Μετάβαση στο περιεχόμενο

Ομηρικοί Ύμνοι/XXVI. Εις Διόνυσον

Από Βικιθήκη
Ὁμηρικοὶ ὕμνοι
Εἰς Διώνυσον
Ακούστε το κείμενο (βοήθεια | πληροφορίες)


Κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομ’ ἀείδειν
Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
ὃν τρέφον ἠύκομοι νύμφαι παρὰ πατρὸς ἄνακτος
δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
Νύσης ἐν γυάλοις· ὁ δ’ ἀέξετο πατρὸς ἕκητι 5
ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.
αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
δὴ τότε φοιτίζεσκε καθ' ὑλήεντας ἐναύλους,
κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἱ δ’ ἅμ’ ἕποντο
νύμφαι, ὁ δ’ ἐξηγεῖτο· βρόμος δ’ ἔχεν ἄσπετον ὕλην. 10
Καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλ’ ὦ Διόνυσε·
δὸς δ’ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,
ἐκ δ’ αὖθ’ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.