Μετάβαση στο περιεχόμενο

Ομηρικοί Ύμνοι/XV. Εις Ηρακλέα Λεοντόθυμον

Από Βικιθήκη
Ὁμηρικοὶ ὕμνοι
Εἰς Ἡρακλέα Λεοντόθυμον
Ακούστε το κείμενο (βοήθεια | πληροφορίες)


Ἡρακλέα Διὸς υἱὸν ἀείσομαι, ὃν μέγ’ ἄριστον
γείνατ’ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν
Ἀλκμήνη μιχθεῖσα κελαινεφέϊ Κρονίωνι·
ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν
πλαζόμενος πομπῇσιν ὕπ’ Εὐρυσθῆος ἄνακτος 5
πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ’ ἀνέτλη·
νῦν δ’ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου
ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.
Χαῖρε ἄναξ Διὸς υἱέ· δίδου δ’ ἀρετήν τε καὶ ὄλβον.