Μετάβαση στο περιεχόμενο

Ομηρικοί Ύμνοι/XXXII. Εις Σελήνην

Από Βικιθήκη
Ὁμηρικοὶ ὕμνοι
Εἰς Σελήνην
Ακούστε το κείμενο (βοήθεια | πληροφορίες)


Μήνην ἀείδειν τανυσίπτερον ἔσπετε Μοῦσαι
ἡδυεπεῖς κοῦραι Κρονίδεω Διὸς ἵστορες ᾠδῆς·
ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος
κρατὸς ἀπ’ ἀθανάτοιο, πολὺς δ’ ὑπὸ κόσμος ὄρωρεν
αἴγλης λαμπούσης· στίλβει δέ τ’ ἀλάμπετος ἀὴρ 5
χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δ' ἐνδιάονται,
εὖτ’ ἂν ἀπ’ Ὠκεανοῖο λοεσσαμένη χρόα καλὸν
εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη

ζευξαμένη πώλους ἐριαύχενας αἰγλήεντας
ἐσσυμένως προτέρωσ’ ἐλάσῃ καλλίτριχας ἵππους, 10
ἑσπερίη, διχόμηνος· ὃ δὲ πλήθει μέγας ὄγμος,
λαμπρόταταί τ’ αὐγαὶ τότ’ ἀεξομένης τελέθουσιν
οὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.
τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ·
ἡ δ’ ὑποκυσαμένη Πανδείην γείνατο κούρην 15
ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.
Χαῖρε ἄνασσα θεὰ λευκώλενε δῖα Σελήνη
πρόφρον ἐϋπλόκαμος· σέο δ’ ἀρχόμενος κλέα φωτῶν
ᾄσομαι ἡμιθέων ὧν κλείουσ’ ἔργματ’ ἀοιδοὶ
Μουσάων θεράποντες ἀπὸ στομάτων ἐροέντων. 20