Μετάβαση στο περιεχόμενο

Ομηρικοί Ύμνοι/II. Εις Δημήτραν

Από Βικιθήκη
Ὁμηρικοὶ ὕμνοι
Εἰς Δημήτραν
Ακούστε το κείμενο (βοήθεια | πληροφορίες)


Δήμητρ’ ἠΰκομον σεμνὴν θεὰν ἄρχομ’ ἀείδειν,
αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον ἣν Ἀϊδωνεὺς
ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
νόσφιν Δήμητρος χρυσαόρου ἀγλαοκάρπου
παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις, 5
ἄνθεά τ’ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ’ ἴα καλὰ
λειμῶν’ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ’ ὑάκινθον
νάρκισσόν θ’, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
Γαῖα Διὸς βουλῇσι χαριζομένη πολυδέκτῃ
θαυμαστὸν γανόωντα, σέβας τότε πᾶσιν ἰδέσθαι 10
ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει,
κὦζ’ ἥδιστ’ ὀδμή, πᾶς τ’ οὐρανὸς εὐρὺς ὕπερθε
γαῖά τε πᾶσ’ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
ἡ δ’ ἄρα θαμβήσασ’ ὠρέξατο χερσὶν ἅμ' ἄμφω 15
καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια
Νύσιον ἂμ πεδίον τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
ἵπποις ἀθανάτοισι Κρόνου πολυώνυμος υἱός.
ἁρπάξας δ’ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν

ἦγ’ ὀλοφυρομένην· ἰάχησε δ’ ἄρ’ ὄρθια φωνῇ 20
κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
ἤκουσεν φωνῆς, οὐδ’ ἀγλαόκαρποι ἐλαῖαι,
εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
ἄϊεν ἐξ ἄντρου Ἑκάτη λιπαροκρήδεμνος, 25
Ἠέλιός τε ἄναξ Ὑπερίονος ἀγλαὸς υἱός,
κούρης κεκλομένης πατέρα Κρονίδην· ὁ δὲ νόσφιν
ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ
δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
τὴν δ’ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι 30
πατροκασίγνητος πολυσημάντωρ πολυδέγμων
ἵπποις ἀθανάτοισι Κρόνου πολυώνυμος υἱός.
ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
αὐγάς τ’ ἠελίου, ἔτι δ’ ἤλπετο μητέρα κεδνὴν 35
ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
ἤχησαν δ’ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
φωνῇ ὑπ’ ἀθανάτῃ, τῆς δ’ ἔκλυε πότνια μήτηρ.
ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις 40
ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
κυάνεον δὲ κάλυμμα κατ’ ἀμφοτέρων βάλετ’ ὤμων,
σεύατο δ’ ὥστ’ οἰωνὸς ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
μαιομένη· τῇ δ’ οὔ τις ἐτήτυμα μυθήσασθαι
ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, 45
οὔτ’ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
στρωφᾶτ’ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
οὐδέ ποτ’ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο

πάσσατ’ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς. 50
ἀλλ’ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς Ἠὼς
ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα,
καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
πότνια Δημήτηρ ὡρηφόρε ἀγλαόδωρε
τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων 55
ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
φωνῆς γὰρ ἤκουσ’, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
ὅς τις ἔην· σοὶ δ’ ὦκα λέγω νημερτέα πάντα.
ὣς ἄρ’ ἔφη Ἑκάτη· τὴν δ’ οὐκ ἠμείβετο μύθῳ
Ῥείης ἠϋκόμου θυγάτηρ, ἀλλ’ ὦκα σὺν αὐτῇ 60
ἤϊξ’ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
Ἠέλιον δ’ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
στὰν δ’ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
Ἠέλι’ αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα. 65
κούρην τὴν ἔτεκον γλυκερὸν θάλος εἴδεϊ κυδρὴν
τῆς ἀδινὴν ὄπ’ ἄκουσα δι’ αἰθέρος ἀτρυγέτοιο
ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι, 70
νημερτέως μοι ἔνισπε φίλον τέκος εἴ που ὄπωπας
ὅς τις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
Ὢς φάτο, τὴν δ’ Ὑπεριονίδης ἠμείβετο μύθῳ·
Ῥείης ἠϋκόμου θυγάτηρ Δήμητερ ἄνασσα 75
εἰδήσεις· δὴ γὰρ μέγα σ’ ἅζομαι ἠδ’ ἐλεαίρω
ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος
αἴτιος ἀθανάτων εἰ μὴ νεφεληγερέτα Ζεύς,

ὅς μιν ἔδωκ’ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
αὐτοκασιγνήτῳ· ὅ δ’ ὑπὸ ζόφον ἠερόεντα 80
ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεὺς
αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν 85
ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη·
τοῖς μεταναιετάει τῶν ἔλλαχε κοίρανος εἶναι.
Ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο, τοὶ δ’ ὑπ’ ὀμοκλῆς
ῥίμφ’ ἔφερον θοὸν ἅρμα τανύπτεροι ὥς τ’ οἰωνοί·
τὴν δ’ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν· 90
χωσαμένη δ’ ἔπειτα κελαινεφέϊ Κρονίωνι
νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
ᾤχετ’ ἐπ’ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν 95
πρίν γ’ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
ὃς τότ’ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
ἕζετο δ’ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ
Παρθενίῳ φρέατι ὅθεν ὑδρεύοντο πολῖται
ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης, 100
γρηῒ παλαιγενέϊ ἐναλίγκιος, ἥτε τόκοιο
εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες 105
ἐρχόμεναι μεθ’ ὕδωρ εὐήρυτον ὄφρα φέροιεν
κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
τέσσαρες ὥστε θεαὶ κουρήϊον ἄνθος ἔχουσαι,

Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τ’ ἐρόεσσα
Καλλιθόη θ’, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν· 110
οὐδ’ ἔγνων· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
ἀγχοῦ δ’ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
Τίς πόθεν ἐσσὶ γρηὺ παλαιγενέων ἀνθρώπων;
τίπτε δὲ νόσφι πόληος ἀπέστιχες οὐδὲ δόμοισι
πιλνᾷς; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα 115
τηλίκαι ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
Ὣς ἔφαθ’, ἡ δ’ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
τέκνα φίλ’ αἵ τινές ἐστε γυναικῶν θηλυτεράων
χαίρετ’· ἐγὼ δ’ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς 120
ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
Δὼς ἐμοί γ’ ὄνομ’ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
νῦν αὖτε Κρήτηθεν ἐπ’ εὐρέα νῶτα θαλάσσης
ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δ’ ἀέκουσαν ἀνάγκῃ
ἄνδρες ληϊστῆρες ἀπήγαγον. οἱ μὲν ἔπειτα 125
νηῒ θοῇ Θόρικὸν δὲ κατέσχεθον, ἔνθα γυναῖκες
ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοὶ
δεῖπνόν ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
ἀλλ’ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός,
λάθρη δ’ ὁρμηθεῖσα δι’ ἠπείροιο μελαίνης 130
φεύγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
οὕτω δεῦρ’ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα
ἥ τις δὴ γαῖ’ ἐστὶ καὶ οἵ τινες ἐγγεγάασιν.

ἀλλ’ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματ’ ἔχοντες 135
δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δ’ αὖτ’ οἰκτείρατε, κοῦραι
[τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,] 137α
προφρονέως φίλα τέκνα τέων πρὸς δώμαθ’ ἵκωμαι
ἀνέρος ἠδὲ γυναικὸς ἵνα σφίσιν ἐργάζωμαι
πρόφρων οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται· 140
καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
δεσπόσυνον καί κ’ ἔργα διδασκήσαιμι γυναικός.
Φῆ ῥα θεά· τὴν δ’ αὐτίκ’ ἀμείβετο παρθένος ἀδμής 145
Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
Μαῖα θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσιν.
ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδ’ ὀνομήνω
ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς, 150
δήμου τε προὔχουσιν, ἰδὲ κρήδεμνα πόληος
εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·
ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο 155
τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
εἰ δ’ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς 160
ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ

εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σ’ ἀνώγῃ
ἡμέτερον δ’ ἰέναι μηδ’ ἄλλων δώματ’ ἐρευνᾶν.
τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε. 165
εἰ τόν γ’ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
Ὢς ἔφαθ’· ἡ δ’ ἐπένευσε καρήατι, ταὶ δὲ φαεινὰ
πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι. 170
ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
ἔννεπον ὡς εἶδόν τε καὶ ἔκλυον. ἡ δὲ μάλ’ ὦκα
ἐλθούσας ἐκέλευε καλεῖν ἐπ’ ἀπείρονι μισθῷ.
αἱ δ’ ὥς τ’ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
ἅλλοντ’ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ, 175
ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
ἤϊξαν κοίλην κατ’ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
ὤμοις ἀΐσσοντο κροκηΐῳ ἄνθει ὁμοῖαι.
τέτμον δ’ ἐγγὺς ὁδοῦ κυδρὴν θεὰν ἔνθα πάρος περ
κάλλιπον· αὐτὰρ ἔπειτα φίλα πρὸς δώματα πατρὸς 180
ἡγεῦνθ’, ἡ δ’ ἄρ’ ὄπισθε φίλον τετιημένη ἦτορ
στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος
κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
αἶψα δὲ δώμαθ’ ἵκοντο διοτρεφέος Κελεοῖο,
βὰν δὲ δι’ αἰθούσης ἔνθα σφίσι πότνια μήτηρ 185
ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
παῖδ’ ὑπὸ κόλπῳ ἔχουσα νέον θάλος· αἱ δὲ πὰρ αὐτὴν
ἔδραμον· ἡδ’ ἄρ’ ἐπ’ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
τὴν δ’ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν· 190
εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.

ἀλλ’ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος
ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
ἀλλ’ ἀκέουσα ἔμιμνε κατ’ ὄμματα καλὰ βαλοῦσα,
πρίν γ’ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδν’ εἰδυῖα 195
πηκτὸν ἕδος, καθύπερθε δ’ ἐπ’ ἀργύφεον βάλε κῶας.
ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·
δηρὸν δ’ ἄφθογγος τετιημένη ἧστ’ ἐπὶ δίφρου,
οὐδέ τιν’ οὔτ’ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
ἀλλ’ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος 200
ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
πρίν γ’ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδν’ εἰδυῖα
πολλὰ παρασκώπτουσ’ ἐτρέψατο πότνιαν ἁγνὴν
μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς. 205
τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
πλήσασ’, ἡ δ’ ἀνένευσ’· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
πίνειν οἶνον ἐρυθρόν, ἄνωγε δ’ ἄρ’ ἄλφι καὶ ὕδωρ
δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
ἡ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν ὡς ἐκέλευε· 210
δεξαμένη δ’ ὁσίης ἕνεκεν πολυπότνια Δηὼ
[ἔκπιεν, ἡ δὲ λαβοῦσα δέπας θέτο ἔνθ’ ἀνάειρε] 211α
τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
Χαῖρε γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπ’ ἔολπα τοκήων
ἔμμεναι ἀλλ’ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων. 215
ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
νῦν δ’, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τ’ ἐμοί περ.
παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον

ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν. 220
εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο
ἦ ῥά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
Τὴν δ’ αὖτε προσέειπεν ἐϋστέφανος Δημήτηρ·
καὶ σὺ γύναι μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν· 225
παῖδα δέ τοι πρόφρων ὑποδέξομαι ὥς με κελεύεις·
θρέψω, κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
οὔτ’ ἄρ’ ἐπηλυσίη δηλήσεται οὔθ’ ὑποτάμνον·
οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
οἶδα δ’ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν. 230
Ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
χερσίν τ’ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.
ὣς ἡ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
Δημοφόωνθ’, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
ἔτρεφεν ἐν μεγάροις· ὁ δ’ ἀέξετο δαίμονι ἶσος 235
οὔτ’ οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς
ἀλλά μιν ἠματίη μὲν ἐυστέφανος] Δημήτηρ 236α
χρίεσκ’ ἀμβροσίῃ ὡς εἰ θεοῦ ἐκγεγαῶτα,
ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·
νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμ’ ἐτέτυκτο, 240
ὡς προθαλὴς τελέθεσκε, θεοῖσι γὰρ ἄντα ἐῴκει.
καί κέν μιν ποίησεν ἀγήρων τ’ ἀθάνατόν τε
εἰ μὴ ἄρ’ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
νύκτ’ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ 245
δείσασ’ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ,

καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
Τέκνον Δημοφόων ξείνη σε πυρὶ ἔνι πολλῷ
κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
Ὢς φάτ’ ὀδυρομένη· τῆς δ’ ἄϊε δῖα θεάων. 250
τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
χείρεσσ’ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδον δὲ
ἐξανελοῦσα πυρὸς θυμῷ κοτέσασα μάλ’ αἰνῶς,
καί ῥ’ ἄμυδις προσέειπεν ἐΰζωνον Μετάνειραν· 255
Νήϊδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτ’ ἀγαθοῖο
αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·
καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
ἴστω γὰρ θεῶν ὅρκος ἀμείλικτον Στυγὸς ὕδωρ
ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα 260
παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
νῦν δ’ οὐκ ἔσθ’ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι.
τιμὴ δ’ ἄφθιτος αἰὲν ἐπέσσεται οὕνεκα γούνων
ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
ὥρῃσιν δ’ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν 265
παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
αἰὲν ἐν ἀλλήλοισιν συνάξουσ’ ἤματα πάντα.
εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥ τε μέγιστον
ἀθανάτοις θνητοῖσί τ’ ὄνεαρ καὶ χάρμα τέτυκται.
ἀλλ’ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπ’ αὐτῷ 270

τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ·
ὄργια δ’ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
Ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε 275
γῆρας ἀπωσαμένη, περί τ’ ἀμφί τε κάλλος ἄητο·
ὀδμὴ δ’ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
αὐγῆς δ’ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς. 280
βῆ δὲ διὲκ μεγάρων, τῆς δ’ αὐτίκα γούνατ’ ἔλυντο,
δηρὸν δ’ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
κὰδ δ’ ἄρ’ ἀπ’ εὐστρώτων λεχέων θόρον· ἡ μὲν ἔπειτα 285
παῖδ’ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ,
ἡ δ’ ἄρα πῦρ ἀνέκαι’, ἡ δ’ ἔσσυτο πόσσ’ ἁπαλοῖσι
μητέρ’ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
ἀμφαγαπαζόμεναι· τοῦ δ’ οὐ μειλίσσετο θυμός· 290
χειρότεραι γὰρ δέ μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
Αἱ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
δείματι παλλόμεναι· ἅμα δ’ ἠοῖ φαινομένηφιν
εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
ὡς ἐπέτελλε θεὰ καλλιστέφανος Δημήτηρ. 295
αὐτὰρ ὅ γ’ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
ἤνωγ’ ἠϋκόμῳ Δημήτερι πίονα νηὸν
ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
οἱ δὲ μάλ’ αἶψ’ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
τεῦχον δ’, ὡς ἐπέτελλ’· ὁ δ’ ἀέξετο δαίμονι αἴσῃ. 300
αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο

βάν ῥ’ ἴμεν οἴκαδ’ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
αἰνότατον δ’ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν 305
ποίησ’ ἀνθρώποις καὶ κύντατον, οὐδέ τι γαῖα
σπέρμ’ ἀνίει· κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
πολλὰ δὲ καμπύλ’ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις,
πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων 310
λιμοῦ ὑπ’ ἀργαλέης, γεράων τ’ ἐρικυδέα τιμὴν
καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματ’ ἔχοντας,
εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τ’ ἐφράσσατο θυμῷ.
Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
Δήμητρ’ ἠΰκομον, πολυήρατον εἶδος ἔχουσαν. 315
ὣς ἔφαθ’· ἡ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
εὗρεν δ’ ἐν νηῷ Δημήτερα κυανόπεπλον,
καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα· 320
Δήμητερ καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
ἄλλ’ ἴθι, μηδ’ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
Ὣς φάτο λισσομένη· τῇ δ’ οὐκ ἐπεπείθετο θυμός.
αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας 325
πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες
κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα,
τιμάς θ’, ἅς κ’ ἐθέλοιτο μετ’ ἀθανάτοισιν ἑλέσθαι.
ἀλλ’ οὔ τις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
θυμῷ χωομένης· στερεῶς δ’ ἠναίνετο μύθους. 330

οὐ μὲν γάρ ποτ’ ἔφασκε θυώδεος Οὐλύμποιο
πρίν γ’ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεὺς
εἰς Ἔρεβος πέμψε χρυσόῤῥαπιν Ἀργειφόντην, 335
ὄφρ’ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
Ἑρμῆς δ’ οὐκ ἀπίθησεν, ἄφαρ δ’ ὑπὸ κεύθεα γαίης 340
ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα
ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι
πόλλ’ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἡ δ’ ἀποτηλοῦ
ἔργοις θεῶν μακάρων [……] μητίσετο βουλῇ. 345
ἀγχοῦ δ’ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
Ἅιδη κυανοχαῖτα καταφθιμένοισιν ἀνάσσων
Ζεύς σε πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς 350
ἀθανάτοις παύσειεν· ἐπεὶ μέγα μήδεται ἔργον
φθῖσαι φῦλ’ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων
σπέρμ’ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
ἀθανάτων· ἡ δ’ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
μίσγεται, ἀλλ’ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ 355
ἧσται, Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.

Ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀϊδωνεὺς
ὀφρύσιν, οὐδ’ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
ἐσσυμένως δ’ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
ἔρχεο Περσεφόνη παρὰ μητέρα κυανόπεπλον 360
ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομ’ ἀκοίτης
αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δ’ ἐοῦσα
δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει, 365
τιμὰς δὲ σχήσησθα μετ’ ἀθανάτοισι μεγίστας,
τῶν δ’ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα
οἵ κεν μὴ θυσίαισι τεὸν μένος ἱλάσκωνται
εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
Ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια, 370
καρπαλίμως δ’ ἀνόρουσ’ ὑπὸ χάρματος· αὐτὰρ ὅ γ’ αὐτὸς
ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ
ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
αὖθι παρ’ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν 375
ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀϊδωνευς.
ἡ δ’ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
σεῦε διὲκ μεγάρων· τὼ δ’ οὐκ ἀέκοντε πετέσθην.
ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν, οὐδὲ θάλασσα 380
οὔθ’ ὕδωρ ποταμῶν οὔτ’ ἄγκεα ποιήεντα
ἵππων ἀθανάτων οὔτ’ ἄκριες ἔσχεθον ὁρμήν,
ἀλλ’ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
στῆσε δ’ ἄγων ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
νηοῖο προπάροιθε θυώδεος· ἡ δὲ ἰδοῦσα 385

ἤϊξ’ ἠΰτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃς.
Περσεφόνῃ δ’ ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ]
μητρὸς ἑῆς κατ’ [ἄρ’ ἥ γ’ ὄχεα προλιποῦσα καὶ ἵππους]
ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·]
τῇ δὲ [φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ] 390
α[ἶψα δόλον θυμός τιν’ ὀΐσατο, τρέσσε δ’ ἄρ’ αἰνῶς]
πα[υ]ομ[ένη φιλότητος, ἄφαρ δ’ ἐρεείνετο μύθῳ·]
Τέκνον μή ῥά τί μοι σ[ύ γε πάσσαο νέρθεν ἐοῦσα]
βρώμης; ἐξαύδα, [μὴ κεῦθ’, ἵνα εἴδομεν ἄμφω·]
ὣς μὲν γάρ κ’ ἀνιοῦσα π[αρὰ στυγεροῦ Ἀΐδαο] 395
καὶ παρ’ ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι]
ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.
εἰ δέ, πτᾶσα πάλιν [σύ γ’] ἰοῦσ’ ὑπ[ὸ κεύθεσι γαίης]
οἰκήσεις ὡρέων τρίτατον μέρ[ος εἰς ἐνιαυτόν,]
τὰς δὲ δύω παρ’ ἐμοί τε καὶ [ἄλλοις ἀθανά]τοισιν. 400
ὁππότε δ’ ἄνθεσι γαῖ’ εὐώδε[σιν] ἠαρινο[ῖσι]
παντοδαποῖς θάλλει, τότ’ ἀπὸ ζόφου ἠερόεντος
αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τ’ ἀνθρώποις.
[εἶπε δὲ πῶς σ’ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα] 403α
καὶ τίνι σ’ ἐξαπάτησε δόλῳ κρατερ[ὸς Πολυδ]έγμων;
Τὴν δ’ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα· 405
τοιγὰρ ἐγώ τοι μῆτερ ἐρέω νημερτέα πάντα·
εὖτέ μοι Ἑρμῆς ἦ[λθ]’ ἐριούνιος ἄγγελος ὠκὺς
πὰρ πατέρος Κρονίδαο καὶ ἄλλων οὐρανιώνων

ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα μ’ ὀφθαλμοῖσιν ἰδοῦσα
λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς, 410
αὐτὰρ ἐγὼν ἀνόρουσ’ ὑπὸ χάρματος, αὐτὰρ ὁ λάθρῃ
ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέ’ ἐδωδήν,
ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
ὡς δέ μ’ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
ᾤχετο πατρὸς ἐμοῖο φέρων ὑπὸ κεύθεα γαίης 415
ἐξερέω καὶ πάντα διίξομαι ὡς ἐρεείνεις.
ἡμεῖς μὲν μάλα πᾶσαι ἀν’ ἱμερτὸν λειμῶνα,
Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις 420
Χρυσηΐς τ’ Ἰάνειρά τ’ Ἀκάστη τ’ Ἀδμήτη τε
καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τ’ ἐρατεινὴ
Παλλάς τ’ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα
παίζομεν ἠδ’ ἄνθεα δρέπομεν χείρεσσ’ ἐρόεντα, 425
μίγδα κρόκον τ’ ἀγανὸν καὶ ἀγαλλίδας ἠδ’ ὑάκινθον
καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
νάρκισσόν θ’ ὃν ἔφυσ’ ὥς περ κρόκον εὐρεῖα χθών.
αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δ’ ἔνερθε

χώρησεν, τῇ δ’ ἔκθορ’ ἄναξ κρατερὸς πολυδέγμων. 430
βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
πόλλ’ ἀεκαζομένην, ἐβόησα δ’ ἄρ’ ὄρθια φωνῇ.
ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ’ ἀγορεύω.
Ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
πολλὰ μάλ’ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον 435
ἀμφαγαπαζόμεναι, ἀχέων δ’ ἀπεπαύετο θυμός.
γηθοσύνας δὲ δέχοντο παρ’ ἀλλήλων ἔδιδ[όν τε.]
τῇσιν δ’ ἐγγύθεν ἦλθ’ Ἑκάτη λιπαροκρήδεμνος,
πολλὰ δ’ ἄρ’ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνής·
ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετ’ ἄνασσα. 440
ταῖς δὲ μέτάγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
Ῥείην ἠΰκομον ἢν μητέρα κυανόπεπλον
ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
δωσέμεν, ἅς κεν ἕλοιτο μετ’ ἀθανάτοισι θεοῖσι·
νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο 445
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
ὣς ἔφατ’· οὐδ’ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
ἐσσυμένως δ’ ἤϊξε κατ’ Οὐλύμποιο καρήνων,
εἰς δ’ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης 450
τὸ πρίν, ἀτὰρ τότε γ’ οὔ τι φερέσβιον, ἀλλὰ ἕκηλον
ἑστήκει πανάφυλλον· ἔκευθε δ’ ἄρα κρῖ λευκὸν
μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα
μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
ἦρος ἀεξομένοιο, πέδῳ δ’ ἄρα πίονες ὄγμοι 455
βρισέμεν ἀσταχύων, τὰ δ’ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
ἔνθ’ ἐπέβη πρώτιστον ἀπ’ αἰθέρος ἀτρυγέτοιο·
ἀσπασίως δ’ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
τὴν δ’ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·

Δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς 460
ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
[δωσέμεν, ἅς κ’ ἐθέλῃσθα] μετ’ ἀθανάτοισι θεοῖσι.
[νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο
[τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα,
[τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν. 465
[ὣς ἄρ’ ἔφη τελέ]εσθαι· ἑῷ δ’ ἐπένευσε κάρητι.
[ἀλλ’ ἴθι τέκνον] ἐμὸν καὶ πείθεο, μηδέ τι λίην
ἀ[ζηχὲς μεν]έαινε κελαινεφέϊ Κρονίωνι·
α[ἶψα δὲ κα]ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
Ὣ[ς ἔφατ’, οὐ]δ’ ἀπίθησεν ἐϋστέφανος Δημήτηρ, 470
αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·
πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
ἔβρισ’· ἡ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
δ[εῖξε,] Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ,
Εὐμόλπου τε βίῃ Κελεῷ θ’ ἡγήτορι λαῶν, 475
δρησμοσύνην θ’ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
Τριπτολέμῳ τε Πολυξείνῳ, τ’, ἐπὶ τοῖς δὲ Διοκλεῖ,
σεμνά, τά τ’ οὔ πως ἔστι παρεξ[ίμ]εν [οὔτε πυθέσθαι.]
οὔτ’ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
ὄλβιος ὃς τάδ’ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων· 480
ὃς δ’ ἀτελὴς ἱερῶν ὅς τ’ ἄμμορος, οὔποθ’ ὁμοίων
αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ εὐρώεντι.
Αὐτὰρ ἐπεὶ δὴ πάνθ’ ὑπεθήκατο δῖα θεάων,
βάν ῥ’ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ’ ὁμήγυριν ἄλλων.
ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ 485

σεμναί τ’ αἰδοῖαι τε· μέγ’ ὄλβιος, ὅν τιν’ ἐκεῖναι
προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·
αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
Ἀλλ’ ἄγ’ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσαι 490
καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
πότνια ἀγλαόδωρ’ ὡρηφόρε Δηοῖ ἄνασσα
αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια
πρόφρονες ἀντ’ ὠδῆς βίοτον θυμήρε’ ὀπάζειν.
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. 495