Μετάβαση στο περιεχόμενο

Νεκρικοί Διάλογοι/Μενίππου και Τειρεσίου

Από Βικιθήκη
Μενίππου καὶ Τειρεσίου
Συγγραφέας:
Νεκρικοὶ Διάλογοι
Luciani Samosatensis Opera, Vol I. Lucian. Karl Jacobitz. in aedibus B. G. Teubneri. Leipzig, 1896. pp. 186–187


Μένιππος

[1] ὦ Τειρεσία, εἰ μὲν καὶ τυφλὸς εἶ, οὐκέτι διαγνῶναι ῥᾴδιον· ἅπασι γὰρ ἡμῖν ὁμοίως τὰ ὄμματα κενά, μόνον δὲ αἱ χῶραι αὐτῶν· τὰ δ᾽ ἄλλα οὐκέτ᾽ ἂν εἰπεῖν ἔχοις, τίς ὁ Φινεὺς ἦν ἢ τίς ὁ Λυγκεύς. ὅτι μέντοι μάντις ἦσθα καὶ ὅτι ἀμφότερα ἐγένου μόνος καὶ ἀνὴρ καὶ γυνή, τῶν ποιητῶν ἀκούσας οἶδα. πρὸς τῶν θεῶν τοιγαροῦν εἰπέ μοι, ὁποτέρου ἐπειράθης ἡδίονος τῶν βίων, ὁπότε ἀνὴρ ἦσθα, ἢ ὁ γυναικεῖος ἀμείνων ἦν;

Τειρεσίας

παρὰ πολύ, ὦ Μένιππε, ὁ γυναικεῖος· ἀπραγμονέστερος γὰρ. καὶ δεσπόζουσι τῶν ἀνδρῶν αι γυναῖκες, καὶ οὔτε πολεμεῖν ἀνάγκη αὐταῖς οὔτε παρ᾽ ἔπαλξιν ἑστάναι οὔτ᾽ ἐν ἐκκλησίᾳ διαφέρεσθαι οὔτ᾽ ἐν δικαστηρίοις ἐξετάζεσθαι.

Μένιππος

[2] οὐ γὰρ ἀκήκοας, ὦ Τειρεσία, τῆς Εὐριπίδου Μηδείας, οἷα εἶπεν οἰκτείρουσα τὸ γυναικεῖον, ὡς ἀθλίας οὔσας καὶ ἀφόρητόν τινα τὸν ἐκ τῶν ὠδίνων πόνον ὑφισταμένας; ἀτὰρ εἰπέ μοι, — ὑπέμνησε γάρ με τὰ τῆς Μηδείας ἰαμβεῖα — καὶ ἔτεκές ποτε, ὁπότε γυνὴ ἦσθα, ἢ στεῖρα καὶ ἄγονος διετέλεσας ἐν ἐκείνῳ τῷ βίῳ;

Τειρεσίας

τί τοῦτο, Μένιππε, ἐρωτᾷς;

Μένιππος

οὐδὲν χαλεπόν, ὦ Τειρεσία· πλὴν ἀπόκρίναι, εἴ σοι ῥᾴδιον. [p. 187]

Τειρεσίας

οὐ στεῖρα μὲν ἤμην, οὐκ ἔτεκον δ᾽ ὅλως.

Μένιππος

ἱκανὸν τοῦτο· εἰ γὰρ καὶ μήτραν εἶχες, ἐβουλόμην εἰδέναι.

Τειρεσίας

εἶχον δηλαδή.

Μένιππος

χρόνῳ δέ σοι ἡ μήτρα ἠφανίσθη καὶ τὸ μόριον τὸ γυναικεῖον ἀπεφράγη καὶ οἱ μαστοὶ ἀπεσπάσθησαν καὶ τὸ ἀνδρεῖον ἀνέφυ καὶ πώγωνα ἐξήνεγκας, ἢ αὐτίκα ἐκ γυναικὸς ἀνὴρ ἀνεφάνης;

Τειρεσίας

οὐχ ὁρῶ τί σοι βούλεται τὸ ἐρώτημα· δοκεῖς δ᾽ οὖν μοι ἀπιστεῖν, εἰ τοῦθ᾽ οὕτως ἐγένετο.

Μένιππος

οὐ χρὴ γὰρ ἀπιστεῖν, ὦ Τειρεσία, τοῖς τοιούτοις, ἀλλὰ καθάπερ τινὰ βλᾶκα μὴ ἐξετάζοντα, εἴτε δυνατά ἐστιν εἴτε καὶ μή, παραδέχεσθαι;

Τειρεσίας

[3] σὺ οὖν οὐδὲ τὰ ἄλλα πιστεύεις οὕτω γενέσθαι, ὁπόταν ἀκούσῃς ὅτι ὄρνεα ἐκ γυναικῶν ἐγένοντό τινες ἢ δένδρα ἢ θηρία, τὴν Ἀηδόνα ἢ τὴν Δάφνην ἢ τὴν τοῦ Λυκάονος θυγατέρα;

Μένιππος ἤν που κἀκείναις ἐντύχω, εἴσομαι ὅ τι καὶ λέγουσι. σὺ δέ, ὦ βέλτιστε, ὁπότε γυνὴ ἦσθα, καὶ ἐμαντεύου τότε ὥσπερ καὶ ὕστερον, ἢ ἅμα ἀνὴρ καὶ μάντις ἔμαθες εἶναι;

Τειρεσίας

ὁρᾷς; ἀγνοεῖς τὰ περὶ ἐμοῦ ἅπαντα, ὡς καὶ διέλυσά τινα ἔριν τῶν θεῶν, καὶ ἡ μὲν Ἥρα ἐπήρωσέ με, ὁ δὲ Ζεὺς παρεμυθήσατο τῇ μαντικῇ τὴν συμφοράν.

Μένιππος

ἔτι ἔχῃ, ὦ Τειρεσία, τῶν ψευσμάτων; ἀλλὰ κατὰ τοὺς μάντεις τοῦτο ποιεῖς· ἔθος γὰρ ὑμῖν μηδὲν ὑγιὲς λέγειν.