Μετάβαση στο περιεχόμενο

Ομηρικοί Ύμνοι/IV. Εις Ερμήν

Από Βικιθήκη
Ὁμηρικοὶ ὕμνοι
Εἰς Ἑρμῆν
Ακούστε το κείμενο (βοήθεια | πληροφορίες)


Ἑρμῆν ὕμνει Μοῦσα Διὸς καὶ Μαιάδος υἱόν,
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα
νύμφη ἐϋπλόκαμος Διὸς ἐν φιλότητι μιγεῖσα,
αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθ’ ὅμιλον 5
ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων
νύμφῃ ἐΰπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,
λήθων ἀθανάτους τε θεοὺς θνητούς τ’ ἀνθρώπους.
ἀλλ’ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο, 10
τῇ δ’ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,
εἴς τε φόως ἄγαγεν, ἀρίσημά τε ἔργα τέτυκτο·
καὶ τότ’ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,
ληϊστῆρ’, ἐλατῆρα βοῶν, ἡγήτορ' ὀνείρων,

νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχ’ ἔμελλεν 15
ἀμφανέειν κλυτὰ ἔργα μετ’ ἀθανάτοισι θεοῖσιν.
ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,
ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος,
τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα.
ὃς καὶ ἐπειδὴ μητρὸς ἀπ’ ἀθανάτων θόρε γυίων 20
οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,
ἀλλ’ ὅ γ’ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος
οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.
ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον·
Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατ’ ἀοιδόν, 25
ἥ ῥά οἱ ἀντεβόλησεν ἐπ’ αὐλείῃσι θύρῃσι
βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,
σαῦλα ποσὶν βαίνουσα· Διὸς δ’ ἐριούνιος υἱὸς
ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε·
σύμβολον ἤδη μοι μέγ’ ὀνήσιμον· οὐκ ὀνοτάζω. 30
χαῖρε φυὴν ἐρόεσσα χοροιτύπε δαιτὸς ἑταίρη,
ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα
αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;
ἀλλ’ οἴσω σ’ ἐς δῶμα λαβών· ὄφελός τί μοι ἔσσῃ,
οὐδ’ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις. 35
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν·
ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα
ζώουσ’· ἢν δὲ θάνῃς τότε κεν μάλα καλὸν ἀείδοις.
Ὣς ἂρ’ ἔφη· καὶ χερσὶν ἅμ’ ἀμφοτέρῃσιν ἀείρας
ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα. 40
ἔνθ’ ἀναπηλήσας γλυφάνῳ πολιοῖο σιδήρου

αἰῶν’ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.
ὡς δ’ ὁπότ’ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ
ἀνέρος ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι,
ἢ ὅτε δινηθῶσιν ἀπ’ ὀφθαλμῶν ἀμαρυγαί, 45
ὣς ἅμ’ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.
πῆξε δ’ ἄρ’ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο
πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης.
ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι,
καὶ πήχεις ἐνέθηκ’, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν, 50
ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς.
αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος, ἡ δ’ ὑπὸ χειρὸς
σμερδαλέον κονάβησε· θεὸς δ’ ὑπὸ καλὸν ἄειδεν
ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι 55
ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν,
ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον
ὃς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι,
ἥν τ’ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων·
ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης, 60
καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας.
καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα.
καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ
φόρμιγγα γλαφυρήν· ὁ δ’ ἄρα κρειῶν ἐρατίζων

ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο, 65
ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσὶν οἶά τε φῶτες
φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.
Ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς ὠκεανὸν δὲ
αὐτοῖσίν θ’ ἵπποισι καὶ ἅρμασιν, αὐτὰρ ἄρ’ Ἑρμῆς
Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα, 70
ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον
βοσκόμεναι λειμῶνας ἀκηρασίους ἐρατεινούς.
τῶν τότε Μαιάδος υἱὸς ἐΰσκοπος Ἀργειφόντης
πεντήκοντ’ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.
πλανοδίας δ’ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον 75
ἴχνι’ ἀποστρέψας· δολίης δ’ οὐ λήθετο τέχνης
ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν,
τὰς δ’ ὄπιθεν πρόσθεν, κατὰ δ’ ἔμπαλιν αὐτὸς ἔβαινε.
σάνδαλα δ’ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν
ἄφραστ’ ἠδ’ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα, 80
συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.
τῶν τότε συνδήσας νεοθηλέος ἀγκάλῳ ὥρην
ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα
αὐτοῖσιν πετάλοισι, τὰ κύδιμος Ἀργειφόντης
ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεείνων, 85
οἷά τ’ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.

τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν
ἱέμενον πεδίον δὲ δι’ Ὀγχηστὸν λεχεποίην·
τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός·
ὦ γέρον ὅς τε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους, 90
ἦ πολυοινήσεις εὖτ’ ἂν τάδε πάντα φέρῃσι
[εἴκε πίθῃ μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι] 91α
καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,
καὶ σιγᾶν, ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.
Τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.
πολλὰ δ’ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς 95
καὶ πεδί’ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.
ὀρφναίη δ’ ἐπίκουρος ἐπαύετο δαιμονίη νὺξ
ἡ πλείων, τάχα δ’ ὄρθρος ἐγίγνετο δημιοεργός·
ἡ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη
Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος, 100
τῆμος ἐπ’ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς
Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.
ἀδμῆτες δ’ ἵκανον ἐπ’ αὔλιον ὑψιμέλαθρον
καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.
ἔνθ’ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους 105
καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας
λωτὸν ἐρεπτομένας ἠδ’ ἑρσήεντα κύπειρον,
σὺν δ’ ἐφόρει ξύλα πολλά, πυρὸς δ’ ἐπεμαίετο τέχνην.
δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ

ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀϋτμή· 110

Ἑρμῆς τοι πρώτιστα πυρήϊα πῦρ τ’ ἀνέδωκε.
πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ
οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ
τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.
ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο, 115
τόφρα δ’ ὑποβρύχιας ἕλικας βοῦς εἷλκε θύραζε
δοιὰς ἄγχι πυρός, δύναμις δέ οἱ ἕσπετο πολλή·
ἀμφοτέρας δ’ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας·
ἀγκλίνων δ’ ἐκύλινδε δι’ αἰῶνας τετορήσας,
ἔργῳ δ’ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ· 120
ὤπτα δ’ ἀμφ’ ὀβελοῖσι πεπαρμένα δουρατέοισι,
σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα
ἐργμένον ἐν χολάδεσσι· τὰ δ’ αὐτοῦ κεῖτ’ ἐπὶ χώρης.
ῥινοὺς δ’ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,
ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι 125
δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον. αὐτὰρ ἔπειτα
Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα
λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας
κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.
ἔνθ’ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς· 130
ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα
ἡδεῖ’· ἀλλ’ οὐδ’ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ
καί τε μάλ’ ἱμείροντι περῆν ἱερῆς κατὰ δειρῆς.
ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,

δημὸν καὶ κρέα πολλά, μετήορα δ’ αἶψ’ ἀνάειρε, 135
σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκαν’ ἀγείρας
οὐλόποδ’, οὐλοκάρηνα πυρὸς κατεδάμνατ’ ἀϋτμῇ.
αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων
σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην,
ἀνθρακιὴν δ’ ἐμάρανε, κόνιν δ’ ἀμάθυνε μέλαιναν 140
παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης.
Κυλλήνης δ’ αἶψ’ αὖτις ἀφίκετο δῖα κάρηνα
ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν
οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,
οὐδὲ κύνες λελάκοντο· Διὸς δ’ ἐριούνιος Ἑρμῆς 145
δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν
αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠΰτ’ ὀμίχλη.
ἰθύσας δ’ ἄντρου ἐξίκετο πίονα νηὸν
ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν ὥς περ ἐπ’ οὔδει.
ἐσσυμένως δ’ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς· 150
σπάργανον ἀμφ’ ὤμοις εἰλυμένος ἠΰτε τέκνον
νήπιον ἐν παλάμῃσι περ’ ἰγνύσι λαῖφος ἀθύρων
κεῖτο, χέλυν ἐρατὴν ἐπ’ ἀριστερὰ χειρὸς ἐέργων.
μητέρα δ’ οὐκ ἄρ’ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον·
τίπτε σὺ ποικιλομῆτα πόθεν τόδε νυκτὸς ἐν ὥρῃ 155
ἔρχῃ ἀναιδείην ἐπιειμένε; νῦν σε μάλ’ οἴω
ἢ τάχ’ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα
Λητοΐδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν,
ἣ σὲ φέροντα μεταξὺ κατ’ ἄγκεα φηλητεύσειν.
ἔῤῥε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν 160
θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.
Τὴν δ’ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·

μῆτερ ἐμὴ τί με ταῦτα τιτύσκεαι ἠΰτε τέκνον
νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,
ταρβαλέον καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς; 165
αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη
βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι
νῶϊ μετ’ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι
αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθ’, ὡς σὺ κελεύεις.
βέλτερον ἤματα πάντα μετ’ ἀθανάτοις ὀαρίζειν 170
πλούσιον ἀφνειὸν πολυλήϊον ἢ κατὰ δῶμα
ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς
κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι ἧς περ Ἀπόλλων.
εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε
πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι. 175
εἰ δέ μ’ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,
ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.
εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων·
ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας
πορθήσω καὶ χρυσόν, ἅλις τ’ αἴθωνα σίδηρον 180
καὶ πολλὴν ἐσθῆτα· σὺ δ’ ὄψεαι, αἴ κ’ ἐθέλῃσθα.
Ὣς οἱ μέν ῥ’ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον
υἱός τ’ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.
ἠὼς δ’ ἠριγένεια φόως θνητοῖσι φέρουσα
ὤρνυτ’ ἀπ’ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων 185
Ὀγχηστὸν δ’ ἀφίκανε κιὼν πολυήρατον ἄλσος
ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα
κνώδαλον εὗρε νέμοντα παρὲξ ὁδοῦ ἕρκος ἀλωῆς.

τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός·
Ὢ γέρον Ὀγχηστοῖο βατοδρόπε ποιήεντος 190
βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδ’ ἱκάνω
πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,
ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπ’ ἄλλων
κυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο
τέσσαρες, ἠΰτε φῶτες ὁμόφρονες· οἱ μὲν ἔλειφθεν 195
οἵ τε κύνες ὅ τε ταῦρος, ὃ δὴ περὶ θαῦμα τέτυκται·
ταὶ δ’ ἔβαν ἠελίοιο νέον καταδυομένοιο
ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.
ταῦτά μοι εἰπὲ γεραιὲ παλαιγενὲς εἴ που ὄπωπας
ἀνέρα ταῖσδ’ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον. 200
Τὸν δ’ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·
ὦ φίλος ἀργαλέον μὲν ὅσ’ ὀφθαλμοῖσιν ἴδοιτο
πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,
τῶν οἱ μὲν κακὰ πολλὰ μεμαότες, οἱ δὲ μάλ’ ἐσθλὰ
φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον· 205
αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο·
παῖδα δ’ ἔδοξα φέριστε, σαφὲς δ’ οὐκ οἶδα, νοῆσαι,
ὅς τις ὁ παῖς ἅμα βουσὶν ἐϋκραίρῃσιν ὀπήδει
νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δ’ ἐβάδιζεν, 210
ἐξοπίσω δ’ ἀνέεργε, κάρη δ’ ἔχεν ἀντίον αὐτῷ.
Φῆ ῥ’ ὁ γέρων· ὃ δὲ θᾶττον ὁδὸν κίε μῦθον ἀκούσας.
οἰωνὸν δ’ ἐνόει τανυσίπτερον, αὐτίκα δ’ ἔγνω
φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.
ἐσσυμένως δ’ ἤϊξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων 215
ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,
πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους·

ἴχνιά τ’ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον·
Ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι·
ἴχνια μὲν τάδε γ’ ἐστὶ βοῶν ὀρθοκραιράων, 220
ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·
βήματα δ’ οὔτ’ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
οὔτε λύκων πολιῶν οὔτ’ ἄρκτων οὔτε λεόντων·
οὔτε τι κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,
ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν· 225
αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δ’ αἰνότερ’ ἔνθεν ὁδοῖο.
Ὢς εἰπὼν ἤϊξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
Κυλλήνης δ’ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ
πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη
ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος. 230
ὀδμὴ δ’ ἱμερόεσσα δι’ οὔρεος ἠγαθέοιο
κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.
ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν
ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.
Τὸν δ’ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς 235
χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,
σπάργαν’ ἔσω κατέδυνε θυήεντ’· ἠΰτε πολλὴν
πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,
ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλε’ ἓ αυτόν.
ἐν δ’ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε 240
φή ῥα νεόλλουτος προκαλεύμενος ἥδυμον ὕπνον,
ἐγρήσσων ἐτεόν γε· χέλυν δ’ ὑπὸ μασχάλῃ εἶχε.
γνῶ δ’ οὐδ’ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς

νύμφην τ’ οὐρείην περικαλλέα καὶ φίλον υἱόν,
παῖδ’ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι. 245
παπτήνας δ’ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο
τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῗδα φαεινὴν
νέκταρος ἐμπλείους ἠδ’ ἀμβροσίης ἐρατεινῆς·
πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,
πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης, 250
οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν·
ἔνθ’ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο
Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν·
Ὦ παῖ ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς
θᾶττον· ἐπεὶ τάχα νῶι διοισόμεθ’ οὐ κατὰ κόσμον. 255
ῥίψω γάρ σε βαλὼν ἐς Τάρταρον ἠερόεντα,
ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ
ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλ’ ὑπὸ γαίῃ
ἐρρήσεις ὀλίγοισι μετ’ ἀνδράσιν ἡγεμονεύων.
Τὸν δ’ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· 260
Λητοΐδη τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας
καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ’ ἱκάνεις;
οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα·
οὐκ ἂν μηνύσαιμ’, οὐκ ἂν μήνυτρον ἀροίμην·
οὐδὲ βοῶν ἐλατῆρι κραταιῷ φωτί ἔοικα, 265
οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν·
ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρός,
σπάργανά τ’ ἀμφ’ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.
μή τις τοῦτο πύθοιτο πόθεν τόδε νεῖκος ἐτύχθη·
καί κεν δὴ μέγα θαῦμα μετ’ ἀθανάτοισι γένοιτο 270
παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι
βουσὶ μετ’ ἀγραύλοισι· τὸ δ’ ἀπρεπέως ἀγορεύεις.

χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δ’ ὕπο χθών.
εἰ δὲ θέλεις πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι·
μὴ μὲν ἐγὼ μήτ’ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι, 275
μήτε τιν’ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,
αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.
Ὣς ἄρ’ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων
ὀφρύσι ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,
μάκρ’ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων. 280
τὸν δ’ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων·
Ὦ πέπον ἠπεροπευτὰ δολοφραδὲς ἦ σε μάλ’ οἴω
πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας
ἔννυχον οὐχ ἕνα μοῦνον ἐπ’ οὔδεϊ φῶτα καθίσσαι
σκευάζοντα κατ’ οἶκον ἄτερ ψόφου, οἷ’ ἀγορεύεις· 285
πολλοὺς δ’ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας
οὔρεος ἐν βήσσῃς, ὁπότ’ ἄν κρειῶν ἐρατίζων
ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀΐεσσιν.
ἀλλ’ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,
ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε. 290
τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετ’ ἀθανάτοις γέρας ἕξεις·
ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.
Ὣς ἄρ’ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.
σὺν δ’ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης
οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί, 295
τλήμονα γαστρὸς ἔριθον ἀτάσθαλον ἀγγελιώτην.
ἐσσυμένως δὲ μετ’ αὐτὸν ἐπέπταρε· τοῖο δ’ Ἀπόλλων
ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.

ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο
Ἑρμῆν κερτομέων, καί μιν πρὸς μῦθον ἔειπε· 300
Θάρσει σπαργανιῶτα Διὸς καὶ Μαιάδος υἱέ·
εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα
τούτοις οἰωνοῖσι· σὺ δ’ αὖθ’ ὁδὸν ἡγεμονεύσεις.
Ὢς φάθ’· ὁ δ’ αὖτ’ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑρμῆς
σπουδῇ ἰών· ἄμφω δὲ παρ’ οὔατα χερσὶν ἐώθει, 305
σπάργανον ἀμφ’ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον·
Πῇ με φέρεις, Ἑκάεργε θεῶν ζαμενέστατε πάντων;
ἦ με βοῶν ἕνεχ’ ὧδε χολούμενος ὀρσολοπεύεις;
ὦ πόποι εἴθ’ ἀπόλοιτο βοῶν γένος· οὐ γὰρ ἐγώ γε
ὑμετέρας ἔκλεψα βόας, οὐδ’ ἄλλον ὄπωπα, 310
αἵ τινές εἰσι βόες· τὸ δὲ κλέος οἶον ἀκούω.
δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.
Αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρέεινον
Ἑρμῆς τ’ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱὸς
ἀμφὶς θυμὸν ἔχοντες· ὁ μὲν νημερτέα φωνὴν 315

οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,
αὐτὰρ ὁ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν
ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον·
αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν
ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε 320
πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.
αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο
ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα·
κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.

εὐμιλίη δ’ ἔχ’ Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ 325
ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον ἠῶ.
ἔστησαν δ’ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων
πρόσθε Διὸς γούνων· ὁ δ’ ἀνείρετο φαίδιμον υἱὸν
Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε·
Φοῖβε πόθεν ταύτην μενοεικέα ληίδ’ ἐλαύνεις 330
παῖδα νέον γεγαῶτα φυὴν κήρυκος ἔχοντα;
σπουδαῖον τόδε χρῆμα θεῶν μεθ’ ὁμήγυριν ἦλθε.
Τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
ὦ πάτερ ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνὸν
κερτομέων ὡς οἶος ἐγὼ φιλολήϊός εἰμι. 335
παῖδά τιν’ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν
Κυλλήνης ἐν ὄρεσσι πολὺν διὰ χῶρον ἀνύσσας
κέρτομον οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα
οὐδ’ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσ’ ἐπὶ γαῖαν.
κλέψας δ’ ἐκ λειμῶνος ἐμὰς βοῦς ᾤχετ’ ἐλαύνων 340
ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
εὐθὺ Πύλον δ’ ἐλάων· τὰ δ’ ἄρ’ ἴχνια δοιὰ πέλωρα
οἷά τ’ ἀγάσσασθαι καὶ ἀγαυοῦ δαίμονος ἔργα.
τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα
ἀντία βήματ’ ἔχουσα κόνις ἀνέφαινε μέλαινα· 345
αὐτὸς δ’ οὖτος ὅδ’ ἐκτὸς ἀμήχανος, οὔτ’ ἄρα ποσσὶν
οὔτ’ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον·
ἀλλ’ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα
τοῖα πέλωρ’ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.
ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, 350

ῥεῖα μάλ’ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν·
αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,
ἄφραστος γένετ’ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ
χῶρον ἀνὰ κρατερόν· τὸν δ’ ἐφράσατο βροτὸς ἀνὴρ
εἰς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων. 355
αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε
καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δ’ ἔνθα,
ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικὼς
ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον, οὐδέ κεν αὐτὸν
αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν 360
αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.
αὐτὸς δ’ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν·
οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα,
οὐδέ κε μηνύσαιμ’, οὐδ’ ἄν μήνυτρον ἀροίμην.
Ἠ τοι ἄρ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο Φοῖβος Ἀπόλλων· 365
Ερμῆς δ’ ἄλλον μῦθον ἐν ἀθανάτοισιν ἔειπε,
δείξατο δ’ ἐς Κρονίωνα θεῶν σημάντορα πάντων·
Ζεῦ πάτερ ἦ τοι ἐγώ σοι ἀληθείην ἀφορεύσω·
νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.
ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς 370
σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο,
οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας,
μηνύειν δ’ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,
πολλὰ δέ μ’ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,
οὕνεχ’ ὁ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης, 375
αὐτὰρ ἐγὼ χθιζὸς γενόμην· τὰ δέ τ’ οἶδε καὶ αὐτός·
οὔτι βοῶν ἐλατῆρι κραταιῷ φωτὶ ἐοικώς.

πείθεο, καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,
ὡς οὐκ οἴκαδ’ ἔλασσα βόας, ὣς ὄλβιος εἴην,
οὐδ’ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τ’ ἀτρεκέως ἀγορεύω. 380
Ἠέλιον δὲ μάλ’ αἰδέομαι καὶ δαίμονας ἄλλους,
καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτὸς
ὡς οὐκ αἴτιός εἰμι· μέγαν δ’ ἐπιδαίομαι ὅρκον·
οὐ μὰ τάδ’ ἀθανάτων εὐκόσμητα προθύραια.
καί ποτ’ ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φωρὴν 385
καὶ κρατερῷ περ ἐόντι· σὺ δ’ ὁπλοτέροισιν ἄρηγε.
Ὣς φάτ’ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης,
καὶ τὸ σπάργανον εἶχεν ἐπ’ ὠλένῃ οὐδ’ ἀπέβαλλε.
Ζεὺς δὲ μέγ’ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν. 390
ἀμφοτέρους δ’ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν,
καὶ δεῖξαι τὸν χῶρον ἐπ’ ἀβλαβίῃσι νόοιο
ὅππη δὴ αὖτ’ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.
νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δ’ ἀγλαὸς Ἑρμῆς· 395
ῥηϊδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.
τὼ δ’ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα
ἐς Πύλον ἠμαθόεντα ἐπ’ Ἀλφειοῦ πόρον ἷξον·
ἀγροὺς δ’ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον
ἡχοῦ δὴ τὰ χρήματ’ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ. 400
ἔνθ’ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάϊνον ἄντρον
ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·
Λητοΐδης δ’ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας

πέτρῃ ἐπ’ ἠλιβάτῳ, τάχα δ’ ἤρετο κύδιμον Ἑρμῆν·
Πῶς ἐδύνω δολομῆτα δύω βόε δειροτομῆσαι, 405
ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε
θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ
μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.
Ὣς ἄρ ἔφη, καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ

ἄγνου· ταὶ δ’ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο 410
αὐτόθεν ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι
ῥεῖά τε καὶ πάσῃσιν ἐπ’ ἀγραύλοισι βόεσσιν
Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων
θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης
χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων 415

ἐγκρύψαι μεμαώς· Λητοῦς δ’ ἐρικυδέος υἱὸν
ῥεῖα μάλ’ ἐπρήϋνεν ἑκηβόλον, ὡς ἔθελ’ αὐτός,
καὶ κρατερόν περ ἐόντα· λαβὼν δ’ ἐπ’ ἀριστερὰ χειρὸς
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέλος· ἡ δ’ ὑπὸ χειρὸς
σμερδαλέον κονάβησε, γέλασσε δὲ Φοῖβος Ἀπόλλων 420
γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθ’ ἰωὴ
θεσπεσίης ἐνοπῆς, καὶ μιν γλυκὺς ἵμερος ᾕρει
θυμῷ ἀκουάζοντα· λύρῃ δ’ ἐρατὸν κιθαρίζων
στῆ ῥ’ ὅ γε θαρσήσας ἐπ’ ἀριστερὰ Μαιάδος υἱὸς
Φοίβου Ἀπόλλωνος, τάχα δὲ λιγέως κιθαρίζων 425
γηρύετ’ ἀμβολάδην, ἐρατὴ δέ οἱ ἕσπετο φωνή,
κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνὴν
ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.

Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ
μητέρα Μουσάων, ἡ γὰρ λάχε Μαιάδος υἱόν· 430
τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος
ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱὸς
πάντ’ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.
τὸν δ’ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,
καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 435
Βουφόνε μηχανιῶτα πονεύμενε δαιτὸς ἑταῖρε
πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.
ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀΐω·
νῦν δ’ ἄγε μοι τόδε εἰπὲ πολύτροπε Μαιάδος υἱὲ
ἦ σοί γ’ ἐκ γενετῆς τάδ’ ἅμ’ ἕσπετο θαυματὰ ἔργα 440
ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων
δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;
θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,
ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τιν’ ἀνδρῶν,
οὔτε τιν’ ἀθανάτων, οἳ Ὀλύμπια δώματ’ ἔχουσι, 445
νόσφι σέθεν φηλῆτα Διὸς καὶ Μαιάδος υἱέ.
τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,
τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν
εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.
καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός, 450
τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς
καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν·
ἀλλ’ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν
οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται·
θαυμάζω Διὸς υἱὲ τάδ’ ὡς ἐρατὸν κιθαρίζεις. 455
νῦν δ’ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,

ἷζε πέπον καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι.
νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι
σοί τ’ αὐτῷ καὶ μητρί· τὸ δ’ ἀτρεκέως ἀγορεύσω·
ναὶ μὰ τόδε κρανέϊνον ἀκόντιον ἦ μὲν ἐγώ σε 460
κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμονεύσω,
δώσω τ’ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.
Τὸν δ’ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν·
εἰρωτᾷς μ’ Ἐκάεργε περιφραδές· αὐτὰρ ἐγώ σοι
τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω. 465
σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι
βουλῇ καὶ μύθοισι, σὺ δὲ φρεσὶ πάντ’ εὖ οἶδας·
πρῶτος γὰρ Διὸς υἱὲ μετ’ ἀθανάτοισι θαάσσεις
ἠΰς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς
ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα. 470
καὶ τιμὰς σὲ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς
μαντείας θ’ Ἐκάεργε Διὸς πάρα, θέσφατα πάντα·
τῶν νῦν αὐτὸς ἔγωγε παῖδ’ ἀφνειὸν δεδάηκα.
σοὶ δ’ αὐτάγρετόν ἐστι δαήμεναι ὅττι μενοινᾷς.
ἀλλ’ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν, 475
μέλπεο καὶ κιθάριζε καὶ ἀγλαΐας ἀλέγυνε
δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι φίλε, κῦδος ὄπαζε.
εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην
καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.
εὔκηλος μὲν ἔπειτα φέρειν εἰς δαῖτα θάλειαν 480
καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον,

εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν
τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ
φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει
ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν, 485
ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν
νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,
μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι.
σοὶ δ’ αὐτάγρετόν ἐστι δαήμεναι ὅττι μενοινᾷς.
καὶ τοι ἐγὼ δώσω ταύτην Διὸς ἀγλαὲ κοῦρε· 490
ἡμεῖς δ’ αὖτ’ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο
βουσὶ νομούς Ἐκάεργε νομεύσομεν ἀγραύλοισιν.
ἔνθεν ἅλις τέξουσι βόες ταύροισι μιγεῖσαι
μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ
κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι. 495
Ὣς εἰπὼν ὤρεξ’, ὁ δ’ ἐδέξατο Φοῖβος Ἀπόλλων,
Ἐρμῇ δ’ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν,
βουκολίας τ’ ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς
γηθήσας· κίθαριν δὲ λαβὼν ἐπ’ ἀριστερὰ χειρὸς
Λητοῦς ἀγλαὸς υἱὸς ἄναξ ἑκάεργος Ἀπόλλων 500
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέλος, ἡ δ’ ὑπὸ νέρθεν
σμερδαλέον κονάβησε, θεὸς δ’ ὑπὸ καλὸν ἄεισεν.
Ἔνθα βόες μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα
ἐτραπέτην· αὐτοὶ δὲ Διὸς περικαλλέα τέκνα
ἄψοῤῥοι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο 505
τερπόμενοι φόρμιγγι, χάρη δ’ ἄρα μητιέτα Ζεύς,

ἄμφω δ’ ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν Ἑρμῆς
Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν,
σήματ’ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν
ἱμερτήν, δεδαὼς ὁ δ’ ἐπωλένιον κιθάριζεν· 510
αὐτὸς δ’ αὖθ’ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην·
συρίγγων ἐνοπὴν ποιήσατο τηλόθ’ ἀκουστήν.
καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε·
Δείδια Μαιάδος υἱὲ διάκτορε ποικιλομῆτα
μή μοι ἀνακλέψῃς κίθαριν καὶ καμπύλα τόξα· 515
τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα
θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.
ἀλλ’ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,
ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,
πάντ’ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις. 520
Καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε
μή ποτ’ ἀποκλέψειν ὅσ’ Ἑκηβόλος ἐκτεάτισται,
μηδέ ποτ’ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων
Λητοΐδης κατένευσεν ἐπ’ ἀρθμῷ καὶ φιλότητι
μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι, 525
μήτε θεὸν μήτ’ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον

σύμβολον ἀθανάτων ποιήσομαι ἠδ’ ἅμα πάντων
πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα
ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον
χρυσείην τριπέτηλον ἀκήριον ἥ σε φυλάξει 530
πάντας ἐπικραίνουσα θεμοὺς ἐπέων τε καὶ ἔργων
τῶν ἀγαθῶν ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.

μαντείην δὲ φέριστε διοτρεφὲς ἣν ἐρεείνεις
οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τιν’ ἄλλον
ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε 535
πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον
μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων
ἄλλον γ’ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.
καὶ σὺ κασίγνητε χρυσόρραπι μή με κέλευε
θέσφατα πιφαύσκειν ὅσα μήδεται εὐρύοπα Ζεύς. 540
ἀνθρώπων δ’ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,
πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ’ ἀνθρώπων.
καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται ὅς τις ἂν ἔλθῃ
φωνῇ τ’ ἠδὲ ποτῇσι τεληέντων οἰωνῶν·
οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται οὐδ’ ἀπατήσω. 545
ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι
μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν
ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,
φήμ’ ἁλίην ὁδὸν εἶσιν, ἐγὼ δέ κε δῶρα δεχοίμην.
ἄλλο δέ τοι ἐρέω Μαίης ἐρικυδέος υἱὲ 550
καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον·
σεμναὶ γὰρ τινες εἰσὶ κασίγνηται γεγαυῖαι
παρθένοι ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι
τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκὰ
οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο 555
μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ
παῖς ἔτ’ ἐὼν μελέτησα· πατὴρ δ’ ἐμὸς οὐκ ἀλέγιζεν.
ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη
κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα.
αἱ δ’ ὅτε μὲν θυίωσιν ἐδηδυῖαι μέλι χλωρὸν 560

προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν·
ἢν δ’ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδὴν
ψεύδονται δὴ ἔπειτα δι’ ἀλλήλων δονέουσαι.
τάς τοι ἔπειτα δίδωμι, σὺ δ’ ἀτρεκέως ἐρεείνων
σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς, 565
πολλάκι σῆς ὀμφῆς ἐπακούσεται αἴ κε τύχῃσι.
ταῦτ’ ἔχε Μαιάδος υἱὲ καὶ ἀγραύλους ἕλικας βοῦς,
ἵππους τ’ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργοὺς

καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι
καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών, 570
πᾶσι δ’ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,
οἶον δ’ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,
ὅς τ’ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.
Οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων
παντοίῃ φιλότητι· χάριν δ’ ἐπέθηκε Κρονίων. 575
πᾶσι δ’ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ·
παῦρα μὲν οὖν ὀνίνησι, τὸ δ’ ἄκριτον ἠπεροπεύει
νύκτα δι’ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.
Καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. 580