Μετάβαση στο περιεχόμενο

Ομηρικοί Ύμνοι/XXXI. Εις Ήλιον

Από Βικιθήκη
Ὁμηρικοὶ ὕμνοι
Εἰς Ἥλιον
Ακούστε το κείμενο (βοήθεια | πληροφορίες)


Ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα
Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις

γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος·
γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων,
αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα 5
Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην
Ἠέλιόν τ’ ἀκάμαντ’ ἐπιείκελον ἀθανάτοισιν,
ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν
ἵπποις ἐμβεβαώς· σμερδνὸν δ’ ὅ γε δέρκεται ὄσσοις
χρυσέης ἐκ κόρυθος, λαμπραὶ δ’ ἀκτῖνες ἀπ’ αὐτοῦ 10
αἰγλῆεν στίλβουσι, παρὰ κροτάφων τε παρειαὶ
λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον
τηλαυγές· καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος
λεπτουργὲς πνοιῇ ἀνέμων, ὕπο δ’ ἄρσενες ἵπποι
ἔνθ’ ἄρ’ ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους 15
θεσπέσιος πέμπῃσι δι’ οὐρανοῦ ὠκεανόν δέ.
Χαῖρε ἄναξ, πρόφρων δὲ βίον θυμήρε’ ὄπαζε·
ἐκ σέο δ’ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν
ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.