Νεκρικοί Διάλογοι/Διογένους και Ηρακλέως
←Ἀχιλλέως καὶ Ἀντιλόχου | Διογένους καὶ Ἡρακλέως Συγγραφέας: Νεκρικοὶ Διάλογοι |
Μενίππου καὶ Ταντάλου→ |
Luciani Samosatensis Opera, Vol I. Lucian. Karl Jacobitz. in aedibus B. G. Teubneri. Leipzig, 1896. pp. 166–168 |
- Διογένης
[1] οὐχ Ἡρακλῆς οὗτός ἐστιν; οὐ μὲν οὖν ἄλλος, μὰ τὸν Ἡρακλέα. τὸ τόξον, τὸ ῥόπαλον, ἡ λεοντῆ, τὸ μέγεθος, ὅλος Ἡρακλῆς ἐστιν. εἶτα τέθνηκε Διὸς υἱὸς ὤν; εἰπέ μοι, ὦ καλλίνικε, νεκρὸς εἶ; ἐγὼ γάρ σοι ἔθυον ὑπὲρ γῆς ὡς θεῷ.
- Ἡρακλῆς
καὶ ὀρθῶς ἔθυες· αὐτὸς μὲν γὰρ ὁ Ἡρακλῆς ἐν τῷ οὐρανῷ τοῖς θεοῖς σύνεστι ‘καὶ ἔχει καλλίσφυρον Ἥβην,’ ἐγὼ δ᾽ εἴδωλόν εἰμι αὐτοῦ.
- Διογένης
πῶς λέγεις; εἴδωλον τοῦ θεοῦ; καὶ δυνατὸν ἐξ ἡμισείας μέν τινα θεὸν εἶναι, τεθνάναι δὲ τῷ ἡμίσει;
- Ἡρακλῆς
ναί οὐ γὰρ ἐκεῖνος τέθνηκεν, ἀλλ᾽ ἐγω ἡ εἰκῶν αὐτοῦ.
- Διογένης
[2] μανθάνω ἄντανδρον σε τῷ Πλούτωνι [p. 167] παρέδωκεν ἀνθ᾽ ἑαυτοῦ, καὶ σὺ τοίνυν ἀντ᾽ ἐκείνου νεκρὸς εἶ.
- Ἡρακλῆς
τοιοῦτό τι.
- Διογένης
πῶς οὖν ἀκριβὴς ὁ Αἰακὸς ὢν οὐ διέγνω σε μὴ ὄντα ἐκεῖνον, ἀλλὰ παρεδέξατο ὑποβολιμαῖον Ἡρακλέα παρόντα;
- Ἡρακλῆς
ὅτι ἐῴκειν ἀκριβῶς.
- Διογένης
ἀληθῆ λέγεις ἀκριβῶς γάρ, ὥστε αὐτὸς εἶναι. ὅρα γοῦν μὴ τὸ ἐναντίον ἐστὶ καὶ σὺ μὲν εἶ ὁ Ἡρακλῆς, τὸ δὲ εἴδωλον γεγάμηκε τὴν Ἥβην παρὰ τοῖς θεοῖς.
- Ἡρακλῆς
[3] θρασὺς εἶ καὶ λάλος, καὶ εἰ μὴ παύσῃ σκώπτων ἐς ἐμέ, εἴσῃ αὐτίκα οἵου θεοῦ εἴδωλόν εἰμι.
- Διογένης
τὸ μὲν τόξον γυμνὸν καὶ πρόχειρον ἐγὼ δὲ τί ἂν ἔτι φοβοίμην σε ἅπαξ τεθνηκώς; ἀτὰρ εἰπέ μοι πρὸς τοῦ σοῦ Ἡρακλέους, ὁπότε ἐκεῖνος ἔζη, συνῆς αὐτῷ καὶ τότε εἴδωλον ὤν; ἢ εἷς μὲν ἦτε παρὰ τὸν βίον, ἐπεὶ δὲ ἀπεθάνετε, διαιρεθέντες ὁ μὲν ἐς θεοὺς ἀπέπτατο, σὺ δὲ τὸ εἴδωλον, ὥσπερ εἰκὸς ἦν, ἐς ᾄδου πάρει;
- Ἡρακλῆς
ἐχρῆν μὲν μηδὲ ἀποκρίνασθαι πρὸς ἄνδρα οὕτως ἐρεσχηλοῦντα ὅμως δ᾽ οὖν καὶ τοῦτο ἄκουσον ὁπόσον μὲν γὰρ Ἀμφιτρύωνος ἐν τῷ Ἡρακλεῖ ἦν, τοῦτο τέθνηκε καί εἰμι ἐγὼ ἐκεῖνο πᾶν, ὃ δὲ ἦν τοῦ Διός, ἐν οὐρανῷ σύνεστι τοῖς θεοῖς.
- Διογένης
[4] σαφῶς νῦν μανθάνω δύο γὰρ φὴς ἔτεκεν ἡ Ἀλκμήνη κατὰ τὸ αὐτὸ Ἡρακλέας, τὸν μὲν ὑπ᾽ Ἀμφιτρύωνι, τὸν δὲ παρὰ τοῦ Διός, ὥστε ἐλελήθειτε δίδυμοι ὄντες ὁμομήτριοι.
- Ἡρακλῆς
οὔκ, ὦ μάταιε ὁ γὰρ αὐτὸς ἄμφω ἦμεν.
- Διογένης
οὐκ ἔστι μαθεῖν τοῦτο ῥᾴδιον, συνθέτους δύο ὄντας Ἡρακλέας, ἐκτὸς εἰ μὴ ὥσπερ ἱπποκένταυρός τις ἦτε ἐς ἓν συμπεφυκότες ἄνθρωπος καὶ θεός.
- Ἡρακλῆς
οὐ γὰρ καὶ πάντες οὕτω σοι δοκοῦσι συγκεῖσθαι [p. 168] ἐκ δυεῖν, ψυχῆς καὶ σώματος; ὥστε τί τὸ κωλῦόν ἐστι τὴν μὲν ψυχὴν ἐν οὐρανῷ εἶναι, ἥπερ ἦν ἐκ Διός, τὸ δὲ θνητὸν ἐμὲ παρὰ τοῖς νεκροῖς;
- Διογένης
[5] ἀλλ᾽, ὦ βέλτιστε Ἀμφιτρυωνιάδη, καλῶς ἂν ταῦτα ἔλεγες, εἰ σῶμα ἦσθα, νῦν δὲ ἀσώματον εἴδωλον εἶ ὥστε κινδυνεύεις τριπλοῦν ἤδη ποιῆσαι τὸν Ἡρακλέα.
- Ἡρακλῆς
πῶς τριπλοῦν;
- Διογένης
ὧδέ πως εἰ γὰρ ὁ μέν τις ἐν οὐρανῷ, ὁ δὲ παρ᾽ ἡμῖν σὺ τὸ εἴδωλον, τὸ δὲ σῶμα ἐλύθη κόνις ἤδη γενόμενον, τρία ταῦτα δὴ γίγνεται. καὶ σκόπει, ὅντινα δὴ πατέρα τὸν τρίτον ἐπινοήσεις τῷ σώματι.
- Ἡρακλῆς
θρασὺς εἶ καὶ σοφιστής τίς δὲ καὶ ὢν τυγχάνεις;
- Διογένης
Διογένους τοῦ Σινωπέως εἴδωλον, αὐτὸς δὲ οὐ μὰ Δία ‘μετ᾽ ἀθανάτοισι θεοῖσιν,’ ἀλλὰ τοῖς βελτίστοις νεκρῶν ἀνδρῶν συνὼν Ὁμήρου καὶ τῆς τοσαύτης ψυχρολογίας καταγελῶ.