Μετάβαση στο περιεχόμενο

Νεκρικοί Διάλογοι/Χάρωνος και Μενίππου

Από Βικιθήκη
Χάρωνος καὶ Μενίππου
Συγγραφέας:
Νεκρικοὶ Διάλογοι
Δείτε επίσης: σχετικό λήμμα. Luciani Samosatensis Opera, Vol I. Lucian. Karl Jacobitz. in aedibus B. G. Teubneri. Leipzig, 1896. pp. 176–177


Χάρων

[1] ἀπόδος, ὦ κατάρατε, τὰ πορθμεῖα.

Μένιππος

βόα, εἰ τοῦτό σοι, ὦ Χάρων, ἥδιον.

Χάρων

ἀπόδος, φημί, ἀνθ᾽ ὧν σε διεπορθμεύσαμεν.

Μένιππος

οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος.

Χάρων

ἔστι δέ τις ὀβολὸν μὴ ἔχων;

Μένιππος

εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δ᾽ οὐκ ἔχω.

Χάρων

καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, ὦ μιαρέ, ἢν μὴ ἀποδῷς.

Μένιππος

κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ κρανίον.

Χάρων

μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν.

Μένιππος

ὁ Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με παρέδωκέ σοι.

Ἑρμῆς

[2] νὴ Δί᾽ ὠνάμην γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.

Χάρων

οὐκ ἀποστήσομαί σου.

Μένιππος

τούτου γε ἕνεκα καὶ νεωλκήσας τὸ πορθμεῖον παράμενε: πλὴν ἀλλ᾽ ὅ γε μὴ ἔχω, πῶς ἂν λάβοις;

Χάρων

σὺ δ᾽ οὐκ ᾔδεις ὡς κομίζεσθαι δέον;

Μένιππος

Ἤιδειν μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν;

Χάρων

μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;

Μένιππος

οὐ προῖκα, ὦ βέλτιστε· καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν.

Χάρων

οὐδὲν ταῦτα πρὸς πορθμέα: τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ: οὐ θέμις ἄλλως γενέσθαι.

Μένιππος

[3] οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον. [p. 177]

Χάρων

χάριεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρα τοῦ Αἰακοῦ προσλάβω.

Μένιππος

μὴ ἐνόχλει οὖν.

Χάρων

δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις.

Μένιππος

θέρμους, εἰ θέλεις, καὶ τῆς Ἑκάτης τὸ δεῖπνον.

Χάρων

πόθεν τοῦτον ἡμῖν, ὦ Ἑρμῆ, τὸν κύνα ἤγαγες; οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾄδων οἰμωζόντων ἐκείνων.

Ἑρμῆς

ἀγνοεῖς, ὦ Χάρων, ὅντινα ἄνδρα διεπόρ θμευσας; ἐλεύθερον ἀκριβῶς, κοὐδενὸς αὐτῷ μέλει. οὗτός ἐστιν ὁ Μένιππος.

Χάρων

καὶ μὴν ἄν σε λάβω ποτέ —

Μένιππος

ἂν λάβῃς, ὦ βέλτιστε· δὶς δὲ οὐκ ἂν λάβοις.