Οαριστύς
Ὀαριστύς Συγγραφέας: |
Τὰν πινυτὰν Ἑλέναν Πάρις ἥρπασε βουκόλος ἄλλος.
μᾶλλον ἑκοῖσ᾽ Ἑλένα τὸν βουκόλον ἐστὶ φιλεῦσα.
μὴ καυχῶ σατυρίσκε· κενὸν τὸ φίλαμα λέγουσιν.
ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
τὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα.
πλύνεις χείλεα σεῖο; δίδου πάλιν ὄφρα φιλάσω.
καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν.
μὴ καυχῶ· τάχα γάρ σε παρέρχεται, ὡς ὄναρ, ἥβη.
ἁ σταφυλὶς σταφίς ἐστι καὶ οὐ ῥόδον αὖον ὀλεῖται. 10
οὐκ ἐθέλω· καὶ πρίν με παρήπαφες ἁδέϊ μύθῳ.
δεῦρ᾽ ὑπὸ τὰς πτελέας, ἵν᾽ ἐμᾶς σύριγγος ἀκούσῃς.
τὴν σαυτοῦ φρένα τέρπ᾽· ὀξύθροον οὐδὲν ἀρέσκει.
φεῦ φεῦ τᾶς Παφίας χόλου ἅζεο καὶ σύγε κώρα.
χαιρέτω ἁ Παφία· μόνον ἵλαος Ἄρτεμις εἴη.
μὴ λέγε, μὴ βάλλῃ σε καὶ ἐς λίνον ἄκριτον ἔνθῃς.
βαλλέτω ὡς ἐθέλει· πάλιν Ἄρτεμις ἄμμιν ἀρήξει. 18
οὐ φεύγεις τὸν Ἔρωτα, τὸν οὐ φύγε παρθένος ἄλλη. 20
φεύγω ναὶ τὸν Πᾶνα· σὺ δὲ ζυγὸν αἰὲν ἀείραις.
μἠπιβάλῃς τὴν χεῖρα· καὶ εἰσέτι χεῖλος ἀμύξω. 19
δειμαίνω, μὴ δή σε κακωτέρῳ ἀνέρι δώσω. 22
πολλοί μ᾽ ἐμνώοντο, νόῳ δ᾽ ἐμῷ οὔτις ἔαδε.
εἷς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδ᾽ ἱκάνω.
καὶ τί φίλος ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας.
οὐκ ὀδύνην, οὐκ᾽ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην.
ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας.
μᾶλλον ἀεὶ κρατέουσι· τί καὶ να τρομέουσι γυναῖκες;
ὠδίνειν τρομέω· χαλεπὸν βέλος Εἰλειθυίης.
ἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν. 30
ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω.
ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας.
καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω;
πᾶσαν τὰν ἀγέλαν, πάντ᾽ ἄλσεα καὶ νομὸν ἑξεῖς.
ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν.
οὐ μάὐτόν τὸν Πᾶνα, καὶ ἤν κ᾽ ἐθέλῃς με διῶξαι.
τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς;
τεύχω σοι θαλάμους· τὰ δὲ πώεα καλὰ νομεύω.
πατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνέψω;
αἰνήσει σέο λέκτρον, ἐπὴν ἐμὸν οὔνομ᾽ ἀκούσῃ. 40
οὔνομα σὸν λέγε τῆνο· καὶ οὔνομα πολλάκι τέρπει.
Δάφνις ἐγώ, Λυκίδας δε πατήρ, μήτηρ δὲ Νομαίη.
ἐξ εὐηγενέων· ἀλλ᾽ οὐ σέθεν εἰμι χερείων.
οἶδ᾽, Ἀκροτίμη ἐσσί, πατὴρ δέ τοί ἐστι Μενάλκας.
δεῖξον ἐμοὶ σέθεν ἄλσος, ὅπῃ σέθεν ἵσταται αὐλά.
δεῦρ᾽ ἴδε, πῶς ἀνθεῦσιν ἐμαὶ ῥαδιναὶ κυπάρισσοι.
αἶγες ἐμαὶ βόσκεσθε· τὰ βωκόλω ἔργα νοήσω.
ταῦροι καλὰ νέμεσθ᾽, ἵνα παρθένῳ ἄλσεα δείξω.
τί ῥέζεις σατυρίσκε; Τί δ᾽ ἔνδοθεν ἄψαο μαζῶν;
μᾶλα τεὰ πράτιστα τάδε χνοάοντα διδάξω. 50
ναρκῶ ναὶ τὸν Πᾶνα. Τεὴν πάλιν ἔξελε χεῖρα.
θάρσει κῶρα φίλα. τί μοι ἔτρεμες; ὡς μάλα δειλά.
βάλλεις εἰς ἀμάραν με καὶ εἴματα καλὰ μιαίνεις.
ἀλλ᾽ ὑπὸ σοὺς πέπλους ἁπαλὸν νάκος ἠνίδε βάλλω.
φεῦ φεῦ καὶ τὰν μίτραν ἀπέσχισας· ἐς τί δ᾽ ἔλυσας;
τᾷ Παφίᾳ πράτιστον ἐγὼ τόδε δῶρον ὀπάσσω.
μίμνε τάλαν· τάχα τίς τοι ἐπέρχεται· ἦχον ἀκούω.
ἀλλήλαις λαλέουσι τὸν γάμον αἱ κυπάρισσοι.
ἀμπεχόνην ποίησας ἐμοὶ ῥάκος· εἰμὶ δὲ γυμνά.
ἄλλην ἀμπεχόνην τῆς σῆς τοι μείζονα δώσω. 60
φῄς μοι πάντα δόμεν· τάχα δ᾽ ὕστερον οὐδ᾽ ἅλα δοίης.
αἴθ᾽ αὐτὰν δυνάμαν καὶ τὰν ψυχὰν ἐπιβάλλειν.
Ἄρτεμι, μὴ νεμέσα· σoῖς ῥήμασιν οὐκέτι πιστῇ.
ῥεξῶ πόρτιν Ἔρωτι καὶ αὐτᾷ βῶν Ἀφροδίτᾳ.
παρθένος ἔνθα βέβηκα· γυνὴ δ᾽ εἰς οἶκον ἀφέρπω.
ἀλλὰ γυνὴ μήτηρ τεκέων τροφός, οὐκέτι κώρα.
ὣς οἱ μὲν χλοεροῖσιν ἰαινόμενοι μελέεσσιν
ἀλλήλοις ψιθύριζον· ἀνίστατο φώριος εὐνή.
χἢ μὲν ἀνεγρομένη πάλιν ἔστιχε μᾶλα νομεύειν
ὄμμασιν αἰδομένοις, κραδίη δέ οἱ ἔνδον ἰάνθη, 70
ὃς δ᾽ ἐπὶ ταυρείας ἀγέλας, κεχαρημένος εὐνᾶς.
δέχνυσο τὰν σύριγγα τεὰν πάλιν, ὄλβιε ποίμαν·
τᾷ καὶ ποιμναγῶν ἑτέραν σκεψώμεθα μολπάν.