Ομηρικοί Ύμνοι/XIV. Εις Μητέρα Θεών

Από Βικιθήκη
Ὁμηρικοὶ ὕμνοι
Εἰς Μητέρα Θεῶν
Ακούστε το κείμενο (βοήθεια | πληροφορίες)


Μητέρα μοι πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων
ὕμνει Μοῦσα λίγεια Διὸς θυγάτηρ μεγάλοιο,
ᾗ κροτάλων τυπάνων τ’ ἰαχὴ σύν τε βρόμος αὐλῶν
εὔαδεν, ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων,
οὔρεά τ’ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι. 5
Καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ’ ἅμα πᾶσαι ἀοιδῇ.