴσω νέμεται καὶ κτείνει. πυρὶ μὲν ὦν καίειν τὸ πάθος ἀρωγὸν, ἀλλ᾽ ἀξύνετον διὰ τὸν ἰσθμόν· φαρμάκοισι δὲ πυρὶ ἰκέλοισι χρέεσθαι ἔς τε τὴν ἐπίσχεσι ν τῆς νεμήσιος, ἀτὰρ ἠδὲ ἐς τὴν τῶν ἐσχαρέων ἔκπτωσιν. ἔστι δὲ στυπτηρίη ξὺν μέλιτι, κηκὶς, βαλαύστιον, ξηρὰ, ἢ ξὺν μελικρή τῳ. τοῖσι δὲ αὐτοῖς καὶ ἐμφυσῆν καλάμῳ, ἢ πτίλῳ, ἢ καυλῷ παχέϊ καὶ ἐπιμήκεϊ, ὡς τῶν ἑλκέων θιγγάνειν τὰ φάρμακα. ἄριστον δὲ καὶ χαλκῖτις ὀπτὴ ξὺν καδμίῃ λείῃ ξὺν ὄξεϊ· ἔστω δὲ μοίρης διπλάσιον τῆς καδμίης, καὶ ῥήου ἡ ῥίζα ξύν τινι ὑγρῷ. φυλάσσεσθαι δὲ χρὴ τῶνδε τὰς ἐπιθλίψιας· ὑγραίνει γὰρ τὰ ἕλκεα καὶ ἐπὶ μᾶλλον νέμεται. χρὴ ὦν πτερῷ τὰ ξηρὰ καταπάσσειν· τὰ δὲ ὑγρὰ ὑγρότατα ποιέοντα ἐς τὸν γαργαρεῶνα ἐγχέειν. ἢν δὲ αἱ ἐσχάραι ἤδη τε ἀπολύωνται, τὰ δὲ ἕλκεα ἐρυθρὰ γίγνηται, κίνδυνος τότε μάλιστα σπασμοῦ. ἐπιξηραίνε ται γὰρ ὡς ἐπίπαν τὰ ἕλκεα, καὶ τοῖσι δὲ τὰ νεῦρα ξυντείνετα ι. χρὴ ὦν γάλακτι ξὺν ἀμύλῳ καὶ χυλῷ πτισάνης, ἢ τράγου, ἢ λίνου σπέρματι, ἢ τήλιος μαλθάσσειν καὶ ὑγραίνειν. μετεξετέροισι δὲ καὶ ἡ κιονὶς διεβρώθη μέχρις ὀστέου τοῦ τῆς ὑπερώης, καὶ τὰ παρίσθμια ἄχρι βάσιος καὶ ἐπιγλωττίδος, καὶ ἐπὶ τῇ ὠτειλῇ καταπίνειν οὔτε στερεὸν, οὔτε ὑγρὸν ἠδύναντο, ἀλλὰ καὶ τὸ ποτὸν ἀνακοπτόμενον ἀπέπνιγέ κοτε τὸν ἄνθρωπον λιμῷ.
Κεφ. ι΄. Θεραπεία Πλευρίτιδος
[Επεξεργασία]οὐκ ἀμβολῆς καιρὸς ἐν πλευριτικοῖσι, οὐδ᾽ ὑπερθέσιος μεγάλης ἰητρείης· ὅ τε γὰρ πυρετὸς, κάτοξυς ἐὼν, ἐς ὄλεθρον ὁρμᾷ· ἥ τε ὀδύνη τοῦ ὑπεζωκότος ξυνεπείγει ἐπὶ τὸ κάκιον· ἀτὰρ καὶ βῆχες κλονέουσαι τὸν θώρηκα καὶ τὴν κεφαλὴν ὑπολύουσι τὰς δυνάμιας. μάλιστα μὲν ὦν αὐτῆμαρ φλέβα τάμνειν· ἢν δὲ ἀπὸ πλήσιος σίτων καὶ ποτῶν ἔῃ, ἐπ᾽ ἀσιτίης μίην ἡμέρην φυλάξαντα, ἀφαιρέειν ἀπ᾽ ἀγκῶνος τῆς ἐν τῷ κοίλῳ φλεβὸς, τοῦ κατ᾽ ἴξιν τῇσι ἑτέρῃσι πλευρῇσι· κρέσσον γὰρ ἀπωτάτω ἄγειν. τὸ δὲ πλῆθος μὴ μέχρι λειποθυμίης· περιπνευμονίην γὰρ ἐπιφοιτῆσαι κίνδυνος, ἢν τὸ σῶμα ἐπιψυχθὲν τὴν ψυχὴν ἐκλείπῃ. εἴσω γὰρ τὰ ὑγρὰ ξυνθέει, τῆς ἐκτὸς ἀφαιρεθέντα θέρμης τε καὶ τάσιος. πνεύμων δὲ μανός τε καὶ θερμὸς, καὶ ἐς ὁλκὴν δυνατώτατος. πλευρῶν δὲ γειτόνημα, πνεύμων, καὶ κοινωνὸς ἀλγέων· ἀτὰρ καὶ αἱ τοῦδε διαδέξιες οὐ μάλα περιγίγνονται. περιεστηκυῖα δὲ πλευρῖτις ἀπὸ περιπνευμονίης, εὐηθέστερον γάρ. χρὴ ὦν ἐπὶ ξυμμέτρῳ τῇ ῥοῇ τοῦ αἵματος μεσηγὺ τὸν ἄνθρωπον ξυλλέξαντα αὖθις ἀφαιρέειν· εἰ μὲν εὖ ἔχοι, αὐτῆμαρ, τῆς ἐπανέσιος μακρῆς γιγνομένης· ἢν δὲ μὴ, τῆς ὑστέρης· ἢν δὲ μηδὲ ὁ πυρετὸς ἐνδιδῷ· — τὰ πολλὰ γὰρ μίην ἡμέρην ὁ πυρετὸς ἴσχει τε καὶ αὔξει. — τῇ τρίτῃ ἐν τῇ δευτέρῃ ἐπανέσι ἀφαιρέειν, τῇπερ καὶ τὰ προσάρματα δοτέον, λιπαρῶς μὲν χρίσαντα ὅλον τὸν ἄνθρωπον· ἐπὶ δὲ τῇ πλευρῇ καὶ ἔλαιον θέντα μαλθακὸν ξὺν ἀλείφατι θερμῷ πηγάνου ἢ ἀνήθου ἀφεψήματος· καταιον εῖν δὲ τὸ πλευρὸν εὖ μάλα προσηνέως. μετεξετέροισι δὲ καὶ τὸ ἄλγημα καὶ ἡ φλεγμασίη ἔξω ὤκειλε, ὡς δοκέειν τῶν τῇδε τὸ πάθος εἶναι· τὸ δέ ἐστι τῶν ἔνδον αὔξησις.
τροφῆς δὲ νῦν, ὡς ἀμφὶ πάσης ἰητρείης ἔστω λόγος, ὡς μηδὲν ἐς ἁμαρτωλὴν εἴη. ἐν τροφῇ γὰρ κείσεται τὰ φάρμακα, ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ. γένεϊ μὲν ὦν θερμὴ καὶ ὑγρὴ, ἠδὲ λείη καὶ ὁμαλὴ, σμηγματώδης, διαλυτικὴ, λῦσαι, λεπτῦναι φλέγμα δυναμένη. σιτίων μὲν ὦν ἁπάντων πτισάνη προκεκρίσθω· ἐν ἀρχῇ μὲν εἰς χυλὸν διηθημένη, ὡς τὸ στερεὸν αὐτέης διακεκρίσθαι, ξὺν μέλιτι πεποιημένη μοῦνον. πτισάνης δὲ τὰ ξυνήθεα ἐς ἡδονὴν καὶ ποικιλίην φάρμακα ἀπέστω, νῦν γὰρ ἀρκεῖ ὁ χυλὸς μοῦνος· ἱκανὴ μὲν ὑγρῆναι καὶ θερμῆναι, δυνατὴ δὲ λῦσαι φλέγμα καὶ σμῆξαι· ἄνω δὲ ἀνάγειν μὲν ἀπόνως ὁκόσα ἀνάγεσθαι χρή· ὑπάγειν δὲ ῥηϊδίως τὴν κοιλίην. προσηνὲς δὲ τὸ λεῖον αὐτῆς καὶ ἐς κατάποσιν εὔκολον. ἀτὰρ καὶ τὸ γλίσχρασμα θερμασίας πρηο̈́νει, ὑμένας καθαίρει, πεπαίνει βῆχας, πάντα μαλθάσσει. αἵδε κριθῆς ἔασι ἀρεταί· δευτέρην δὲ χώρην ἔχουσι οἱ χόνδροι, ὀλίγοισί τισι τῆς πτισάνης ἀγαθοῖσι καὶ αὐτοὶ ἄριστοι ἐόντες. τὸ γλίσχρασμα γὰρ, τὸ λεῖον, τὸ προσηνὲς ἐς κατάποσιν, ξυνόν· τὰ δ᾽ ἄλλα πάντα μείους· πεποιήσθωσαν δὲ καὶ οἵδε ἁπλοῖ ξὺν μέλιτι μοῦνον. ἀγαθοὶ δὲ καὶ τράγοι. κακίων δὲ ἐπ᾽ αὐτῶν ὄρυζα ξηρῆναι, τρηχῆνα ι, ἐπίσχεῖν κάθαρσιν πλευρῶν μᾶλλον ἢ οὐρῆσαι· ἄριστος δὲ καὶ ἄρτος ξηρὸς κοπεὶς, κρησέρῃ σεσησμένος, εὔκρητος, εὔπεπτος, ξὺν μελικρήτῳ διαρκὴς τροφή. ἢν δὲ ἤδη μὲν προήκῃ ἡ νοῦσος, πρὸς δὲ τὰ σιτία ἀπηυδήκῃ ὥνθρωπος, πτισάνη μὲν ἐκ κριθῆς διδόσθω λείη, κάθεφθος· ἄνηθον δὲ ἔστω καὶ ἅλες πτισάνης τὰ ὄψα· καὶ ἔλαιον λεπτὸν, ἄποιον, ἄγλισχρον, ἀτρήχυντον· κρέσσον δὲ ξὺν τῇ πτισάνῃ, ὡς μὴ πολλὸν τοῦ ἐλαίου ἑψεῖν. καὶ γὰρ πῖον ἴσχει τὸ ῥόφημα, καὶ τὴν κακίην τὸ ἔλαιον ὄλλυσι. οὐδὲ γὰρ ἐμφανὲς ἔτι γίγνεται τῇ πολλῇ ἑψήσι εἰς τὸν χυλὸν ἀναποθέν. ἔστω δὲ καὶ πράσον ξὺν τῇ κόμῃ καὶ ἀμύγδαλα πικρὰ ξὺν τῷ χυλῷ ἑψόμενα. εὔπνοόν τε γὰρ καὶ φαρμακῶδες ὑπὸ τῶνδε γίγνεται, καὶ τὰ πράσα βρωθῆναι ὑπὸ τοῦ χυλοῦ, ὀνησιφόρα καὶ ἥδιστα. ἤδη δὲ καὶ ὠῶν καιρὸς εὐχύλων· ἢν δὲ ὑγρὴ καὶ πολλὴ ἀναγωγὴ ἔῃ, θείου τοῦ ἀπύρου ἐμπασσέσθω καὶ νίτρου. ἄριστον δὲ τῶν ἀρτιτόκων ὠῶν δοθῆναι ἐκ πυρὸς ἀπύρων. ἀπὸ γὰρ τῆς μητρὸς ἡ θέρμη, ὑγροτέρη μὲν πυρὸς, οἰκειοτέρη δὲ τῷ νοσέοντι, ὅκως ἐκ ζῴου ζῴῳ. ἢν δὲ φλέγμα κολλῶδες ἔῃ καὶ γλίσχρον, ἐς τὰ ὠὰ ἔλαιον ἔγχέειν καὶ ῥητίνης τῆς ξηρῆς τῆς ἀπὸ πίτυος ἐμπάσσειν, ὅκως τὸ θεῖον κρέσσον ἔῃ, καὶ τῆς ἀπὸ τερμίνθου δὲ τήξαντα· καὶ πέπερι ὀνηϊστὸν καὶ ἐν ὠοῖς καὶ ἐν πτισάνῃ καὶ ἅπασι τοῖσι ἐδέσμασι καὶ ὁκόσα πεπέρεϊ ξυνῳδά· κρεῶν ἀκρόποδες ἐν χυλοῖσι τακεροὶ, πέλειαι, ἀλεκτορίδες ἑφθαί· συῶν ἐγκέφαλοι, ὀπτοὶ μὲν σὺν τῷ ἐπιπλόῳ· ἄνευ δὲ τουτέου ἄκνισοι. ἢν δὲ ἄκερχνος ἔῃ, δοτέον καὶ θαλασσίων, ἢ πετραίων ὅ τι ἂν ἄριστον ἡ χώρη φέρῃ. ὡς δὲ μὴ ἁμαρτάνῃ ἐπιθυμίῃ, μηδὲ σμήχηται ἐν τῇ λεπτῇ διαίτῃ ὁ νοσέων, χαρίζεσθαι ὀπώρης, μήλων ἑφθῶν ἐν ὕδατι ἢ μελικρή τῳ, ἢ στέατι ὀπτῶν — ἀφαιρέειν δὲ χρὴ τοῦ λέπους καὶ τῶν ἐντὸς τρηχέων ξὺν τοῖσι σπέρμασι· — ἐφ᾽ ὥρης δὲ καὶ σύκων. ἀτὰρ καὶ τῆς ἄλλης δοτέον, ὁκόσον ἂν ᾖ ἀβλαβὴς ἡ ὀπώρη, ἀλλὰ καὶ ὀνηϊστός. ἀμφὶ μὲν ὦν τροφῆς τάδε.
ἐπὶ δὲ τῷ πλευρῷ κέεσθαι χρὴ ἔρια θυμιηθέντα θείῳ, λίπαϊ δεδευμένα, ἔνθα ἄνηθον ἕψηται, ἢ πήγανον. ξυνεχὲς δὲ τουτέοισι τὸ πλευρὸν καταιον εῖν, ἠδὲ ἐπιπλάττε ιν πρὸ τῆς προσάρσιος· πρὸς τοῖσι ξυνήθεσι πλάσμασι, μελίλωτον ἑψηθὲν ξὺν μελικρήτῳ, ξυμμίσγοντα μήκωνος τῆς σαρκὸς ἐνηψημένης, καὶ μάννης ἄλητον ἐμπάσσειν· ἢν δὲ ὑγροτέρη ᾖ ἀναγωγὴ καὶ πολλὴ, αἴρης ἄλητον ἢ ἐρυσίμου ξυμμίσγειν καὶ νίτρον ἐμπάσσειν· ἢν δὲ μῆκος ἤδη τῆς νούσου γίγνηται, καὶ τῆς ὀδύνης ἐγκεομένης, καὶ ὑγρῆς καθάρσιος γιγνομένης, ἔμπυον μὲν ἐλπὶς τὸν ἄνθρωπον ἔσεσθαι· σίνηπι δὲ ξυμμίσγειν καὶ κάγχρυ τοῖσι ἐπιπλάσμασι. ἢν δὲ καὶ ψυχρῶν τῶν τόπων εἴσωθεν τοῖσι κάμνουσι αἴσθησις γίγνηται, ὄξος παραχέειν. χρὴ δὲ ἐνεργὸν ποιέεσθαι, ἐς πολλὸν τὴν θερμασίην τῶν ἐπιπλασμάτων διαρκέειν. κρέσσων γὰρ ἤδη καὶ ἡ θέρμη τῆς τῶν ἐπιπλασμά των νεωχμώσιος ἔστωσαν ὦν θάλψιες ἐν κυρβασίῃσι διὰ ἁλῶν, ἢ κέγχρου, ἢ λίπαος θερμοῦ ἐν κυστεσι. κοῦφον δὲ ἔστω πᾶν μηχάνημα πυρίης, ὡς μὴ τὰ ἄχθεα πρὸς τῷ πόνῳ πόνον ἐνδιδῷ. τοῖσδε μέντοι καὶ ἐπὶ τῇ τροφῇ χρέεσθαι, ἢν ξυνεπείγῃ τὸ ἄλγος.
ἤδη δὲ ἐπὶ τοῖσδε καὶ σικύης καιρὸς γένοιτο· ἄριστος δὲ ὁ μετὰ ἑβδόμην, πρόσθεν δὲ μὴ ξυνεπειχθείης. οὐ γὰρ εὐήθεες αἱ νοῦσοι, ὁκόσαι πρὸ ἑβδόμης ἁπαιτέου σι σικύην. ἔστω δὲ μεγάλη, εὐρεῖα πάντη, ἀμφισχε ῖν τὸ ἀλγέον χωρίον ἱκανή. οὐ γὰρ εἴσω ἐνδιδοῖ τὸ ἄλγος, ἀλλ᾽ εἰς εὖρος κέχυται. ἔστω δὲ καὶ ἡ ὑπὸ τῇ σικύῃ φλὸξ πολλὴ, ὡς μὴ μοῦνον ἑλκύσαι, ἀλλὰ καὶ ἀλεῆναι πρὸ τῆς ἀποσβέσι ος τοῦ πυρός· καὶ μετὰ τὴν ἀπόσβεσι ν ἀποσχάσα ντ α ἀφαιρέε ιν αἷμα, ὁκόσον ἂν ἡ δύναμις παρείη. πολλὸν δὲ ἔστω πλέον ἢ εἰ ἀπ᾽ ἄλλης προφάσιο ς ἀπὸ τῶν ὑποχονδρίων ἀφαιρέο ις αἷμα. ἐπιδηλοτάτη γὰρ ἐπὶ τῶν πλευριτικῶν ἡ ἀπὸ σικύης ὠφελείη· ἅλες δὲ ἢ νίτρον ἐπὶ τοῖσι σχάσεσι, δηκτικὸν μὲν καὶ ἀλγεινὸν, ὑγιεινὸν δέ. ἀλλὰ ξυντεκμαίρεσθαι τὰς δυνάμιας καὶ τοῦ ἀνθρώπου τὸν τρόπον. ἢν γὰρ ἀλκήεις τὴν ψυχὴν καὶ καρτερὸς ἔῃ, ἐμπάσσειν τῶν ἁλῶν, μὴ αὐτοῖσι τοῖσι ἕλκεσι ὡς αὐτέων ψαύειν, τῇ δὲ ὀθόνῃ ἐπιπάσσειν δεδευμέ νῃ τῷ λίπαϊ, ἠδὲ ἐπιπετάζειν τῷ χωρίῳ. οἱ γὰρ ἐκ τῆς συντήξιος ἰχῶρες τῶν ἁλῶν εἰσι ἀδηκτότεροι. πολλὸν δὲ τοῦ λίπαος καταιονεῖν χρὴ, ὅκως τῷ προσηνέϊ τοῦδε ἀμβλύνῃ τὸ ἄλγος τῆς δήξιος. δευτέρῃ δὲ ἡμέρῃ ἄριστον τὴν σικύην προσβάλλειν, ὡς ἐκ τῶν τρωμάτων ἕλκηταί τις λεπτὸς ἰχώρ. τόδε πολλὸν μὲν τῆς ἐπίπροσθεν σικύης ἀνυσιμώτερον, πολλὸν δὲ τῆς δυνάμιος φυλακτικώτερον. οὐ γὰρ αἷμα, ἡ τροφὴ, ἀλλὰ ἰχὼρ ἐκρέει. καὶ τόδε μέντοι προευκρινήσας ἀμφὶ τῆς δυνάμιος πρήσσειν. τῇ τρίτῃ δὲ κηρωτὴν ξὺν τῷ κυπρίνῳ καὶ πηγάνῳ τιθέναι. ἢν δὲ ἔτι καθάρσιος τὰ πτύαλα δέηται, τοῖσι κηρώμασι ῥητίνης ξυντήκειν, ἢ τοῦ θείου τοῦ ἀπύρου ξυμμίσγειν· καὶ αὖθις πυρίην τὸ χωρίον ἔχειν· ὡς τρόπος δὲ σικύης· ἔχειν ὦν χρὴ κεραμεο ῦν κοῦφον ἁρμόζον τῇ πλευρῇ, εὐρὺ, ἤ τι χάλκεον, πρηνὲς ἐπὶ τὰ χείλεα ἀμφιθεῖ ναι τοῖσι ἀλγέουσι· ὑποτιθέναι δὲ φλόγα μεγάλην ξὺν λίπαϊ, ὅκως ζῶσα ἐς πολλὸν διαρκέῃ χρόνον· μὴ περισφίγγειν δὲ τὰ χείλεα πρὸς τῇ σαρκὶ, ἀλλ᾽ ἐς διαπνοὴν διαδοχή τις ἔστω ὡς μὴ διασβεσθέῃ τῇ πνιγί· ἐς πολλὸν δὲ ἐξάπτεσθαι ἔνι· ἡ γὰρ ἔνδον ἐκείνου θέρμη, ἄριστον μὲν πυρίημα, ἀγαθὴ δὲ πρόκλησις ἱδρώτων.
χρὴ δὲ μηδὲ τὴν κάτω ἰητρείην ὑπερορῆν, ἀνδράσι μὲν ἐς τὸ ἔντερον πηγάνινον ἔλαιον ἐγχέοντα, γυναιξὶ δὲ καὶ ἐς ὑστέρην· διηνεκέα δὲ τὰ πινόμενα καὶ κατάποτα ἔστω, μελίκρη τον ξὺν τῷ πηγάνῳ, καὶ χυλῷ πτισάνης, ἢν ξυνεχὲς βήσσῃ, ὡς ἐν τροφῇ φάρμακον· ἢν δὲ μὴ τροφῆς καιρὸς ἔῃ, ἔστω δή τι καὶ τῶν ποικίλων· πινέριον ξὺν μέλιτι ἑψηθὲν ἐς σύστασιν. τὰς δὲ χρὴ σφαίρας μέγεθος ὅσον κυάμου στρογγύλας οὔσας διδόναι ὑπὸ τὴν γλῶτταν ἔχειν, διαφέροντα τῇδε κἀκεῖσε, ὡς μὴ κατάποτον, ἀλλὰ τηκτὸν ἔῃ· προσηνὲς δὲ καὶ τὸ διὰ τῆς μήκωνος ξὺν μέλιτι καὶ μελιλώτῳ φάρμακον λεῖον καὶ ὑπνικόν. τάδε μέντοι καὶ πρὸ τῆς ἄρσιος, καὶ ἐπ᾽ αὐτέῃ, καὶ ἐπὶ τῷ ὕπνῳ διδόναι· ἀσίτῳ δὲ τὰ φαρμακώ δεα, κνίδης καὶ λὶνου τοῦ σπέρματος, καὶ ἀμύλου, καὶ κώνου τοῦ κοκκάλου λείου, ἑκάστου κύαθον· καὶ ἀμύγδάλων τῶν πικρῶν πέντε καὶ εἴκοσι τὸν ἀριθμόν· τόσοι δὲ καὶ πεπέριος κόκκοι. φωχθέντα δὲ χρὴ λεῖα μέλιτι ἐς ἂν ἔκλειγμα φυρῆν· τῶν δόσις μυστίλημίη· ἢν δὲ ὑγρὰ καὶ ἄπεπτα ἀνάγῃ, σμύρνης ὁλκῆς͵ δύο, κρόκου μίη, πεπέριος κόκκοι δεκαπέντε, μέλιτος φυρῆναι λίτρᾳ μίῃ. τόδε μέντοι ἤδη τὸ φάρμακον καὶ πρὸ τῆς ἄρσιος δοτέον, μυστίλης ἥμισυ. ἀγαθὸν τόδε ἐπὶ τοῖσι χρονίζουσι, εὖτε καὶ ὀξύμελι διδόναι χρὴ, ἢν δύσπνοια ξυνεπείγῃ.
ψυχρὸν δὲ ὕδωρ ὁκόσοι τῶν ἰητρῶν τοῖσι πλευριτι κοῖσι ἔδοσαν, οὔτε ὁκοίῳ λόγῳ ξυμβαλέειν ἔχω, οὔτε τῇ πείρῃ πιστώσασθαι. εἰ γάρ τινες ἀπὸ ψυχροῦ διηλλάξαντο τὸν κίνδυνον, οἵδε μοι οὐκ ἐδόκεον εἶναι πλευριτικοὶ, ἀλλὰ καὶ τοῖσι παλαιοτέροισι ἰητροῖσι ἰδέη τις ξυνδρομῆς πλευρῖτις ἐκικλήσκετο, χολῆς ἔκκρισις ἐοῦσα ξὺν πόνῳ πλευροῦ ἐπὶ σμικρῷ πυρετῷ, ἢ καὶ ἄνευ πυρετῶν. τόδε μέντοι τὸ πάθος οὔνομα μὲν πλευρίτιδος, τὸ δὲ πρῆγμα οὐκ ἴσχει· ἀλλὰ καὶ πνεῦμά κοτε, ξυνιστὰν ἐν πλευρῷ, δίψαν ἐνδιδοῖ καὶ ὀδύνην πονηρὴν, μαλθακήν τε θέρμην· καὶ τόδε ἐκάλεσαν ἄνδρες ἀΐδριες πλευρῖτιν. ἐπὶ τῶνδε ὦν ὕδωρ ψυχρὸνἄκος ἂν γίγνοιτο εὐτυχίῃ τοῦ χρεομένου· ἐσβέσθη μὲν ἂν τὸ δίψος, ἡ δὲ χολὴ καὶ τὸ πνεῦμα ὑπηλάθη, καὶ διέπνευσε τὸ ἄλγος καὶ ἡ θέρμη· ἐπὶ δὲ φλεγμασίῃ πλευροῦ, καὶ τοῦ ὑπεζωκότος πρήσι, οὐ μόνον ὕδωρ ψυχρὸν, ἀλλὰ καὶ ἀναπνοὴ ψυχρὴ κακόν.
ἦν ὦν ἐκ τῆς πρόσθεν ἰητρείης περιγίγνωνται οἱ πλευριτικοὶ, ἔτι δὲ βραχέα βήσσωσι καὶ θέρμη ἄλλοτε καὶ ἄλλοτε ἴσχῃ, σπεύδειν χρὴ διαλύειν τάδε· ἢ γὰρ ὑποστροφὰς ποιέει τὰ ἐγκαταλιμπανόμενα, ἢ ἐς ἐμπύησιν τρέπεται.
Βιβλίον Β΄
[Επεξεργασία]Κεφ. α΄. Θεραπεία Περιπνευμονίης
[Επεξεργασία]κάτοξυ καὶ ἐπίκαιρον κακὸν φλεγμασίη καὶ πρῆσις τοῦ πνεύμονος, ἐφ᾽ οἷσι πνὶξ ὀλιγοχρονίη. χρὴ ὦν ἀντίξοα ἠδὲ ὠκέα ἔμμεναι τὰ ἀλεξήμα τα· αὐτίκα τὰς ἐπ᾽ ἀγκῶνι φλέβας· ἠδ᾽ ἄμφω ἅμα ἐπὶ δεξιὰ καὶ ἀριστερὰ μᾶλλον, ἢ ἐκ μιῆς μέζονος, — ὡς ἀφ᾽ ἑκατέρης τῆς χώρης τοῦ πνεύμονος ἡ ἀντίσπασις τῶν ὑγρῶν ἔῃ· μὴ μέσφι λειποθυμίης· προστιμωρέει γὰρ τῇ πνιγὶ ἡ λειποψυχίη. ἀλλὰ κἢν σμικρὸν ἀναπνεύσωσι, ἐπισχόντα χρὴ τὴν ῥοὴν αὖθις ἀφαιρέειν. ἢν γὰρ ἐξ αἵματος αἱ προφάσιες ἔωσι, αὐτὴν τὴν αἰτίην ἡ φλεβοτομίη ἄγει· ἤν τε φλέγμα, ἢ ἀφρὸς, ἤ τι ἄλλο τῶν ὑγρῶν πρήσσῃ, αἱ τῶν φλεβῶν κενώσιες εὐρυτέρην τὴν τοῦ πνεύμονος ποιέουσι χώρην ἐς δίοδον τῆς ἀναπνοῆς.
χρὴ δὲ καὶ κάτω ἄγειν ὑγρὰ καὶ φύσας, ἐπὶ μὲν φλεβοτομίης διαχρίοντα τὴν ἕδρην λίτρῳ, μέλιτι, πηγάνῳ, ῥητίνῃ τῇ ἀπὸ τῆς τερμίνθου τῇ ὑγρῇ. ἀντὶ δὲ τῆς φλεβοτομίης, εἰ μέζων ἡ κώλυσις ἔοι, ὑποκλύζειν χυλῷ δριμέϊ, ἁλσὶ μὲν πρὸς τῷ λίτρῳ, ἡ ῥητίνη δὲ τῆς τερμίνθου ξὺν τῷ μέλιτι· πήγανον δὲ ἐν τῷ ἐλαίῳ καὶ ὕσσωπον ἐν τῷ ὕδατι ἑψηθέντα. καὶ κολοκύντης δὲ τῆς ἀγρίης αἱ σάρκες, αἱ εἴσω, ἑψηθεῖσαι ξὺν ὕδατι, ἄρισται.
Σίκυαι κοῦφαι ἐς τὰ μετάφρενα καὶ τὸν νῶτον καὶ τὰ ὑποχόνδρια πάντη ξύμφοροι. ἢν δέ πως ὁ θώρηξ εὔσαρκος ἔῃ, ὅκως μὴ ἀμφὶ τοῖσι ὀστέοισι τὸ δέρμα ἡ σικύη ἀμφιθλάσῃ ἐρείδουσα, καὶ τῷδε προσβάλλειν· ἢν γὰρ πάντη τοῦ σώματος τά τε ὑγρὰ ἐφέλκηται καὶ τὸ πνεῦμα ἔξω τιταίνηται, οἷσί περ ὁ πνεύμων πνίγεται, ἀνάπνευσις ἂν γίγνοιτο τοῦ κακοῦ. πάντη γὰρ πολιορκέειν χρὴ τὴν περιπνευμονίην. ἀτὰρ μηδὲ τῶν διὰ στόματος ὠφελούν των φαρμάκων ὑπερορῆν μηδέν. ἕλκει γὰρ ὁ πνεύμων καὶ ἐν ὑγείῃ ὑγρὸν, καὶ ἢν νοσῇ. φαρμάκων διδόναι ὦν ὁκόσα λεπτύνει τὰ ὑγρὰ ἐς διαπνοὴν, ἠδὲ ὀλισθηρὰ καὶ εὔροα ἐς ἀναγωγὴν τεύξει· πίνειν μὲν ἐς τάχος τῆς ὠφελείης λίτρον ξὺν ὑσσώπου ἑψήματι, ἢ ἅλμην ξὺν ὄξεϊ καὶ μέλιτι, ἢ σίνηπι ὑγρὸν ξὺν μελικρήτῳ. ἐμπάσσειν δὲ ἑκάστῳ καὶ τῆς ἴριδος τῆς ῥίζης καὶ πεπέριος εὔτολμον· ἀτὰρ καὶ τάδε ξηρὰ σήσαντα ξὺν μέλιτι διδόναι. ἢν δὲ ἄϋπνοι ἔωσι δι᾽ ἡμέρης, ἠδὲ ἐγρηγορῶσι πάννυχοι, δέος μὴ ὁ ἄνθρωπος μανῇ, καὶ ποικίλων φαρμάκων ὑπνωτικῶν χρέος, ἢν μή τι ἐνδιδῷ ἡ νοῦσος, ὅκως καὶ τὴν ταλαιπωρίην ὁ τῶν φαρμάκων καιρὸς εὐνάσῃ. τὰ πολλὰ γὰρ γίγνεται καρώδεα. ἢν δὲ ἐν ἀκμῇ τῆς πνιγὸς καὶ ὑπὸ τῷ ὀλέθρῳ φάρμακον διδῷς, θανάτου ἂν εἴης παρὰ τοῖσι δημότῃσι αἴτιος.
χρὴ δὲ καὶ τὰ σιτία ἴκελα ἔμμεναι, δριμέα, λεπτὰ, διαλυτικὰ παχέος, σμηγματώδεα· λαχάνων, πράσον, ἢ κορωνόπους, ἢ κνίδη, ἢ κράμβη ἐν ὄξεϊ ἑψηθεῖσα. αὐστηρῶν δὲ, πτισάνης ὁ χυλὸς, τῆς ὀριγάνου ἢ ὑσσώπου προσλαβὼν, ἠδὲ πεπέριος καὶ λίτρου πλεῖον ἀντὶ τῶν ἁλῶν· χόνδροι ξὺν μέλικρήτῳ κάθεφθοι. ἄφυσα δὲ πάντα ἐν τῇ ἑψήσι ἔστω. κακὸν γὰρ περιπνευμονικοῖσι φῦσαι. οἶνος ποτὸν, ἢν ἄπυροι ἔωσι, μὴ πολλόν τι τῆς στύψιος ἔχων. πυκνωτικὸν γὰρ σωμάτων ἡ στῦψις. χρὴ δὲ τουτέοισι ἀραιοῦν μὲν τὰ μέρεα μᾶλλον. πολλὸν δὲ ἄγειν τὰ πτύελα· τὸ ξύμπαν δὲ, ὀλίγον ἔστω ποτόν πνεύμονι γὰρ τέγξις κακὸν, οὕνεκεν πνεύμων ἀπὸ στομάχου ἕλκει καὶ κοιλίης.
θώρηξ δὲ ἐσκεπάσθω εἰρίοισι ξὺν λίπαϊ, καὶ λίτρῳ, ἢ ἁλσί. ἄριστον δὲ χρῖσμα τὸ διὰ τῆς λιμνήστιδος, σίνηπι ξηρὸν ξὺν κηρωτῇ ὑγρῇ. καὶ τὸ ξύμπαν ἔξω ἄγειν καὶ ὑγρὰ καὶ θερμασίην καὶ πνεῦμα. ἀρήγει καὶ ὄσφρησις δριμέων, χρίσιες, ἄκρων δεσμός. τάδε μέντοι ποιέοντι ἢν μὴ εἴκῃ ἡ νοῦσος, ἀνέλπιστος ὁ ἄνθρωπος.
Κεφ. β΄. Θεραπεία Αἵματος Ἀναγωγῆς
[Επεξεργασία]πᾶσαι δὲ ἰδίαι ἀναγωγῆς αἵματος οὐκ εὐήθεες, οὐ τοῦ τρόπου μοῦνον, ἢν ἐκ ῥήξιος, ἢ διαβρώσιος, ἀλλὰ κἢν ἀραίωσις φέρῃ· οὐδ᾽ ἢν ἀπὸ θώρηκος, ἢ πνεύμονος, ἢ στομάχου, ἢ ἥπατος, τῶν κινδυνωδέων· ἀλλὰ κἢν ἀπὸ κεφαλῆς ἡ ἀσινεστέρη. αἵματος γὰρ ἡ φορή· αἷμα δὲ πάντων τροφὴ, πάντων δὲ θέρμη, πάντων δὲ χροιή· καὶ φοβερὸν μὲν ἰδεῖν διὰ στόματος ὁκωσοῦν ῥέον· κακὸν δὲ, ἤν γε ἀπὸ σπλάγχνου καιρίου· κάκιον δὲ ἢν ἐκ ῥήξιος καὶ διαβρώσιος.
χρὴ ὦν τὸν ἰητρὸν τοῦ πάθεος ξυνεπείγειν μᾶλλον ἀρήγοντα. καὶ πρῶτον μὲν ψυχρότερον αἱρέεσθαι ἠέρα ἐς ἀναπνοὴν, σηκὸν ἐπίπεδον, κλίνην ἑδραίην, ὅκως μηδὲν σείηται — ἐρεθιστικὸν γὰρ αἱ σείσιες — κοίτη δὲ στερεὴ, μὴ κάρτα εἴκουσα μηδὲ βαθείη, ἄθερμος· ὄρθιον δὲ τὸ σχῆμα· ἡσυχίη λαλιῆς, ἠδὲ ἀκουσμά των. ψυχῆς ἀταραξίη, εὐθυμίη. πάγχυ δὲ τοῖσι τουτέοισι ξυνομαρτέει δυσελπιστίη. τίς γὰρ ἐμέων αἷμα θάνατον οὐκ ὀρρωδέει;
ἢν ὦν πολύαιμοι καὶ ἐπίφλεβοι ἔωσι, ἐπὶ πάσῃ ἰδέῃ ἀναγωγῆς τάμνειν φλέβα· ἤν τε γὰρ ἐκ ῥήξιος ἢ διαβρώσιος, εὐάρμοστος φλεβοτομίη· ἤν τε ἐπ᾽ ἀραιώσι, δέος μὴ ἀπορρήξῃ τὸ πλῆθος· τάμνειν δὲ τὴν ἐπ᾽ ἀγκῶνι κοίλην· εὔροόν τε γὰρ τὸ αἷμα τῆσδε καὶ κατασχά ζεσθαι ῥηϊδίη, καὶ ἐς πλεῦνας ἡμέρας ῥέειν ἀσινέως εὔστομος. ἐπὶ πᾶσι δὲ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν καιρίων σπλάγχνων ὁδὸς ἥδε αἵματος. ἡ δὲ ἀνωτέρη τῆσδε, καὶ ἥδε, ἀποσχίδες ἔασι, μιῆς τῆς ἀπὸ τοῦ βραχίονος, ἄμφω. ὥστε οὐδὲν μέζον ἡ ἀνωτέρω τῆς μέζης ἐς ὄνησιν ἴσχει. ἀΐδριες γὰρ τῶν ἀποσχισίων, ὅσοι στομάχῳ καὶ ἥπατι ξυνῆψαν τὴν ἄνω. ἢν δὲ ἀπὸ σπληνὸς ῥὲῃ, ταμνεν τῆς ἀριστερῆς χειρὸς τήν μέσην δακτύλων μικροῦτε καὶ παραμέσου. τήνδε γὰρ τῶν ἰητρῶν μετεξέτεροι δοκέουσι ἐπὶ σπλῆνα κραίνειν· ἀτὰρ καὶ ἥδε τῶν ἐπ᾽ ἀγκῶνι τῆς κάτω ἐστὶ ἡ ἀπόσχισις. τί ὦν πλέον εἰ πρὸς τοῖσι δακτύλοις, καὶ μὴ ἐπ᾽ ἀγκῶνι τάμνοι τις αὐτέην; μείζων γὰρ τῇδε καὶ εὔροος. τὸ ξύμπαν μὲν ὦν πρόσω λειποθυμίης ἐπισχεῖν· ἀτὰρ μηδὲ πολλὸν ἀφαιρέειν. ἱκανὴ γὰρ καὶ ἡ αἱμορραγίη γυιῶσαι τὸν ἄνθρωπον. ξυνεχὲς δὲ καὶ ἀπὸ σμικρῆς ἀφαιρέσιος ἐπαφαιρέειν, καὶ αὐτῆμαρ, καὶ τῆς ὑστεραίης, καὶ ἐπὶ τῆς ἄλλης ὑστέρης. ἢν δὲ ὁ ἀσθενέων ἰσχνὸς καὶ λείφαιμος ἔῃ, μὴ τάμνειν φλέβα. τάδε μὲν ὦν ἀμφὶ ἀφαιρέσιος αἵματος.
ἀρήγειν δὲ καὶ δεσμοῖσι ἄκροις· ποδῶν μὲν, ὑπὲρ σφυρὰ καὶ γούνατα· χειρῶν δὲ, ὑπὲρ καρπὸν καὶ βραχίονα· ταινίη πλατείη, ὅκως ἡ διάσφιγξις κραταιὴ μὲν ᾖ, ἄλγος δὲ μὴ φέρῃ· τοῖσι δὲ αἱμορραγέουσι χωρίοισι ἐπιβάλλειν χρὴ ἔρια μὲν πινόεντα οἰσύπῳ ἀπὸ τῆς ὀΐος· τέγγειν δὲ χυμῷ, οἴνῳ αὐστηρῷ, καὶ ῥοδίνῳ, ἢ μυρσίνῳ λίπαϊ. ἢν δὲ ξυνεπείγῃ ἡ αἱμορραγίη, ἀντὶ μὲν τῶν ἐρίων σπόγγοισι χρέεσθαι· ὄξεϊ δὲ, ἀντὶ τοῦ οἴνου. ὑπαλειφέσθω δὲ μυρσίνῳ τὸ χωρίον· ἐπιπάσσειν δὲ τοῖσι σπόγγοισι τῆς ἀκακίης, ἢ ὑποκιστίδος ξηρῶν τῶν χυλῶν, ἢ καὶ ἀλόης. ἄριστον δὲ καὶ τὸ ὀμφάκιον ὄξεϊ λυθέν. ἢν δὲ ἡ τέγξις ἄσηρον ᾖ καὶ δύσφορον, ἐμπλάστροισι χρέεσθαι. καὶ γὰρ τὸ δέρμα περιτείνουσι, καὶ οἷον τῇ χειρὶ κρατέουσι. ἀτὰρ καὶ αἱ δυνάμεις αὐτέων στῦψαι καὶ ξηρῆναι δυνατώταται. μυρίαι δὲ καὶ ἄλλοισι ἄλλαι πείρῃ ἔασι πισταί· ἄρισται δὲ ὁκόσαι ὄξος ἴσχουσι καὶ ἰτέης φύλλων χυλὸν, ἠδὲ καὶ ἄσφαλτον, καὶ ἰὸν, καὶ στυπτηρίην, καὶ λιβανωτὸν, καὶ σμύρνην, καὶ χαλκὸν κεκαυμένον καὶ λεπίδα, καὶ ὁκόσαι τοιαῖδε ἐπὶ τοῖσι ἐμπλάστροισι· ἢ ἔρια τὰ πινόεντα, ἢ οἱ σπόγγοι ἐν βραχέϊ δευθέντες ὄξεϊ· ἢν δὲ τὴν τάνυσιν τῶν ἐμπλάστρων μὴ φέρωσι, ἐπίθεμα ποιέειν· φοίνικες οἱ πίονες ἐν οἴνῳ μέλανι αὐστηρῷ δευθέντες ἐς μᾶζαν τρίβονται· ἔπειτα ἀκακίη ἐμπάσσεται λείη καὶ σίδια· ἐγχρισθέντα δὲ ἐς τρύχιον κατὰ τοῦ θώρηκος τίθεται. ἄλφιτα οἴνῳ, ἢ ὄξεϊ δευθέντα, ἠδε φακῆς ἄλητον λεπτὸν, κρησέρῃ σεσησμένον, κηρωτῇ ἢ ῥοδίνῳ μύρῳ ἀναλαμβάνοντα τιθέναι. μίσγειν δὲ καὶ συμφύτου τῆς ῥίζης σεσησμένης. ἄλλο· βραβύλων ἀγρίων ῥίζας ἑψεῖν ἐν ὄξεϊ καὶ τρίψαντα ἐς μᾶζαν, παραμίσγειν ῥοὸς, καὶ κόμμιος, καὶ μυρσίνης βραχύ. τῶνδε μέντοι γε ἄλλα ἄλλοισι ξυμμίσγειν, ὅκως ἂν ἰσχύος τῆς τῶν φαρμάκων καὶ προσηνείης καὶ ὀσμήσιος δέηται. χρὴ γὰρ καὶ τοῖσι κάμνουσι χαρίσασθαι. τάδε μὲν ἐκτὸς θετὰ ἄκη.
Ἡ δὲ τῶνδε καιριωτ έρη ἴησις ἐν τοῖσι ποτοῖσι καὶ καταπότοισι κέεται, ὡς ἄγχιστα τῶν τετρωμένων ἔῃ τὰ φάρμακα. τρισσὴ δὲ τουτέων ἡ ἰδέη· ἢ τοὺς ὀχετοὺς τοῦ ῥοοῦ δῆσαι, ξυναγωγ ῇ καὶ πιέσι τῶν ἀγγείων, ἢ τὸ ῥέον παχῦναί τε καὶ πῆξαι ὡς μὴ διαρρέῃ, κἢν παραπέμπωσι οἱ ὀχετοί· ἢ ξηρῆναι τὰς ἐφόδους πρὸς ἕδρην τὴν ἀρχαίην τὸ αἷμα στήσαντα, ὅκως μὴ τῇ ἐπιρροῇ κενεόμενοι οἱ χῶροι προσμενέωσι, πλημμυρῶσι δὲ ἔνθα ἡ ξύνδοσις. ἐπὶ μὲν τῆς ἀραιώσιος τῶν φλεβῶν ἡ στῦψις ἀρκέει. διαρρέει γὰρ, ὡς ὑδρεῖον νέον δευθὲν, τῇσι ἀραιώσεσι. ἀτὰρ ἠδὲ ἐπὶ τῇσι διαιρέσεσι στῦψις μὲν ἰητρείη ἐς τὴν ξυναγωγὴν τῶν χειλέων· μέζοσι δὲ καὶ δυνατωτέροισι τοῖσι φαρμάκοις χρέεσθαι. ἢν δὲ ὁ τῆς διαβρώσιος ἔῃ τρόπος, καὶ μὴ ξυνάγηται ὑπὸ τῆς στύψιος τοῦ ἕλκεος τὰ χείλεα, σεσήρῃ δὲ τὸ τρῶμα, ἀξύμβατον ἐκ τῆς διαθλίψιος ἐὸν, πάγον χρὴ τοῦ αἵματος, ἀτὰρ ᾐδὲ τῆς θέρμης ποιέειν. ἀκινησίῃ γὰρ τῶνδε καὶ πήξι ἵσταται ὁ ῥόος. ὀξύκρητον μὲν ὦν τοῖσι ἀραιοῖσι ἱκανὸν ἐς στῦψιν. οὐδὲ γὰρ οὐδὲ αἷμα ἄκρητόν ἐστι τὸ ῥέον, ἀλλὰ τοῦδε ἰχὼρ διὰ σμικρῶν τῶν στομίων· καὶ τοῦδε οὐ πολλοῦ οὐδὲ πολλάκις χρέος· μετεξετέροισι δὲ καὶ ἡ ἔξωθεν ἰητρείη· ἀτὰρ καὶ φοινίκων ἢ κεράτιων ἐδωδίμων ἕψημα ποθὲν, μοῦνον ἤρκεσε. ἔστω δὲ τὸ ὄξος οἴνων μὲν τῶν στυφόντων τῷ γένεϊ, εἰ μὴ φαρμακείῃ δὲ, ἀλλὰ τῷ χρόνῳ δριμύτε καὶ στῦφον. ἐπὶ δὲ τῇσι διαστάσεσι τῶν τρωμάτων πρὸς τῷ ὀξυκρήτῳ ἔστω φάρμακα ἁπλᾶ τὴν πρώτην, ἀρνογλώσσου χυλὸς, ἢ πολυγόνου, ἢ σέριδος, ἑκάστου μοίρη πρὸς τῷ ὀξυκρήτῳ· ἢν δ᾽ ἐπὶ μᾶλλον ῥέῃ, ὑποκιστίδος, ἢ ἀκακίης ξηρῶν ἐμπάσσειν, ἐς γ κυάθους τοῦ ὀξυκρήτου, ὁλκῆς τῶνδε δραχμὴν μίην. ἄριστος δὲ καὶ χυλὸς ὄμφακος. ἢν δὲ κρέσσων ἡ ξυμφορὴ τῷδε γίγνηται, κηκίδα λείην καὶ βάτου ῥίζην ξηρὴν, καὶ λίθον τὴν ἐξ ἁλὸς κουράλλιον λείην ξηρὴν ἐμπάσσειν. δυνατωτέρη δὲ τῶνδε τοῦ ῥήου ἡ ῥίζα, ἐμψῦξαι, ξηρῆναι, στῦψαι, τὰ πάντα ποιῆσαι· ἀτὰρ καὶ ἥδε ξὺν τῷ ὀξυκρήτῳ μούνῳ· ἢν δὲ μεζόνων ἀρήγειν χρέος, τοῖσι χυλοῖσι σέριδος, ξὺν ἀρνογλώσσῳ, τῆς ῥίζης ἐμπάσσειν ὁλκῆς τριώβολον, ἐς κυάθους τοῦ ὑγροῦ τρεῖς ἢ τέσσαρας. ἐπὶ δὲ τῇσι διαβρώσεσι τότε ὅλως ἐν ἐκείνῃ στῦψιν ἐμποιέειν ἐς πάγον τοῦ διαρρέοντος αἵματος· καὶ τοῖσι δεχομένοισι ὅκως ἀπὸ πολλοῦ τοῦ τρώματος μύωσιν αἱ φλέβες· ἀλλὰ καὶ τὰ πινόμενα ἔστω κραταιὰ, δυνατὰ ποιῆσαι πάγον. χυλὸν ὦν κοριάνου ξὺν ὄξεϊ, ἠδὲ λαγοῦ ταμισὸς, ἢ νεβροῦ, ἢ ἐρίφου, μὴ πολλὸν δὲ διδόναι. ἔκτεινε γάρ κοτε τουτέων τι τῷ πλήθεϊ· ἀλλὰ τοῦ μὲν χυλοῦ τοῦ κοριάνου μὴ μεῖον μὲν ἡμικυάθου ἐς τρεῖς τοῦ ὀξυκρήτου, τῆς δὲ ταμισοῦ ὀβολοὶ μὲν τρεῖς, τὸ δὲ πλεῖστον ὀβολοὶ δ᾽. ἐς δὲ τὰ τοιάδε εἴδεα τῆς φορῆς, καὶ γῆ ἀρίστη Σαμία, καὶ ἀστὴρ κάρτα λευκὸς, καὶ Ἐρετριὰς, καὶ Σινῶπις, καὶ σφραγὶς ἡ Λημνίη. τουτέων δὲ ὁλκὴ σταθμοῦ, τὸ μεῖον, ά. τρεῖς δὲ τὸ πλεῖστον· ξύν τινι τῶν ἑψημάτων, φοινίκων, ἢ κερατίων ἐδωδίμων, ἢ ῥιζῶν βάτων· ἢν δὲ τρηχύνηται ἡ ἀρτηρίη καὶ ἐπὶ τῷδε βήσσῃ, σιραίῳ τῷ Κρητικῷ ἐμπάσσειν τάδε. ἄριστον ἐς λείωσιν ἀρτηρίης καὶ ἄμυλος ξὺν τοῖσι δευθείς· ξὺν γὰρ τῷ λείῳ καὶ τὸ παγερὸν ἴσχει. ἢν μὲν ὦν μὴ ξυνεπείγῃ ἡ φορὴ, ἅπαξ τῆς ἡμέρης πρὸ τῆς προσάρσιος δοτέον· ἢν δὲ, καὶ δὶς καὶ τρίτον ἐς τὴν ἑσπέρην. ἐκ δὲ τῶν φαρμάκων καὶ κατάποτα ποιέειν ξηρῶν ἐν μέλιτι ἑφθῷ ἐς σύστασιν· κηκὶς λείη· ἄριστον δὲ καὶ ῥόος ἐς τὰ ὄψα, γίγαρτα, καὶ ὁ ὀξυλαπάθου καρπὸς, καὶ ἰδίῃ ἑκάστου, καὶ ξυνῇ. τάδε μέντοι καὶ ὑπὸ τῇ γλώσσῃ ἔχειν ἐς τὸ διηνεκὲς τῆς συντήξιος. ἀτὰρ καὶ κόμμι ξὺν τῷ φυτῷ καὶ τράγου τῆς ἀκάνθης τὸ δάκρυον· ποικίλων δὲ φαρμάκων μυρίη μὲν ἡ πείρη, ποικίλαι δὲ καὶ χρήσιες, τροχίσκων, τοῦ διὰ τῆς Αἰγυπτίας ἀκάνθης, καὶ ἑτέρου δι᾽ ἠλέκτρου, καὶ ἄλλου τοῦ κροκώδεος, ὧν ἡ σκευασίη ἰδίῃ λέλεκται.
ἄνευ μὲν ὦν πυρετῶν ἅπαντα τολμέειν ἐπὶ τοῖσι φαρμάκοισι, καὶ πολλὰ καὶ πολλάκις διδόντα· ἢν δὲ ἐπιπυρεταίνωσι, — τὰ πολλὰ καὶ ἐπὶ τῇσι φλεγμασίῃσι τῶν τρωμάτων γίγνονται πυρετοὶ, — μήτε ἀθρόον ἴσχειν τὴν φορὴν, μήτε ἐν τοῖσι παροξυσμοῖσι φάρμακα πιπίσκειν. πολλοὶ γὰρ ὑπὸ πυρετῶν θᾶσσον ὄλλυνται ἢ ὑπὸ τῆς τοῦ αἵματος φορῆς.
τροφαὶ ποικίλαι καὶ τὴν ἰδέην ὁκοῖα τὰ φάρμακα. ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ. οὔτε γὰρ ἐπὶ μιῇ μούνῃ ἅπαντα εὑρεῖν τὰ τροφῆς ἀγαθὰ εὔπορον, οὔτε, ἢν μὲν οὖν μούνη ἐς ἰητρείην ἀρκέῃ, μιῇ μούνῃ χρέεσθαι, διὰ τὸν κόρον ῥηίδιον. καὶ γὰρ τὰ ποικίλα εἴκειν, εἰ δὴ ἀπὸ χρόνιον γίγνεται. ἔστω ὦν στύφουσα καὶ ἐς δύναμιν ψύχουσα· ἀτὰρ ἠδὲ ἐς θίξιν· θέρμη γὰρ αἵματος πρόκλησις. χόνδροι πλυτοί· ὄρυζα ἐς ὀξύκρητον· ἢν δὲ τὸ ὄξος βῆχας ἐμποιέῃ, φοινίκων ἕψημα, ἄρτος ὀπτὸς, κατάξηρος, κοπεὶς, ἠδὲ καὶ ἐς ἄλητον σεσησμένος. ἁπάντων ὦν ῥόφημα ξὺν λίπαϊ· θύμβρη ἁλσὶ ἡδυνθεῖσα, ῥοὸς ἐπίπασμα. ἢν δὲ καὶ χαρίσασθαί τι κάμνοντι ἐθέλῃς, κορίανον ἔστω ἐς ἡδονὴν ὅτῳ φίλον, ἤ τι τῶν οὐρητικῶν ἠδὲ εὐπνόων σπερμάτων. φακὸς, ἢν μὲν ἡ αἱμορραγίη ἐπείγῃ, ξὺν ἀρνογλώσσου χυλῷ· ἢν δὲ μὴ, τοῦ χυλοῦ ἔστω φειδώ. οὐ γὰρ εὔπεπτον οὐδὲ προσηνὲς ἐς γεῦσιν. χρὴ δὲ τουτέοισι ἥκιστα πάντων δύσπεπτα διδόναι. ἢν δὲ ἐξ αἱμορραγίης θάνατον ὀρρωδέῃς, καὶ ἀτερπὲς καὶ δύσπεπτον· ἠδὲ ἀπηνέα ἔστω τὰ σώζοντα. κηκὶς ὦν ξηρὴ, λείη, προσεπιπασσέσθω φακῷ τῷ ξηρῷ καὶ ψυχρῷ· ὠὰ ἑψήσι παχέα, ξὺν ῥοιῆς σιδίοισι, ἢ κηκῖδι. ἥδε ἐστὶ ὑπ᾽ ἀνάγκης ἐν φαρμάκῳ τροφή· ποτὸν δὲ τὸ ξύμπαν ὀλίγον ἔστω· ξηρῇ γὰρ διαίτῃ ὑγρὸν ἀξύμφορον. τοιάδε μὲν, στῦψαι καὶ ψῦξαι εἰ ἐθέλεις· ἢν δὲ παχῦναι καὶ αἷμα καὶ πνεῦμα, γάλα καὶ ἄμυλος καὶ χόνδροι, ἄλλοτε μὲν ξὺν ἀμύλῳ, ἄλλοτε δὲ ξὺν χόνδρῳ γάλα· ἐς πῆξιν δὲ ἡ σύστασις ὡς μὴ ῥόφημα ὑγρὸν ᾖ. ἢν δὲ ἐπὶ μᾶλλον παχῦναι καὶ στῦψαι ἐθέλῃς, οἱ χόνδροι μὲν ξὺν φοίνιξι ἑψείσθωσαν· ἐς δὲ τὴν σύστασιν, ἄμυλος ἔστω, καὶ γάλα, ἄριστον καὶ φὰρ τὸ Τυρρηνικὸν, παχὺ ἐὸν καὶ γλίσχρον, καὶ κολλῶδες ξὺν τῷ γάλακτι· ταμισοῦ δὲ τοῦ ἐρίφου ὑγροῖσι τοῖσι ἑψήμασι προσεγχέειν ἐς πῆξιν, ὅκως ἐπὶ γάλακτι ἐς νέου τυροῦ ξύστασιν ἴσχει· παχύτερον δὲ τουτέων, κέγχρος ἑφθὸς ξὺν γάλακτι ὡς τὸ φὰρ, καὶ τὸ ἐπίπαστον ἡ κηκὶς καὶ τὰ σίδια. τεκμαίρεσθαι δὲ τὰς ξυμμετρίας τῶν ξηραινόντων ἢ παχυνόντων· καὶ γὰρ βηχώδεα ταῦτα, ὑπερβολῇ τε ξηρότητος μετεξετέροισι προσέρρηξε τὰς φλέβας. ἢν δὲ εὖ πρήσσηται μὲν, ἴσχηται δὲ τὸ αἷμα, ἐς τἀναντία ἐκ προσαγωγῆς ἡ μεταβολή· καὶ μηδὲν ἄγαν. φιλόστροφα γὰρ τάδε καὶ κακοήθεα. χρὴ δὲ σαρκοῦν ἤδη τὸν ἄνθρωπον καὶ τὰς ὠτειλὰς ἐς τὸ πιηρὸν ἄγειν, αἰώρῃς, ἢ τρίψεσι μαλθακῇσι, περιόδοισι, θυμηδίῃσι, τροφῇ ποικίλῃ καὶ ξυνήθεϊ.
τάδε μὲν ὦν, ἢν ἐκ τῆς φορῆς τοῦ αἵματος τὸ τρῶμα ξυμπεσῃ, καὶ ὁ χῶρος ὑγιασθῇ εὐακέως· ἢν δ͵ ἐγκαταλείπηται ἕλκος, καὶ διάπυον γίγνηται, ἑτέρης μελέτης χρέος· καὶ γὰρ καὶ ἑτέρων διαδέχεται ἡ φορή. περὶ τῆσδε μέντοι ἐν τοῖσι χρονίοισι λελέξεται.
Κεφ. γ΄. Θεραπεία Καρδιακῶν
[Επεξεργασία]ἐν συγκοπῇ μάλα χρὴ τὸν ἰητρὸν πρόνοιαν ἐπιτηδεύειν· μέλλουσαν μὲν γὰρ ἢν προγιγνώσκῃς, τά τε παρεόντα ἐπεσσυμένως συνεργοῖένσοι, ἀτὰρ ἠδὲ ἐξελάοις ἂν αὐτέην πρὶν ἥκειν. παρεοῦσαν δὲ οὐ ῥηϊδίως διδρήσκουσι οἱ νοσεῦντες. λύσιν γὰρ τῆς φύσιος τὴν συγκοπὴν ἔλεξα· οὐ παλίσσυτος δὲ φύσις λυθεῖσα. τήνδε ὦν μάλιστα μὲν μέλλουσαν κωλύειν· ἢν δὲ μὴ, ἄρτι ἀρχομένην. προγιγνώσκειν δὲ χρὴ τοῖσι ἐν τοῖσι ἀμφὶ τῶν ὀξεῶν νούσων λελεγμένοισι, εὖτε τὴν αἰτίην, ἀτὰρ ἠδὲ καὶ τὰ σημήϊα ἐφραζόμεθα. καῦσος μὲν γὰρ ὁ πυρετὸς ἀρχή. ἐπὶ δὲ τῷ καύσῳ κάκιστα σημήϊα, ξηρότης, ἀγρυπνίη, θερμασίη τῶν σπλάγχνων, ὅκως ἀπὸ πυρὸς, ψυχρὰ δὲ τὰ ἔξω· χεῖρες καὶ πόδες ἄκροι ψυχρότατοι· ἀναπνοὴ ἐς ὁλκὴν μακρή· ποθέουσι γὰρ ψυχρὸν ἠέρα, οὕνεκεν ἐκπνέουσι πῦρ. σφυγμοὶ μικροὶ, πυκνότατοι, τρομώδεες. ἐκ τῶνδε ὦν τεκμαιρόμενος ἠδ᾽ ὁκόσα μοι ἐν τοῖσι σημηΐοισι λέλεκται, αὐτίκ᾽ ἐξ ἀρχῆς ἀρήγειν.
ἢν ὦν μὴ πάντα κωλύῃ, ἕξις, ἡλικίη, ὥρη, ἀψυχίη τοῦ ἀνθρώπου, τάμνειν φλέβα· κἢν πολλὰ κωλύῃ, εἷς δέ τις ἀριθμὸς ἐπίκαιρος ᾖ, ὁκοῖον γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ μἕλαινα· ἥδε τοι γὰρ τὰ εἴσω πάντα σημαίνει· ξυντεκμ αίρεσθαι δὲ ἐπὶ πᾶσι τὴν δύναμιν, εἰ μὴ προαπηύδηκε ἐκ τῆς νούσου πόνων τε καὶ διαίτης. οὐδὲ γὰρ οὐδὲ ἐνδείῃ μοῦνον, ἀλλὰ καὶ πνιγί. ἢν δ᾽ ὑπὸ πλήθεος γίγνηται συγκοπὴ, καὶ φλεγμασίη τις ὑποχονδρίου, ἢ ἥπατος, μέγα διασημαίνῃ, οὐδὲ ἀμβολῆς χρέος. τάμνειν δὲ τὴν ἐπ᾽ ἀγκῶνι τὴν κοίλην· ἀτὰρ ἠδὲ διὰ σμικρῆς τῆς σχάσιος ἀφαιρέειν, ὡς μὴ σφόδρα τῇ δυνάμει ἐπίδηλονᾖ. ἐλέγχει γὰρ τὴν φύσιν τὸ ἀθρόον· καὶ πολλόν τι μεῖον ἢ δι᾽ ἄλλας προφάσιας ἀφαιρέειν. ἢν γὰρ ἐπὶ συγκοπῇ καὶ σμικρὸν ἁμαρτῴη, ῥηϊδίως εἰς ᾄδου τρέπει. αὐτίκα ὦν διδόναι τροφὴν ἐς νεόχμωσιν τῆς δυνάμιος· γάνυται γὰρ ἡ φύσις καὶ τῇ τῶν παλαιῶν ἀπαλλαγῇ, καὶ τῇ τῶν ποταινίων προσθήκῃ.
ἢν δὲ φλεβοτομίην μὲν ἡ δύναμις ἀποτρέπῃ, φλεγμασίαι δὲ ἔωσι, σικύην τῇδε προσβάλλειν πολὺ πρόσθεν τῆς κρίσιος τοῦ νοσήματος. ἐν κρισίμοισι γὰρ ἡ συγκοπή· ἐπεὶ τῇσι αὐτέῃσι περιόδοισι αἵ τε φύσιες κρίνουσι, αἵ τε νοῦσοι κτείνουσι. κἢν γὰρ ἐς ἀνάγκην οἰνοποσίης ἥκῃ ὁ ἄνθρωπος, οὐ κάρτα ἀσφαλὲς ἐπὶ φλεγμον ῇσι οἰνοποτέειν. οἶνος γὰρ φλεγμαίνουσι μὲν πόνων ἐπίδοσις, ἀφλεγμάντοισι δὲ φύσιος αὔξησις. ἐπίπροσθεν δὲ τῆς σικύης, πρὸ μιῆς ἢ δευτέρης, ἐπιπλάσιος χρέος, ἔς τε ἄνεσιν τῶν μερέων, ἀτὰρ ἠδὲ ἐς εὐροὴν τοῦ αἵματος· μετεξετέροισι δὲ καὶ ἐπὶ τῇ σικύῃ ἐς τὴν δευτέρην ἐπιπλάσσειν. ἔστω δὲ καὶ τῇδε φειδώ· κίνδυνος γὰρ ωὐτὸς τοῦ αἵματος τῆς ἀμετρίης καὶ ἐπὶ τῇ σικύῃ. κλυσμοῖσι δὲ ἐπὶ σκυβάλοισι παλαοῖσι μοῦνον χρέο· τῆς δυνάμιος δὲ φείδεο.
τέγξιες κεφαλῆς ψυχραὶ, ὁκόσαι μοι ἐπὶ φρενιτι κοῖσι λελέχαται, ὅκως εὐμετρίης ὀλίγῳ μέζω. καθαρὸς ἠὴρ, ψυχρότερος, ἐς ἀνάπνευσιν. ὄψιος τερπωλὴ, φυτῶν, γραφῆς, ὑδάτων, ὡς ὁρῆσθαι τὰ πάντα ἡδέως. λαλιὴ τῶν παρεόντων φιλομει δής· ἡσυχίη, θυμηδίη τοῦ νοσέοντος. ὀσμαὶ εὐώδεες, ἀβαρέες ἐς κεφαλῆς αἴσθησιν. ἀτὰρ καὶ τῶν τρεφόντων ἔστωσαν ὀσμαὶ, ἀλφίτων ξὺν ὕδατι δευθέντων, ἢ ὄξεϊ· ἄρτων θερμῶν νεοπέπτων· οἴνῳ δὲ μὴ κάρτα κλύζειν στόμα, μηδὲ ἅμα εἴργειν.
ποτὸν θᾶσσον καὶ συνεχέστερον ἢ τοῖσι ἄλλοισι· τροφὴ ἀνὰ πᾶσαν ἡμέρην κούφη, εὔπεπτος, τὰ πολλὰ σιτώδης ἠδὲ καὶ ἡδεῖα, κἢν μικρὸν χείρων ἔῃ. τοῖσίδε γὰρ τῶν ἄλλων μᾶλλον χαριστέον. οὐχ ἥκιστα γὰρ τῷ στομάχῳ ἐς ἔκλυσιν ἡ νοῦσος ἐμφύνει. ἀσιτία δὲ, ἢ λιμὸς, οὐδαμᾶ. ἱκανὴ γὰρ ἡ νοῦσος τὰ πάντα λαφύξαι. ἢν δὲ ἥκῃ μὲν ἤδη ἡ περίοδος ἐς κρίσιν, νοτὶς δὲ κληϊδα καὶ μέτωπον ἱζάνῃ, καὶ ἄκρεα ψυχρὰ, σφυγμὸς δὲ σμικρότατος ἠδὲ πυκνότατος, ὁκοῖον ἕρπων, ἀμυδρὸς τὸν τόνον, μικρόν τι ἄρα λαβεῖν χρὴ σίτων, καὶ οἶνου ἐνεργῶς ἅπτεσθαι. χρὴ δὲ κεφαλὴν προησφαλίσθαι τέγξεσι, ἠδὲ τὴν κύστιν. λέλεκται δέ μοι τάδε τὰ ἄκεα ἐπὶ τοῖσι φρενιτι κοῖσι. διδόναι δὲ οἴνου μὴ χανδὸν, μηδὲ ἄδην. μετεξέτεροι δὲ πλησμονῆς ἀκαιρίῃ, ἀνορεξίῃτε, καὶ ἀδρανίῃ τοῦ φαγεῖν τε καὶ πιεῖν, ἀπώλοντο· πολλοῖσι δὲ, καὶ εὐσίτοισι ἐοῦσι, λελυμένης ἤδη τῆς φύσιος, οὐδὲν τὸ πλῆθος ἐς τὸ μὴ θανεῖν ἤρκεσε, ἐς μὲν τὴν γαστέρα κατιόντων τῶν σιτίων, οὐκ ἀνιόντων δὲ ἐς τὴν δύναμιν ἀπὸ τῆς κοιλίης. ἔστω ὦν σιτία μὲν ποικίλα, τὰ πολλὰ σιτώδεα, ὡς ῥυμφάνειν μᾶλλον ἢ μασᾶσθαι· κἢν στερεὰ ἔῃ, ὀλισθηρὰ γιγνέσθω. ὠὰ μὴ κάρτα ξυνεστῶτα, μηδ᾽ ὀπτὰ ὅλα, τοῦ στερεοῦ γυμνά· ψωμοὶ διάβροχοι οἴνῳ, τὰ πρῶτα θερμῷ, δύο ἢ τρεῖς· ἐπὶ δὲ τοῖσι τὰ πάντα ψυχρὰ, ἢν μὴ ὑποικουρέωσι φλεγμοναί· οἶνος εὐώδης, μὴ κάρτα στύφων, παχὺς δὲ ὡς ἥκιστα. Ἑλληνικοὶ μὲν Χῖος, ἢ Λέσβιος, ὁκόσοι τε ἄλλοι νησιῶται λεπτοί· Ἰταλῶν δὲ, Σουρεντῖνος, ἢ Φουνδανὸς, ἢ Φαλερῖνος, ἢ Σιγνῖνος, ἢν μὴ σφόδρα στύφῃ· παραιτέεσθαι δὲ τῶνδε τὸν κάρτα παλαιὸν, ἢ νεώτερον. διδόναι ὦν, τὰ πρῶτα, θερμὸν, μὴ μεῖον κυάθων τεσσάρων, πρὸ τὴς κρίσιος, μηδὲ κοτύλης πλεῖον, κἢν εὔποτος ἔῃ· ἐπὶ δὲ τῶνδε σιτίον διδόντα, εἰ τὰ τῆς φλεγμασίης παρήκοι, αὖθις ψυχρὸν ὀρέγειν, ὅκως ἐς ἄκος δίψεος. πρὸς ἀνάγκην δὲ, μὴ μόνον μὲν, ξὺν σιτίῳ δέ· προυπερηρεῖσθαι δὲ χρὴ, ὡς μὴ ἅψιν φρενῶν ὁ οἶνος ποιέηται. καὶ ἐπὶ τοῖσι δὲ συνανέχειν· κἢν ἐκ διαστάσιος εὕδειν θέλῃ, ἡσυχίη προσακτέη. ἢν δὲ πουλὺς μὲν ἱδρὼς ἐκρέῃ, σφυγμοὶ δὲ πρὸς ἀκινησίην, ὀξεῖα δὲ φωνὴ, ἄθερμα δὲ καὶ τὰ στήθεα, διδόναι τοῦ οἴνου ὁκόσον ἂν δύνηται πιεῖν. μοῦνος γὰρ οἶνος ἐλπὶς ἐς ζωὴν ψυχροῖς. καὶ οἶνος ὦν ξυνήθης εἰ εἴη, ἄλλοτε μὲν πιεῖν, ἄλλοτε δὲ αὖ σιτίον ξὺν οἴνῳ φαγεῖν. ἐκ διαστήσιος μὲν ἐς ἀνάπαυλαν τοῦ καμάτου, τοῦ ἔκ τε τῆς νούσου καὶ τῆς τροφῆς. ἐν γὰρ σμικρῇ τῇ ἰσχύϊ μογέουσι κάρτα καὶ ἐπὶ τῇ ἐδωδῇ. χρὴ ὦν αὐτόν τε ἀλκήεντα καὶ εὔθυμον ἔμμεναι, καὶ τὸν ἰητρὸν ἔπεσι μὲν παραφάσθαι ἐς εὐελπιστίην ἔμμεναι, ὡς δὲ ἀρήγειν ποικίλῃ τροφῇ τε καὶ οἴνῳ.
χρὴ δὲ καὶ τῇ ἄλλῃ ἰητρείῃ ἐνεργῷ χρέεσθαι, ἔς τε τὴν τῶν ἱδρώτων κάθεξιν, καὶ τῆς δυνάμιος ἀνάστασιν ἐς τὸ ζώπυρον· ἔστω ὦν ἐπίθημα τῷ θώρηκι ἐς τὸν ἀριστερὸν μαστὸν, φοίνικες ἐν οἴνῳ λεῖοι, ξὺν ἀλόῃ καὶ μαστίχῃ, κηρωτῇ δὲ ξὺν νάρδῳ πεποιημένῃ ἀνειλήφθω τάδε· καὶ ἢν τόδε ἀσηρὸν γίγνηται, ἄλλο ἐπιτιθέναι ἐπίθημα, μήλων ἐξελόντα τὸ σπέρμα καὶ ὅτι περ ἂν σκληρὸν ᾖ, θλάσαντα, ξυμμίσγειν ἀλφίτοισι εὐώδεσι. ἔπειτα ἀψινθίου κόμην, καὶ μυρσίνης, ἠδ᾽ ἀκακίης, καὶ μάννης σεσησμένων, ξυμμίσγειν· ὁμοῦ δὲ τὰ πάντα φυράσαντα, κηρωτῇ ἀναλαμβάνειν οἰνανθίνῃ· ἢν δὲ ὑπὸ τῶνδε μὴ ἴσχηται ὁ ἱδρὼς, ὄμφακος χυλὸς εἰς φύρησιν ξυντεθεὶς, καὶ ἀκακίη, καὶ κόμμι, ἠδὲ ῥοὸς τὸ ἐδώδιμον, καὶ στυπτηρίη, καὶ φοίνικες, καὶ ῥόδων χυλὸς εὔπνοος· ἅμα πάντα νάρδῳ τε καὶ οἰνάνθης τῷ λίπαϊ, ἐς τὸν θώρηκα τιθέναι· καὶ γὰρ τόδε ἐμψύχει τε καὶ στύφει. κατακεέ σθω δὲ ἐν ἠέρι ψυχρῷ, εἴτε καὶ πρὸς ἄρκτον ὁ οἶκος· εἰ δὲ καὶ εἴη αὔρη βορέου ψυχρὴ ἐπιπνείουσα, ζωγρήσει κακῶς κεκαφηότα θυμόν. ἔστω δὲ καὶ εἰς λειμῶνας καὶ πηγὰς καὶ κελαρύζποντας ὀχετούς· καὶ γὰρ καὶ τὸ εὔπνοον τῶνδε καὶ ἡ θυμηδίη καὶ τὴν ψυχὴν θάλπει καὶ τὴν φύσιν ζωγρεῖ. ἀτὰρ καὶ πρόκλησις τοῦ φαγεῖν τε καὶ πιεῖν· ἢν δὲ ὑπ᾽ ἀπορίης μὴ τάδε τις εὐτυχῇ, μιμέεσθαι χρὴ καὶ αὔρην ψυχρὴν, πτόρθων εὐωδέων ἡδονῆς ῥιπίσι, καὶ ὥρην εἰαρὸς φύλλοισι ἠδ᾽ ἄνθεσι τοῖσι παρεοῦσι στορέσαντα τὴν γῆν. ἀτὰρ καὶ ἐπίβλημα ἔστω κοῦφον, παλαιὸν, ὡς δέχηται μὲν τὸν ἠέρα, διαπνέῃ δὲ τοῦ θώρηκος τὴν θέρμην. ἄριστον δὲ ὀθόνη παλαιή. πάσσειν δὲ αὐχένας καὶ κληῗδας ἀλφίτοισι, καὶ θώρηκα· τρέφειν μὲν τῷ εὐόσμῳ, τῷ δὲ αὐχμηρῷ ξυνέχειν. καὶ παιπάλῃ δὲ τοῦ σώματος τὸ ἀραιὸν ἐμπάσσειν. ἀτὰρ καὶ τὰ πρόσωπα τῇ γῇ τῇ Σαμίῃ, τῇ κρησέρῃ σεσησμένῃ ἐς ὀθόνην ἀραιὴν ἐνδήσαν τα, καταπάσσειν, ὡς διασήθηται ἐς τὰ μέτωπα καὶ τὰ μῆλα ἡ ἄχνη· καὶ τίτανον ἐσβεσμένην, καὶ γύψον ὀπτὴν, σησθέντα ἐν κρησέρῃ μικρῇ, ἐμβάλλειν ἐπὶ τοῖσι ἰκμαλέοισι· ἔστησέτε κοτὲ ἱδρῶτας καὶ σπογγίη ψυχροῦ ἐς τὰ πρόσωπα προσβληθεῖσα, πήξι μὲν τῶν διαρρεόντων ὑγρῶν, πυκνότητι δὲ τῆς ἀραιώσιος. διαχρίειν δὲ τὴν ἕδρην, ὅκως ἡ τοῦ ψυχροῦ φῦσα καὶ τῆς τροφῆς ἐκχέηται. ἠδὲ ἀνακαλέσασθαι τῶν ἄκρων τὴν θέρμην γλευκίνῳ ἢ σικυωνίῳ λίπαϊ ξὺν πεπέρεϊ, καὶ τῷ καστορίῳ, καὶ νίτρῳ, καὶ κάχρυ, κηροῦ σμικρὸν ἐντήκοντα, ὡς ποθίζῃ τὸ χρῖσμα· καὶ διὰ τῆς λιμνήστιδος, ἠδ᾽ εὐφορβίου, καὶ δάφνης τοῦ καρποῦ ἀλείμματι, ἐπανάκλη σι ν θέρμης ποιέεσθα ι. ἀτὰρ καὶ βολβοὶ ὠμοὶ οἱ σμικροί τε καὶ ἐρυθροὶ ξὺν πεπέρεϊ καὶ ὄξους τρυγίῃ λείῃ ἄριστον ἐπίπλασμα τῶν ποδῶν, καθ᾽ ὥρην ξυνεχέστατα ἀείροντα· κίνδυνος γὰρ ἑλκέων ἠδὲ φλυκται νώσιος. ἐπὶ τοῖσι ἐλπὶς τὸν ὧδε νοσέοντα διαδρῆναι τὸν ὄλεθρον.
κἢν πάντα μὲν τὰ κατὰ λόγον ἰητρὸς ἔρδῃ, εὖ δὲ πάντα χωρέῃ, ξὺν τῇ ξυγκοπῇ καὶ εἰ φλεγμασίαι ἐπιέασι, ἐκλύονται· καὶ ἱδρὼς μὲν οὐδαμᾶ, θέρμης δὲ ἀνάκλησις πάντη, ἀτὰρ καὶ ἐς ἄκρους πόδας καὶ ἀνὰ ῥῖνα· τὸ δὲ πρόσωπον εὔχροον· σφυγμοὶ ἐς μέγεθος ἠρμένοι, ἄτρομοι, σφοδροί· φωνὴ δὲ ξυνήθης, εὔφωνος, καὶ τὰ πάντα ζωώδης· κάματος οὐκ ἀγεννὴς, ἀτὰρ ἠδ᾽ εὕδων ὁρᾶται· καὶ ἢν ἕλῃ μιν ὕπνος, ἐξέπεψε μὲν τὰ σιτία, ἐξένηψε δὲ τὴν αἴσθησιν, ἀτὰρ ἠδ᾽ ἐξεβλάστησε τὴν φυήν. κἢν ἐξ ὕπνου ἔγρηται, εὔπνοος, εὐσταλὴς, εὔτονος, ἀναπεμπάζεται δὲ, ὅκως περ ὄναρ, τὴν νοῦσον.
μετεξετέροισι δὲ πυρετοὶ ἀμαυροὶ ἐγκαταλείπονται, καί πη καὶ φλεγμασίαι σμικραὶ, καὶ γλῶσσα ξηρή· ἄνικμοι, ῥιγώδεες, νωθροὶ, διαλελυμένοι, οἷσι ἐς μαρασμὸν ἡ περιτροπή. εὖτε οὐ καταβλακεύειν χρὴ ἠρεμίῃ καὶ λεπτῇ διαίτῃ· ἀλλ᾽ ἐς κινήσιας ἄγειν, αἰώρης καὶ τρίψιος, καὶ λουτρῶν, ὅκως ἐκ τοῦ νεκρώδεος ἐνταθέῃ καὶ ἀνατραφέῃ τὸ ζώπυρον. διδόναι δὲ καὶ γάλα, μάλιστα μὲν γυναικὸς νεοτόκου καὶ κουροτρόφου. καὶ γὰρ οἵδε ἀνατροφῆς, ὅκως ἀρτίτοκοι παῖδες, δέονται. ἢν δὲ μὴ, ὄνου μὴ παλαιοτόκου· ἐξίτηλον γὰρ τὸ τοιόνδε γάλα. καὶ ἐπὶ τοῖσδε ἐς ἀνάληψιν ἄγειν καὶ τὰ συνήθεα.
Κεφ. δ΄. Θεραπεία Χολέρης
[Επεξεργασία]ἐν χολέρῃ ἡ τῶν φερομέν ων ἐπίσχεσις κακόν· ἄπεπτα γὰρ. χρὴ ὦν ἡμᾶς ῥηϊδίως αὐτόματα δέχεσθαι· ἢν δὲ μὴ, ὀτρύνειν, διδόντας ὕδατος εὐκρήτου ῥυμφαίνειν, ξυνεχές γε μὴν, ὀλίγον δὲ, ὅκως μὴ ἐντάσιες ἔωσι κεναὶ στομάχῳ, σπασμώδεες· ἢν δὲ καὶ στρόφοι ἔωσι, καὶ ποδῶν ψύξιες, τέγγειν μὲν τὴν κοιλίην λίπαϊ θερμῷ ξὺν πηγάνῳ καὶ κυμίνῳ ἑψηθέντι, ἐς τὰς τῶν φυσέων διακρίσιας, καὶ ἐπιτιθέναι εἴριον. καὶ τὼ πόδε λιπαίνον τα ἡσυχῇ τρίβειν, ἀμφαφόωντα μᾶλλον ἢ πιέζοντα. ἀτὰρ καὶ μέχρι τῶν γουνάτων γιγνέσθω τάδε, ἐς ἀνάκλησιν θέρμης. καὶ μέσφι μὲν κόπρια κάτωθεν διαχωρέει, ἄνωθεν δὲ χωρέει χολώδεα, τάδε χρὴ ποιέειν.
ἢν δὲ ὑπεληλύθῃ μὲν ὁ πᾶς παλαιὸς σῖτος, χολαὶ δὲ διΐωσι, καὶ χολώδης ἔμετος καὶ διάτασις ἔῃ, ἠδὲ καὶ ἄση, καὶ ἀπορίη, καὶ ἀδυναμίη, ψυχροῦ ὕδατος κυάθους δύο, ἢ τρεῖς, διδόναι, ἔς τε τὴν τῆς κοιλίης στῦψιν, ὅκως ἐπίσχῃ τὴν παλίρροιαν, ἠδὲ τὸν στόμαχον αἰθόμενον ἐμψύξῃ. ξυνεχέως δὲ τόδε, ἐπὴν τὸ ποθὲν ἐμέσῃ, πρήσσειν. ῥηϊδίως μὲν τὸ ψυχρὸν ἐν τῇ κοιλίῃ θάλπεται· ἀτὰρ ἠδὲ ἐξεμεῖ ὁ στόμαχος, ἀχθηδόνι τοῦ θερμοῦ καὶ ψυχροῦ· ξυνεχέως δὲ ποθέει ψυχρὸν ποτόν.
ἢν δὲ καὶ σφυγμοὶ μὲν ἐς τὸ μικρὸν ξυμπέσωσι, ἠδὲ ἐς τὸ ξυνεχὲς καὶ πυκνὸν διώκωνται, ἱδρὼς δὲ περὶ μέτωπα καὶ κληϊδας, καὶ πάντη τοῦ σώματος στάγδην ῥέῃ, καὶ γαστὴρ μὴ ἐπίσχηται, καὶ ὁ στόμαχος ἐμέῃ ἔτι ξὺν τάσι καὶ λειποψυχίῃ, καὶ οἴνου βραχὺ ἐπιστάζειν τῷ ὕδατι τῷ ψυχρῷ, εὐώδεος, στύφοντος, ἔς τε τὴν τῆς αἰσθήσιος ἀνάκλησιν ὑπὸ τῆς ὀσμῆς καὶ ἐς τὴν τούτου ῥῶσιν ὑπὸ τῆς δυνάμιος, καὶ ἐς τὴν τοῦ σώματος πρόσθεσιν ὑπὸ τῆς θρέψιος. οἶνος γὰρ ὠκὺς μὲν ἐς τὴν ἄνω ἴξιν ὡς τὴν παλιρροίην σχέθειν· λεπτὸς δὲ, ὡς ῥηϊδίως χυθεὶς τῇ φύσι τὴν ἕξιν ἐρρῶσθαι. κραταιὸς δὲ, ὡς δύναμιν στῆσαι ῥέουσαν. ἐπιπάσσειν δὲ καὶ ἀλφίτων κοτὲ, νέων, εὐπνόων. ἢν δὲ ξυνεπείγῃ πάντα, ἱδρὼς καὶ ἔντασις, οὐ τοῦ στομάχου μοῦνον, ἀλλὰ καὶ νεύρων, λὺγξ κενεὴ, καὶ πόδες ξυντιταίνωνται, καὶ κοιλίη ὑποφέρῃ πολλὰ, καὶ ἀχλυώδης ὥνθρωπος, σφυγμοὶ δὲ πρὸς ἀκινησίην ἔωσι, τότε χρὴ φθάνειν τήνδε τὴν κατάστασιν· εἰ δὲ καὶ παρῇ, ψυχροῦ καὶ οἴνου πολλόν τι διδόναι, μὴ ἀκρητεστέρου δὲ, διὰ τὴν μέθην καὶ τὰ νεῦρα, ξὺν σιτίῳ ψωμοῖσι διαβρόχοισι· διδόναι δὲ καὶ τῆς ἄλλης τροφῆς, ὁκοῖα ἐν συγκοπῇ μοι λέλεκται, ὀπώρην στύφουσαν, οὖα, μέσπιλα, μῆλα κυδώνια, σταφυλήν.
ἢν δὲ τὰ πάντα ἐμέῃ, καὶ ὁ στόμαχος μηδὲν ἴσχῃ, ἐς τὰ θερμὰ καὶ ποτὰ καὶ βρώματα παλινδρομέειν· μετεξετέροισι γὰρ ἔστησεν ἡ μεταβολή· τὰ θερμὰ δὲ ἔστω θερμότατα· ἢν δὲ μηδέν τι τούτων ἀρήγῃ, σικύην ἐς τὸ μεσηγὺ τῶν ὠμοπλατέων προσβάλλειν, καὶ κάτωθεν ὀμφαλοῦ τρέπειν· συνεχῶς δὲ τὰς σικύας μεθιζάνειν. ὀδυνηρὸν γὰρ τὸ ἐπίμονον καὶ κίνδυνον φέρον φλυκταινώσιος. ὤνησέ κοτε κίνησις αἰώρης εὔπνοος ὡς καὶ τὸ πνεῦμα ζωγρῆσαι, καὶ τὴν τροφὴν ἐν τῇ κοιλίῃ σχέθειν, καὶ εὔπνοον καὶ εὔσφυκτον τὸν νοσέοντα θέμεναι.
ἢν δὲ ἐπὶ μέζω γίγνηται τάδε, ἐπὶ τῆς κοιλίης καὶ τοῦ θώρηκος τιθέναι· καὶ τάδε ἔστω ὁκοῖα ἐς συγκοπὴν, φοίνικες ἐν οἴνῳ δεδευμένοι, ἀκακίη, ὑποκιστίς. τάδε ξὺν ῥοδίνῃ κηρωτῇ ἀναλαβόντα, ἐγχρίσαντα δὲ ἐς ὀθόνην, ἐπὶ τὴν κοιλίην τιθέναι. ἐς δὲ τὸν θώρηκα, μαστίχην, ἀλόην, ἀψινθίου κόμην λείαν ξὺν κηρωτῇ ναρδίνῳ ἢ οἰνάνθης, ἐπιπλάσαι ὅλῳ τῷ θώρηκι· ἐς δὲ τοὺς πόδας καὶ τοὺς μύας, ἢν τιταίνωνται, σικυώνιον, γλεύκινον, ἢ παλαιὸν ἄλειφα, ξὺν κηρῷ σμικρῷ χρίειν· ἐπιπάσσειν δὲ καὶ τοῦ κάστορος· ἢν δὲ καὶ ψυχροὶ ἔωσι οἱ πόδες, καὶ τῷ διὰ τῆς λιμνήστιδος καὶ εὐφορβίου χρίειν ἀλείμματι, καὶ ἐρίοισι ἀμφελίσσειν, καὶ ψηλαφίῃ χειρῶν ἀπιθύνειν· ἀλλὰ καὶ τὴν ῥάχιν, καὶ τοὺς τένοντα ς καὶ τοὺς μύας τῶν τε σιηγόνων, τοῖσι αὐτέοισι χρίειν.
κἢν μὲν ἐπὶ τοῖσι ἴσχηται μὲν ὁ ἱδρὼς καὶ ἡ γαστὴρ, ὅ τε στόμαχος δέχηται τὰ σιτία καὶ μὴ ἐμέῃ, σφυγμοὶ δὲ μεγάλοι τε καὶ εὔτονοι ἔωσι, καὶ ἡ ξύντασις ἀπολείπῃ, θέρμη δὲ καὶ πάντα ἀναίρῃ καὶ ἐς τὰ ἄκρα ἀφίκῃ, ὕπνος δὲ πάντα πέσσῃ, δευτέρῃ ἡμέρῃ ἢ τρίτῃ λούσαντα, τρέπειν ἐς τὰ ξυνήθεα· ἢν δὲ πάντα μὲν ἀπεμέῃ, ἱδρὼς δὲ ἄσχετος ῥέῃ, ψυχρὸς δὲ καὶ πελιὸς γίγνηται ὥνθρωπος, σφυγμοὶ δὲ πρὸς ἀπόσβεσιν ἔωσι, καὶ ἀπηυδήκῃ, ἀγαθὸν ἐν τοῖσι τουτέοισι εὐπρεπέα εὑρέσθαι φυγήν.
Κεφ. ε΄. Θεραπεία Εἰλεοῦ
[Επεξεργασία]ἐν εἰλεῷ πόνος ἐστὶ ὁ κτείνων ἐπὶ φλεγμονῇ ἐντέρων, ἢ ἔντασις καὶ πρῆσις· ὤκιστος ἠδὲ κάκιστος ὄλεθρος. μετεξέτεροι μὲν γὰρ ἀνελπίστως νοσέοντες θάνατον προφανέα μοῦνον ὀρρωδέουσι· οἱ δ᾽ ἐν εἰλεῷ πόνου ὑπερβολῇ, θανάτου ἔρανται. χρὴ ὦν μήτε σμικρότερόν τι γίγνεσθαι τὸν ἰητρὸν τοῦ πάθεος, μήτε βραδύτερον. ἀλλὰ, ἢν μὲν φλεγμασίην αἰτίην εὕρηται, τάμνειν φλέβα τὴν ἐπ᾽ ἀγκῶνι μεγάλῃ τῇ σχάσι, ὅκως ἀθρόως διεκρέῃ τὸ αἷμα, τῆς φλεγμασίης ἡ τροφὴ, κἢν μέσφι λειποθυμίης· τόδε γὰρ ἢ ἀπονίης ἀρχὴ γιγνεται, ἢ νάρκης ἐς ἀναισθησίην· ἀνάπνευσις δὲ ἐν εἰλεῷ, κἢν ὑπ᾽ ἀγνοίης ἐς βαιὸν χρόνον ἔῃ τοῦ πόνου ἀμβολή· ἐπεὶ καὶ τὸ θνήσκειν τοῖς μὲν ὧδε πονέουσι εὐδαιμονίη· τῳ ἀρχιητρῷ δὲ οὐ θέμις πρήσσειν. θέμις δέ κοτε προγιγνώσκοντα σάφα τὰ παρεόντα ὡς οὐ φύξιμα, καρηβαρ έῃ νωθρῇ εὐνᾶσθαι.
ἢν δὲ ἄνευ φλεγμασίης, ἐπὶ διαφθορῇ ἢ ψύξι κραταιῇ γίγνεται ὁ εἰλεὸς, φλεβοτομίην μὲν ἴσχειν, τὰ δὲ λοιπὰ ἅμα πάντα πρήσσειν· ἐμέειν ἀπὸ ὕδατος θαμινὰ, συχνὸν πίνειν ἔλαιον, εἶτα αὖθις ἐξεμέειν. φύσας ἄγειν κάτω ἐρεθίσμασι· ἐρεθιστικὸν μὲν κυκλαμίνου χυλὸς, καὶ νίτρον, ἢ ἅλες· φυσέων δὲ ἀγωγὰ κύμινον, ἠδὲ πήγανον. χρὴ ὦν πάντα ὁμοῦ ξὺν ῥητίνῃ τῇ τοῦ τερμίνθου διαχρίειν τάδε, καὶ σπόγγοισι πυριῆν, ἢ τοῖσδε ὑποκλύζειν ξὺν ἐλαίῳ καὶ μέλιτι, καὶ ὑσσώπῳ, καὶ κολοκύν της ἀγρίας τῆς σαρκὸς ἑψήματι· κἢν ἐκκριθῇ κόπρος, αὖθις ἔλαιον θερμὸν ξὺν πηγάνῳ ἐνιέναι· τόδε γὰρ ἢν εἴσω μίμνῃ, πυρίημα τοῖσι ἐντέροισι εὐμενές. τέγγειν δὲ τὰ πονέοντα χωρία ἐλαίῳ ξὺν πηγάνῳ καὶ ἀνήθῳ ἄδην ἑψηθέντι. ἔστω δὲ καὶ πυρίη, φακῶν τῶν κεραμήων, ἢ χαλκέων, ἢ κέγχρου καὶ ἁλῶν φωχθέντων. ἐπιπλάσματα πρὸς τοῖσι ξυνοῖσι ἔστω αἴρης ἄλητον καὶ κύμινον καὶ ὑσσώπου ἢ ὀριγάνου κόμη· σικύαι δὲ κοῦφαι μὲν, συχναὶ δὲ, ἄλλη πρὸς ἄλλας τιθεμένη, ἐς τὸ ἐπιγάστριον, ἐς τὰς ἰξύας μέσφι βουβώνων· ἠδὲ κατόπιν ἐς ἰσχία πρὸς νεφροὺς καὶ ῥάχιν. πάντη γὰρ ἀντισπᾶν τὸν πόνον ξυμφέροι. προπίνειν δὲ κυμίνου ἢ πηγάνου ἀφεψήματος, καὶ τοῦ σίσωνος, ἢ ξὺν τουτέοισι τῶν φαρμάκων τῶν ἀνωδύνων τινά· μυρία δὲ ἄλλοισι ἄλλα πείρῃ γεγόνασι πιστά. ἀγαθὸν δὲ καὶ τὸ δι᾽ ἐχιδνῶν φάρμακον, μέζον τοῦ μέτρου πρὸς τὸ ξύνηθες ποθέν· ἢν δὲ μήτε ὁ πόνος ἐνδιδῷ, μήτε φῦσα, μήτε κόπριον ἀναδοίη, τοῦ καθαρτηρίου τῆς ἱερῆς ὑπ᾽ ἀνάγκης διδόναι. ἢ γὰρ ἀπηλάθη ξὺν φλέγματι καὶ χολῇ τὸ φάρμακον, ἢ διῆλθεν ἐξάγον φύσας, σκύβαλα, φλέγμα, χολὴν, τοῦ κακοῦ τὰς ἐντάσιας. τροφὴ διεξάγουσα· ζωμοὶ ἀλεκτορίδων, κογχαρίων, πτισάνης ὁ χυλὸς κάθεφθος, ξὺν πολλῷ λίπαϊ ἀρχῆθεν προσεγχυθέντι τῆς ἑψήσιος· συνεψεῖν τῷδε, κύμινον, λίτρον, πράσον ξὺν τῇ κόμῃ· ἢ ἰητρείη ξὺν ζωμῷ τινι διαχωρητικῷ, κοχλίαι ἄκρως ἑφθοὶ, καὶ ωὐτῶν δὲ χυμὸς ἢ τελλίνης· ὕδωρ ποτὸν, ἢν πυρεταίνῃ, ξὺν ἀσάρῳ, ἢ νάρδῳ, ἢ κάγχρυ ἑψηθέν. καὶ γὰρ φύσης ἀγωγὰ, καὶ οὐρητικὰ, καὶ εὔπνοα· ἢν δὲ ἄπυρος ἔῃ, καὶ οἶνος ἔς τε τὴν τῶν ἐντέρων θέρμην, ἀτὰρ ἠδὲ ἐς ἀνάκλησιν τῆς δυνάμιος, ἀρήγει· καὶ μαράθρου ῥίζης ἕψημα ποθὲν, καὶ ἀδίαντον, καὶ κινάμωμον.
ἢν δὲ ἐς ἀπόστασιν τρέπηται ἡ φλεγμασίη, τῇδε ξυμβάλλειν ἄμεινον, τοῖσι ἐς ἀπόστασιν φαρμάκοισι χρεόμενον· γεγράφαται δὲ τάδε ἐν τοῖσι χρονίοισι, ἔνθα κωλικῶν θεραπείη ἐγράφη.
Κεφ. ς΄. Θεραπεία τῶν κατὰ τὸ Ἥπαρ ὀξέων παθῶν
[Επεξεργασία]ἐν ἥπατι τοῦ αἵματος ἡ γέννα, καὶ ἐς τὸ πᾶν ἔνθεν ἡ τοῦδε ἄφεσις. καὶ τὸ ξύμπαν ἧπαρ ὁκοῖον αἵματος πάγος. ὀξύταται ὦν αἱ τῇδε φλεγμοναί. ἐγκέεται γὰρ τῷ χωρίῳ τῷδε ἡ τροφή. ἢν μὲν ἑτέρωθί πη φλεγμονὴ συστῇ, οὐ κάρτα γίγνεται ὀξέη· ζέει γὰρ ἡ τοῦ αἵματος ἐπιρροή. ἐπὶ δὲ τῷ ἥπατι οὐ χρέος ἑτέρωθεν ἥκειν· ἢν γάρ τις ἔμφραξις τὰς ἐξόδους ἐπίσχῃ, πίμπραται τὸ ἧπαρ τῆς ἐκροῆς ἀμερθέν· ὁ δὲ τῆς τροφῆς εἴσρους ἐς τὸ ἧπαρ ἔτι μίμνει· οὐχ ἑτέρη γὰρ ὁδὸς τῆς τροφῆς ἐς τὸ πᾶν σκῆνος ἀπὸ τῆς κοιλίης καὶ τῶν ἐντέρων.
εὐπόρως ὦν χρὴ τὴν κένωσιν ἐμποιέειν, τάμνοντα φλέβας τὰς ἐπ᾽ ἀγκῶνι, συχνὸν μὲν ἀφαιρέοντα, μὴ ἀθρόον δέ. ἀποσιτίη μὲν τὰ πρῶτα, ὀλιγοσι τίη δὲ αὖθις, ὅκως καὶ τοῖσι εἰσιοῦσι τὸ ἧπαρ κενεὸν ᾖ. χρὴ δὲ καὶ τοῖσι ἐπιθέτοισι διασκιδνάναι τὰ ἐν τῷ ἥπατι σταθέντα. τέγξις μὲν ὦν ξὺν ἀλόῃ ἤ λίτρῳ· εἴρια πινόεντα οἰσύπῳ. χρέος ὦν ἐμψύξιος, οὕνεκα τῷ αἵματι αἴθεται τὸ ἧπαρ· θερμὸν γὰρ τὸ αἷμα. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσματα ἔμμεναι, ἀλήτων μὲν αἰρίνων, ἢ ἐρυσίμων, ἢ κριθῆς, καὶ λίνου σπέρματος· χυμῶν δὲ, οἴνου ὀξέος, μήλων τοῦ χυλοῦ, ἑλίκων τῆς ἀμπέλου, οἰνάνθης τῆς ὡραίης, ἢ τοῦ σὺν τῇδε λίπαος· πυρίη, σπόγγοισι καρποῦ δαφνῆς ἑψήματος, σχίνου, γλήχωνος, ἴριδος.
ἐπὴν δὲ τουτέοισι πρηο̈́νῃς, σικύην προσβάλλειν μέζονα ὡς ἀμφιλαβεῖν πάντη τὸ ὑποχόνδριον, ἐντάμνειν δὲ βαθύτερα ὡς πολλὸν ἑλκύσειας αἷμα· μετεξετέροισι δὲ αἱ βδέλλαι, ἢ σχάσαι, κρέσσον. παρεισδύεται δὲ τοῦ ζῴου ἡ δῆξις· ἀτὰρ ἠδὲ μέζονας διαβρώσιας ποιέεται· τῇδε καὶ δυσεπίσχετος ἡ ἀπὸ τῶν ζῴων αἱμόρροια· κἢν ἄδην πιὸν ἐκπέσῃ τὸ θηρίον, σικύην προσβάλλειν· νέρθεν γὰρ ἕλκει τὸ νῦν. κἢν ἅλις ἔχῃ κενώσιος, ἐς μὲν τὰ τρώματα ἰσχαίμασι χρέεσθαι ἀδήκτοισι, ἀραχνίων ὑφάσμασι, μάννῃ, ἀλόῃ, ἐπιπάσσειν· ἠδὲ ἄρτῳ ἑφθῷ ξὺν πηγάνῳ ἢ μελιλώτῳ, ἀλθαίης ῥίζῃσιν. ἐς δὲ τὴν τρίτην ἡμέρην, κήρωμα ξὺν μυροβαλάνῳ, ἢ ἀψινθίου κόμῃ καὶ ἴριδι. ἀτὰρ καὶ τὰ μαλάγμα τα τοιάδε χρὴ ἔμμεναι ὁκοῖα λεπτῦναι, ἢ ἐξαραιῶσαι, ἢ οὔρησιν τρέψαι. ἄριστον μὲν ὦν τὸ διὰ τῶν σπερμάτων, ὧν ἅπασι ἰητροῖσι ἡ πείρη εὔγνωστος. ἀγαθὸν δὲ καὶ ἔνθα ἡ σάμψυχος, ἢ τὸ μελίλωτον ἐγκέεται.
τροφαὶ δὲ λεπταὶ, εὔδρομοι, οὐρήσιος προκλητικαὶ, εὐδίοδοι· χόνδροι ξὺν μελικρήτῳ, καὶ ῥόφημα ἐκ τῶνδε ξὺν ἁλσὶ ἠδὲ ἀνήθῳ. πτισάνης δὲ χυλὸς καὶ σμηγματώδης. ἢν δὲ καὶ δαύκου τοῦ καρποῦ ἐγχέῃς τι, κρέσσον ἐς οὔρησιν. ὑπεξάγει γὰρ διὰ τῶν ὀχετῶν, οἵπερ ἀπὸ ἥπατος ἐς νεφροὺς κραίνουσι· καιρίη δὲ τοῖς ἀπὸ ἥπατος ἐκρέουσι ἡ τῇδε ἔξοδος, εὐρύτητίτε τῶν ἀγγείων καὶ ἰθύτητι τῆς ὁδοῦ. χρὴ ὦν καὶ σικύῃ τῇδε ἕλκειν ἐς τὴν χώραν προσβάλλοντα τῶν νεφρῶν κατ᾽ ἰσχίον ἀτὰρ καὶ τέγγειν τάδε λίπαϊ ξὺν πηγάνῳ, ἢ σχοίνῳ, ἢ καλάμῳ τῷ ἀρωματικῷ. ἐπὶ δὲ τοῖσδε ἐλπὶς τὸν νοσέοντα διαδρᾶναι τὸν ὄλεθρον.
ἢν δὲ ἐς ἐμπύησιν τρέπηται, τοῖσι πυοποιοῖσι χρέεσθαι, ὁκόσα μοι ἐπὶ κωλικοῖσι λελέξεται. ἢν δὲ καὶ πῦον γένηται, ὅκως μὲν τάμνειν, ὅκως δὲ ἰητρεύειν, ἄλλῃ πηγεγράψεται· τάδε μοι καὶ ἐπὶ σπληνὶ γεγράφθω, ἤν κοτε ξυμφορὴ φλεγμασίης ὀξέης καὶ τόνδε καταλάβῃ.
Κεφ. ζ΄. Θεραπεία Νωτιαίας Φλεβὸς καὶ Ἀρτηρίης ὀξείας νούσου
[Επεξεργασία]τὴν τῆς κοίλης φλεβὸς φλεγμασίην καὶ παχείης ἀρτηρίης, αἳ παρὰ τὴν ῥάχιν τέτανται, καύσου ἰδέην ἐκάλεον οἱ πρόσθεν. καὶ γὰρ καὶ καύσοισι ἴκελα πάθεα ἐπὶ τοῖσι γίγνεται· πῦρ ὀξὺ καὶ δριμὺ, ἄση, δίψος, ἀπορίη, σφυγμὸς παλμώδης ἐν ὑποχονδρίῳ ἠδὲ τοῖσι μεταφρένοισι· ἄλλα, ὁκόσα μοι ἐπὶ τοῖσι σημείοισι γεγράφαται. ἀτὰρ καὶ ἐς ξυγκοπὴν ὀκέλλει τὸ πῦρ, ὅκως ἐπὶ τῇσι καύσεσι. τῆς μὲν γὰρ φλεβὸς ῥίζωσις ἧπαρ, τῆς δ᾽ ἀρτηρίης ἀρχὴ, κραδίη. δοκέοις ἂν ὦν μὲν τὰ ἄνω μέρεα τῶνδε τῶν σπλάγχνων νοσέειν τὰ καίρια. θέρμην μὲν γὰρ ἡ κραδίη ἐνδιδοῖ τῇ ἀρτηρίῃ, τῇ φλεβὶ δὲ τὸ ἧπαρ αἷμα. ἀμφοῖν δὲ μεγάλοιν μεγάλα τὰ ἔγγονα αἱ φλεγμοναί.
τάμνειν ὦν αὐτίκα τὰς ἐπ᾽ ἀγκῶνι φλέβας· καὶ συχνὸν μὲν ἀφαιρέειν αἷμα, μὴ ἀθρόον δὲ, ἀλλὰ καὶ δὶς, καὶ τρὶς, καὶ τῆς ἄλλης ἡμέρης, ὡς μεσηγὺ ἡ δύναμις ἀναλάβῃ· ἔπειτα ἐπιπλάσμασι χρέεσθαι καὶ σικύῃ ἐς τὸ ὑποχόνδριον, ἔνθα ἡ διάσφυξις τῆς ἀρτηρίης· ἀτὰρ ἠδὲ μεσηγὺ τῶν ὠμοπλατέων. καὶ γὰρ καὶ τῇδε σφύξιες ἔασι· σχάζειν τε ἀφειδῶς, ἠδὲ πολλὸν ἀφαιρέειν αἷμα. οὐ κάρτα γὰρ ἐκ τῆς κενώσιος τῶνδε λειποθυμέουσι ὥνθρωποι· ἰσχομένη δὲ καὶ γαστὴρ πολλόν τι τοῦ ξυνήθεος· κλυσμοῖσι ἐς ὄλισθον χρέεσθαι μαλθακοῖσι, δριμέσι δὲ ἥκιστα· ἐπιπυρεταίν ουσι γὰρ οἵδε ἅλμῃ καὶ νίτρου τήξι. λίνου ὦν καρποῦ χυλὸς ἔστω, καὶ τήλιος καὶ μαλάχης τῶν ῥιζῶν ἕψημα, καὶ ἐς πρόκλησιν καὶ δῆξιν ἱκανόν· μέλη ἄκρεα, πόδες καὶ χεῖρες, τεθάλφθωσαν γλευκίνῳ, ἢ σικυωνίῳ λίπαϊ, ἢ τῷ διὰ τῆς λιμνήστιδος χρίσματι. κάρτα γὰρ ψυχρὰ αὐτῶν τάδε γίγνεται. πιπίσκειν τε πρὸ τῶν σιτίων ὁκόσα οὖρον ἐξάγει, μῆον, ἄσαρον, ἀψίνθιον· ἐμπασσέσθω δὲ καὶ λίτρου· πάντων δὲ κράτιστον κασσίη καὶ κιννάμωμον, ἤν τις εὐπορῇ· γάλα τοῖσδε καὶ τροφὴ καὶ φάρμακον. ἐμψύξιος γὰρ δέονται, ἔνδον ὁκοῖόν τι πυρὸς εἰλευμένου· καὶ τροφῆς γλυκείης, ἀτὰρ ἠδ᾽ ἐν ὀλίγῳ ὄγκῳ πολλῆς. τάσδε μέντοι ἐν τροφῇ τὰς ἀρετὰς ἴσχει τὸ γάλα· εὐπορείσθω δὲ νεοτόκου, καὶ ἐς δύο κυάθους τοῦ γάλακτος ἐμβεβλήσθω εἷς ὕδατος· ἄριστον δὲ καὶ τὸ τῆς βοός· τρίτον δὲ αἰγός· τροφαὶ εὔπεπτοι, τὰ πολλὰ χυλοὶ μαράθρου ῥίζης, καὶ σελίνου καρπὸς ἐμβεβλήσθω καὶ μέλι· τὸ ὕδωρ δὲ τὸ πινόμενον ἐχέτω τάδε.
ἀτὰρ καὶ ἱδρῶτας χρὴ κινέειν, καὶ πάντα διαπνοὰς ὑγρὰς καὶ εὐρόους ποιέειν. τέγξις κεφαλῆς ὁκοῖον ἡ ἐν καύσοισι· ἐπίθημα ἐς θώρηκα καὶ μαζὸν ἀριστερὸν ὁκοῖον ἐν συγκοπῇ· κοίτη, κατάκλισις ὄρθιος, ὅκως ἴκελα πάντα τοῖσι ἐν καύσοισι ᾖ· αἰώρη σμικρὴ ἐς ἱδρώτων πρόκλησιν· ἠδὲ λουτρὸν, ἢν οὗτος ὑπεκκαυθῇ. οὐ γὰρ κρίσεσι τάδε τὰ πάθεα λύεται, εἰ καὶ καύσου ἔασι ἰδέαι.
Κεφ. η΄. Θεραπεία τῆς κατὰ τοὺς Νεφροὺς ὀξείας νούσου
[Επεξεργασία]κάτοξυ μὲν ἐν νεφροῖσι φλεγμασίη· συμφλεγ μαίνουσι γὰρ ἀπὸ ἥπατος ἐς νεφροὺς κραίνουσαι φλέβες· τῇσι δὲ τὸ ἧπαρ· οὐ κάρτα ἐπιμήκεες ἐοῦσαι, κάρτα δὲ εὐρεῖαι, ὡς δοκέειν τοὺς νεφροὺς ἐξηρτῆσθαι ἀγχοῦ τοῦ ἥπατος· ἀτὰρ καὶ ἰσχουρίη ἐπὶ φλεγμασίῃ γίνεται ξυντιμωρέουσα τῷ ὀξέϊ τῆς φλεγμασίης· πίμπλαται γὰρ ἡ τῶν νεφρῶν κοιλίη ὑπὸ πλημμυρίης τῶν οὔρων οὐ διεκθεόντων· τόδε μέντοι καὶ ἐπὶ λίθων γίγνεται, ἢν φύῃ μὲν ἐν νεφροῖσι μέζων τῆς εὐρύτητος τῶν οὐρητήρων· ἐνίζει μὲν μὴ διεξιὼν, ἀτὰρ καὶ τὰ οὖρα ὅδε ἐπίσχει. ἀλλὰ ἀμφὶ μὲν τῆς γενέσιος τῶν λίθων ἐν τοῖσι χρονίοισι λελέξεται, ὅκως ἢ μὴ ξυνήσωνται, ἢ θρύπτωνται γιγνόμενοι. ἀμφὶ θερμασίης, ἠδ᾽ ἐμφράξιος ὁκόσα ὀξέως κτείνει, τῇδέ μοι γεγράψεται.
ἢν ἐνστάσιες λίθων ἔωσι, ἤν τε φλεγμασίη, τάμνειν φλέβα τὴν ἐπ᾽ ἀγκῶνι, ἢν μὴ κωλύῃ τις ἡλικίη· εὔροον δὲ καὶ πολλὸν ἔστω τὸ αἷμα. οὐ γὰρ αἱ φλεγμοναὶ πρηο̈́νονται μοῦνον κενώσι· ἀλλὰ καὶ σφηνώσιες τῶν λίθων χαλῶνται τῇσι τῶν ἀγγείων κενώσεσι. ἀτὰρ ἠδὲ ἐν οὐρήσι διεκθέουσι οἱ λίθοι. ἔπειτα τέγξεσι γλευκίνου λίπαος, ἢ κυπρίνου, καὶ πυρίῃσι, καὶ ἐπιπλάσμασι ἀνίεται τὰ μέρεα. ἀρτεμισίη δ᾽ ἔστω ἡ βοτάνη, καὶ σχοῖνος, καὶ κάλαμος ὁ εὐώδης ἐν τοῖς καταπλάσμασι· ἔπειτα σικύην προσβάλλειν ἐς νεφροὺς κατ᾽ ἰσχίον, μάλιστα δ᾽ ἂν ἡ ἀπὸ τοῦδε τοῦ χωρίου κένωσις ὤνησε· λελαπάχθω δὲ κοιλίη κλυσμοῖσι ὀλισθηροῖσι, γλίσχροισι μᾶλλον ἢ δριμέσι, μαλάχης ἢ τήλιος χυλοῖσι· κοτὲ δὲ φάρμακα πρὸ τῶν σιτίων οὐρητικὰ, ὁκοῖα ἐπὶ ἥπατος λέλεκται· ἀτὰρ καὶ σιτία ἴκελα, εὔπεπτα. κακὸν γὰρ τουτέοισι ἀπεψίη. ἄριστον δὲ γάλα, μάλιστα μὲν ὄνου, ἵππου δὲ δεύτερον καὶ ὄϊος δὲ καὶ αἰγὸς χρήσιμον, ὅτι γάλα. ἢν μὲν οὖν ἄπυροι ἔωσι, καὶ λούειν κρέσσον· ἢν δὲ μὴ, ἐς ἕψημα τῶν βοτανῶν ἐνίζεσθαι, ἄχρις ὀμφαλοῦ τὸ ἄγγος πληροῦντα· ἢν δὲ ἐς πῦον τρέπηται, ὁκοίοισι χρὴ ἐπιπλάσμασι ἠδὲ φαρμάκοισι χρέεσθαι, ἐπὶ πολλοῖσι μὲν καὶ πρόσθεν ὑποκέεται.
ἢν δὲ ἐνστήκῃ λίθος, πυρίῃσι μὲν καὶ ἐπιπλάσμασι τοῖσι αὐτέοισι χρέεσθαι. θρύπτειν δὲ τοὺς λίθους τοῖσι πινομένοισι φαρμάκοισι· ἁπλαῖ μὲν, σίον καὶ πριονίτης αἱ βοτάναι, ἑφθαὶ ξὺν ἐλαίῳ, ἢ ὄξεϊ ἐδωδίμῳ καὶ τῶνδε χυλὸς προπινόμενος· ποικίλα δὲ ἡ Βηστίνου καλευμένη καὶ ἡ δι᾽ ἐχιδνῶν καὶ σκίγκου τοῦ θηρίου, ὁκόσα τε δοκέουσι ἔμμεναι τῇ πείρῃ κράτιστα· αἰῶραι τοῖσδε καὶ σείσιες ἐς κίνησιν καὶ πρόωσιν τῶν λίθων. κάρτα γὰρ ἐπίπονος τῶν λίθων ἡ ἐς τὴν κύστιν ὁδοιπορίη. ἢν δὲ ἐκπέσωσι ἔνθεν, ἄπονοί τε γίγνονται, οὐδ᾽ ὄναρ ἀπηλλάχθαι δοκέειν τοῦ πόνου εἰθισμένοι· ἀτὰρ καὶ ὡς ἐξ ἀφύκτων κακῶν τὴν ψυχὴν καὶ τὰ μέλεα λύονται.
Κεφ. θ΄. Θεραπεία τῶν κατὰ τῆν Κύστιν ὀξέων παθῶν
[Επεξεργασία]καὶ τῇ κύστι πάθεα ὀξέα ἴκελα τοῖσι νεφροῖσι γίγνεται, φλεγμοναὶ καὶ ἕλκεα καὶ λίθοι καὶ θρόμβων ἐμφράξιες, ἐφ᾽ οἷσι ἰσχουρίη, στραγγουρίη· ἀλλὰ ὀξύτερος τῇδε ὁ πόνος καὶ ὄλεθρος ὤκιστος· νεῦρον γὰρ πλατὺ ἡ κύστις. νεφροὶ δὲ, ὁκοῖον αἱμάλωψ, τῆς ἥπατος ἔασι ἰδέης· ἀλλὰ καὶ αἰνότατοι καὶ οἴκτιστοι,
ἔνθα μάλιστα
γίγνετ᾽ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσι. Ιλιάς. 13. 567.
τάμνειν ὦν αὐτίκα τὸν κενεῶνα, καταιονεῖν δὲ τὴν κύστιν λίπαϊ συχνῷ ξὺν πηγάνῳ καὶ ἀνήθῳ. ἢν δὲ θρόμβοι ἔωσι τοῦ πόνου καὶ τῆς ἰσχουρίης αἴτιοι, ὀξύμελι πιπίσκειν, ἢ τιτάνου μικρὸν ξὺν μελικρήτῳ, ἐς τὴν διάλυσιν τῶν θρόμβων, ἠδὲ ὁκόσα οὐρήσιας προκαλέεται, καὶ βοτάνας, καὶ σπέρματα· ἢν δὲ ἐξ αἱμορραγίης ὁ κίνδυνος, ἴσχειν μὲν οὐκ εἰς ἀμβολὴν τῶνδε μᾶλλον· ἀτὰρ καὶ ὅδε οὐχ ἥκιστα ὁ κίνδυνος. ἀρήγειν μὲν ὦν καὶ τοῖσι αἷμα ἐπέχουσι. ἀρήγει δὲ ἡ ψῦξις τῆς κύστιος· ῥοδίνου καὶ οἴνου τέγξις, καὶ εἰρίων κατείλησις ἀπὸ οἰσύπου. ἐπίθημα, φοίνικες ἐν οἴνῳ δευθέντες ξὺν ῥοιῇ, ἢ χυλῷ τοῦ ῥοός· ἢν δὲ ἐκτρέπηται καὶ τῶν ἐπιθημάτων τὰ βάρεα, καὶ τὰς μεγάλας ψύξιας ἐκτρέπειν· χρὴ γὰρ μὴ κάρτα ψύχειν ψυχρήν τε φύσι καὶ λεπτὴν ἐοῦσαν τὴν κύστιν· καταχρίειν δὲ γλευκίνῳ, ἢ ἀκακίῃ, ἢ ὑποκιστίδι, ξὺν οἴνῳ. σπόγγοισι δὲ, ἢν μὴ σφόδρα ἐπείγῃ ἡ αἱμορραγίη, μὴ χρέεσθαι. τροφαὶ σιτώδεες, εὔπεπτοι, εὔχυμοι, οὐρητικαὶ, ὁκοῖαί μοι ἐπὶ νεφροῖσι λελέχαται· γάλα, οἶνος γλυκὺς, Θηραιὸς ἢ Σκυβαλίτης. φάρμακα πινόμενα, οὐρητικὰ, εὐώδεα, εὔροα· καὶ τἄλλα τὰ τοιαῦτα· ἄριστον δὲ κύστιτέττιγες, ἐφ᾽ ὥρας μὲν ὁπτοὶ, ἔδεσμα· ἔξωροι δὲ ξηροὶ, λεῖοι, ξὺν ὕδατι. ἔστω δὲ καὶ τῆς ῥίζης τῆς νάρδου βραχὺ ξὺν τοῖσι τέττιξι ἀφεψηθεῖσι. τοῖσι αὐτέοισι ἐνίζεσθαι ἀντὶ λουτροῦ ἐς ἄνεσιν τῆς κύστιος.
ἢν δὲ λίθων ἔμφραξις ἐπίσχῃ τὴν οὔρησιν, τῷ ὀργάνῳ τῷ καθετηρίῳ ὠθεῖν τὸν λίθον ἠδὲ ἄγειν τὸ οὖρον, ἢν μὴ ἔωσι φλεγμοναί. ἐπὶ γὰρ φλεγμονῇσι οὔτε ὁ πόρος δέχεται τὸ ὄργανον, πρὸς δὲ τιτρώσκονται τῷ καθετῆρι. ἢν δὲ ἄπορος μὲν ᾖ ἡ τῶνδε ἰητρείη, θνήσκῃ δὲ ὀδύνῃσι ὥνθρωπος τάμνειν τὴν πλιχάδα καὶ τὸν τῆς κυστίδος τράχηλον, ἔς τε τὴν τῶν λίθων ἔκπτωσιν καὶ τὴν τῶν οὔρων ἔκχυσιν. καὶ μάλιστα μὲν ἀκέσασθαι ἐς ὠτειλὴν ἄγοντα τὸ τρῶμα· ἢν δὲ μὴ, ῥυάδα γενέσθαι τοῦ οὔρου βέλτιον ἐς τὸν αὖθις τοῦ ἀνθρώπου βίον, ἢ τῇ ὀδύνῃ οἰκτίστως θανεῖν.
Κεφ. ι΄. Θεραπεία Ὑστερικῆς Πνιγός
[Επεξεργασία]Ἡ ὑστέρη τῇσι γυναιξὶ ὑμένων ἀποτάσιας ἔνθα καὶ ἔνθα κατὰ λαγόνας ἴσχει, ἀτὰρ ἠδὲ ζῴου πάθη ἐν ὀσφρήσι· ἴεται γὰρ ἐπὶ τοῖσι εὐώδεσι πρὸς ἡδονὴν, καὶ τὰ κάκοσμα καὶ ἀτερπέα ὑπὸ ἀχθηδόνος φεύγει. ἢν μὲν ὦν τῶν ἄνω τι λυπῇ, πρόεισι γυναικηΐων ἔξω. ὧν δὲ κατὰ στόματι ἂν εἴη, ὀπίσω χάζεται ἠδὲ ἄνω· ἴῃ δ᾽ ἄν ποτε καὶ ἔνθα καὶ ἔνθα ποτὶ σπλῆνα καὶ ἧπαρ· ξυνδιδοῖ δὲ τὰ ὑμένια ἐς ἀπόστασιν καὶ ξυναγωγὴν, ὅκως νηὸς λαίφεα.
πάσχει δὲ τάδε καὶ ὑπὸ φλεγμασίης. καὶ γὰρ προπετεστέρη τῷ πάθεϊ καὶ τῷ ὄγκῳ τοῦ αὐχένος γίγνεται· ἡ γὰρ κατὰ πυθμένα φλεγμασίη ἄνω ῥέπει, ἢν μὲν ἐς πόδας, ἔξω. ἀσηρὸν μὲν ὦν καὶ ἀλεγεινον, καὶ ἀτερπές· δύσχρηστον δὲ καὶ βαδίσαι, καὶ ἐς πλευρὰν κατακέεσθαι, καὶ ὑπτίην, ἢν μὴ τὼ πόδε φλεγμήνῃ ἡ γυνή· ἢν δὲ ἄνω φοιτοίη, ὡς ὀξύτατα μὲν τὴν ἄνθρωπον ἀπέπνιξε, πιέζει δ᾽ ἀγχόνῃ τῆς ἀναπνοῆς. οὐδὲ γὰρ οὐδὲ φθάνει πονέειν τε καὶ βοᾶν, καὶ τοὺς παρόντας κικλήσκειν ἀρωγούς. τῇσι γὰρ ἀναπνοῆς ἐπίσχεσις θᾶττον πολλῇσι, τῇσι δὲ φωνῆς. εἰκὸς ἂν ὦν τοῖς ἐν τουτέοισι καλέσαι τὸν ἰητρὸν, πρὶν τὴν ἄνθρωπον θανεῖν. ἀλλ᾽ ἤν κοτε ἐκ συντυχίης ἥκῃς, γνόντα τὴν φλεγμονὴν, σχάσαι φλέβα, μάλιστα μὲν τὴν ἐπὶ τῷ σφυρῷ. ἢν δὲ μὴ εὔροον ἔῃ, τὴν ἐπ᾽ ἀγκῶνι· ἐπαφαιρέειν δὲ ἀπὸ τοῦ σφυροῦ. πρήσσειν δὲ τὰ ἄλλα, ὁκόσα ἂν καὶ ἄνευ φλεγμασίης ἀρήγῃ πνιγί. δεσμοὶ χειρῶν καὶ ποδῶν, σφίγγοντες ἄχρι ναρκώσιος· ὀσμὴ κακωδέων, πίσσης ὑγρῆς, τριχῶν, εἰρίου κεκαυμένων· λύχνου φλογὸς ἐσβεσμένης, καστορίου, πρὸς τῷ κακώδει καὶ τὰ νεῦρα ψυχθέντα θάλπειν. οὖρον παλαιὸν καὶ τὴν αἴσθησιν ἐξανίστησι κάρτα τοῦ νεκρώδεος, καὶ τὴν ὑστέρην κάτω διώκει. τοιγαρῶν καὶ τοῖσι προσθέτοισι εὐώδεα ἐς τὴν χώρην ἐπιβλητέον τῆς ὑστέρης· μύρον ὁκοῖον ἂν ἔῃ προσηνὲς, ἠδὲ ἄδηκτον τὴν ἁφὴν, νάρδον, ἢ βάκχαρι τὸ Αἰγύπτιον· ἢ τὸ διὰ τῶν φύλλων τοῦ μαλαβάθρου, τοῦ δένδρεος τοῦ Ἰνδικοῦ, ἢ κιννάμωμον κοπὲν ξὺν τῶν εὐόσμων τινὶ λίπαϊ· ἐγχρίειν δὲ τάδε τοῖσι γυναικηΐοισι χώροισι. ἀτὰρ ἠδὲ ἔγχυτον ἐκ τῶνδε ἐγχεῖν τῇ ὑστέρῃ· διαχρίειν δὲ καὶ τὴν ἕδρην φυσέων ἀγωγοῖς· ἠδὲ ὑποκλύζειν μὴ δριμέσι, μαλθακοῖσι, γλίσχροισι, ὀλισθηροῖσι, ἐς τὴν τῶν κοπρίων ἔξοδον μοῦνον, ὅκως ἡ χώρη τῆς ὑστέρης λαπαρὴ γίγνηται· ἀλθαίης χυλῷ, ἢ τήλιος· μελίλωτον δὲ ἢ σάμψυχον ξὺν τῷ λίπαϊ ἑψείσθω· ἢν δὲ βίης ἢ λαπάξιος ἡ ὑστέρη δέηται, χείρεσι μὲν πιέζειν τὸ ὑποχόνδριον γυναικὸς εὐτόνου, ἢ ἀνδρὸς εὐαφοῦς, καὶ διαζῶσαι ταινίαις σφίγγοντα, ὁκόταν διελάσῃ τὸν χῶρον, ὡς μὴ αὖθις ἄνω θέειν· πταρμοὺς ποιέοντα ἐπιλαμβάνειν τὰς ῥῖνας· τῷ γὰρ πταρμῷ καὶ τῇ ἐντάσι μετεξετέρῃσι ἡ ὑστέρη ἐς χώρηνϊξε· ἐμφυσῆν δὲ ἐς ῥῖνας οἷά γε στρουθίου ῥίζης, ἢ πεπέρεος, ἢ τοῦ κάστορος· προσβάλλειν δὲ σικύας κούφας μηροῖσι, λαγόσι, ἰσχίοισι, βουβῶσι, ἕλκοντα τὴν ὑστέρην· προσβάλλειν δὲ καὶ πρὸς ῥάχιν, ἐς τὸ μεσηγὺ τῶν ὠμοπλατέων, τῇ πνιγὶ ἀρήγοντα· ἢν δὲ ὲπὶ φλεγμονῇ πνίγηται, καὶ διασχάσαι τὴν ἐπὶ τῷ κτενὶ οἰχευμένην φλέβα καὶ ἀφαιρέειν συχνὸν αἷμα. ἀνατρίψιες τοῦ προσώπου, τιλμοὶ τριχῶν, ξὺν ἐμβοήσι ἐς ἀνάκλησιν· ἢν δὲ καὶ μικρὸν ἐπανενέγκωσι, ἐς ἀφέψημα ἀρωμάτων ἐνίζειν, καὶ εὐώδεα θυητὰ ὑποθυμιῆν· πιπίσκειν δὲ πρὸ τῶν σιτίων τοῦ κάστορος, καὶ τῆς ἱερῆς μικρὸν ξὺν τῷ κάστορι· καὶ ἢν ἐπανενέγκῃ, λούειν· καὶ ἐς ὥρην ἐς τὰ ξυνήθεα τρέπειν· μελεδαίνειν δὲ τὴν ἄνθρωπον, ὅκως ἄγηται τὰ ἐπιμήνια εὔροα.
Κεφ. ια΄. Θεραπεία Σατυριάσεως
[Επεξεργασία]τῶν ἐν τοῖς αἰδοίοισι νεύρων ἡ φλεγμασίη ὄρθιον ἀνίσχει τὸ αἰδοῖον, ξὺν ἐπιθυμίῃ καὶ λύπῃ ἀφροδισίων ἔργων πρήξιος. ἐντάσιες δὲ γεννῶνται σπασμώδεες, οὐδαμᾶ πρηϋνόμεναι· ἀλλὰ καὶ ἐπὶ τοῖσι ἀφροδισίοισι ἀμάλθακτος ἡ ξυμφορή. προσεκμαίνονται δὲ καὶ τὴν γνώμην, τὰ πρῶτα μὲν ἐς ἀναισχυντίην, ἐπὶ παρρησίῃ τοῦ πράγματος. θαρσέας γάρ σφεας ποιέει ἡ ἀκυρίη τῆς ξυνουσίης· μετέπειτα δὲ,... ἐπάν ἀναλωφήσωσι, εὖτ᾽ ἄν σφισι ἡ γνώμη τέλεον μίμνῃ.
πάντων ὦν εἵνεκα τάμνειν φλέβα τὴν ἐπ᾽ ἀγκῶνι, καὶ τὴν ἐπὶ τῷ σφυρῷ. καὶ πολλὸν ἀφαιρέειν καὶ πολλάκις. οὐδὲ γὰρ ἄκαιρον νῦν λειποθυμίην ἐμποιέειν, ἔς τε νάρκην τῆς γνώμης, καὶ ἐς τὰς τῆς φλεγμασίης ξυνδόσιας, καὶ ἐς τὰς τοῦ θερμοῦ τοῦ κατ᾽ αἰδοῖον πρηο̈́νσιας. αἷμα γὰρ πολλὸν θερμασίης μὲν καὶ τόλμης ἔξαψις καρτερή· φλεγμασίης δὲ τροφὴ, ταράχου δὲ γνώμης καὶ ἀταξίης ἔκκαυμα· καθαίρειν δὲ καὶ τὸ ξύμπαν σκῆνος φαρμάκῳ τῇ ἱερῇ· οὐ γὰρ καθάρσιος δέονται μοῦνον, ἀλλὰ καὶ φαρμακίης προσηνέος. δρῆν μέντοι τάδε ἄμφω ἱερὴ δύναται· κατειλίσσειν δὲ τὰ τε αἰδοῖα καὶ τὰς ἰξύας καὶ τὴν πλιχάδα καὶ τοὺς ὄρχιας ἐρίοισι τοῖσι ἀπὸ ὄϊος ῥυπῶσι· ῥοδίνῳ δὲ καὶ οἴνῳ διῆναι χρὴ τὰ ἔρια, καὶ τέγγειν τὰ μέρεα, πολλόντι μᾶλλον τάδε καταιον οῦν τα, ὅκως μήτε θάλψις ἐκ τῶν ἐρίων ἔοι, ἀτὰρ ἡ ἔμφυτος θέρμη ὑπὸ ψυχρῆς δυνάμιος τῶν χυμῶν πρηο̈́νηται. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσμα τα τιθέναι· ἄρτον ξὺν ἀρνογλώσσου χυλῷ καὶ στρύχνῳ, καὶ σέριδι, καὶ φύλλοισι μήκωνος καὶ τοῖσι ἄλλοισι, ὅσα νάρκην καὶ ψύξιας ἐμποιέει. ἀτὰρ καταχρίειν τοῖσι ἰκέλοισι τὰ αἰδοῖα καὶ τὴν πλιχάδα καὶ τὰ ἰσχία, κωνείῳ, ξὺν ὕδατι, ἢ οἴνῳ, ἢ ὄξεϊ· μανδραγορίῃ, ἀκακίῃ· καὶ σπόγγοισι ἀντὶ τῶν εἰρίων χρέεσθαι. μεσηγὺ δὲ ὑποκλύζειν μαλάχης ἑψήματι, καὶ ἐλαίῳ, καὶ μέλιτι. δριμὺ δὲ πᾶν... ἀντερείσθωσαν σικύαι κατ᾽ ἰσχίου, ἢ ἤτρου. ἄρισται δὲ καὶ βδέλλαινέρθεν ἑλκύσαι αἷμα· καὶ ἐπὶ τοῖσι τρώμασι ἐπίπλασμα, αἱ ψίχες ξὺν ἀλθαίῃ· ἔπειτα ἐνίζειν ὕδατι ἀρτεμισίης, ἐλελισφάκου, κονύζης ἑψήματι· καὶ εὖτ᾽ ἂν προσωτέρω μὲν ἥκῃ χρόνου, μὴ κατὰ λόγον δὲ τὸ πάθος ἐνδιδῷ, δέος δὲ σπασμοῦ· ῾μάλα γάρ τοι ἐπὶ τῷδε σπῶνταἰ· μεταβάλλειν χρὴ τὴν θεραπείην τοῖσι θερμαίνουσι· χρέος μὲν γλευκίνου, ἢ σικυωνίου ἀντὶ ῥοδίνου σὺν εἰρίοισι δὲ καθαροῖσι καὶ ἐπιπλάσμασι ἀλεαίνουσι. ἐμάλαξε γάρ κοτε τῶν νεύρων τὰς πρήσιας ἡ τοιήδε θεραπείη. ἀτὰρ καὶ πιπίσκειν τοῦ κάστορος ξὺν μελικρή τῳ. τροφαὶ ἄτροφοι, ψυχραὶ, βραχέα μὲν τὰ σιτώδη· τὰ πλεῖστα, λάχανα, μαλάχη, βλίτον, θριδακίνη, ἑψητὴ κολοκύν τη, σίκυος ἑφθὸς, πεπέων ὡραῖος· οἴνου δὲ, καὶ κρειῶν, μέσφι πολλῆς ἀναλήψιος, φειδώ. οἶνος γὰρ θάλψις μέν ἐστι νεύρων, μάλθαξις δὲ ψυχῆς, ἐπανάκλησις δὲ ἡδονῆς, γονῆς γένεσις, καὶ πρόκλησις ἀφροδισίων.
τάδε μοι ἐς τὰ ὀξέα γεγράφθω ἄκεα. χρὴ δὲ καὶ αὐτόν τινα ξυνευπορέειν, μὴ πάντα ἀλλοτρίῃ ξυγγραφίῃ προσίσχοντα τὸν νόον. οὕτω τὰ ὀξέα πάθεα γίγνεται, ὡς ἐν τάξι τε τοῖσι γεγραμμένοισι, καὶ μούνοισι, ἢ ἅπασι χρέεσθαι.