Μετάβαση στο περιεχόμενο

Νέρων (Φιλόστρατος)

Από Βικιθήκη
Νέρων
Συγγραφέας:
Διάλογοι
Flavii Philostrati Opera, Vol 2. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae, 1871.


[p. 220] διὰ χειρός, ὥς φασι, γεγονυῖα τῷ τυράννῳ νοῦν εἶχεν Ἕλληνα.

Μουσώνιος

ἴσθι, ὦ Μενέκρατες, καὶ βελτίω ἐντεθυμῆσθαι Νέρωνα· τὰς γὰρ περιβολὰς τῆς Πελοποννήσου τὰς ὑπὲρ Μαλέαν ξυνῄρει τοῖς θαλαττουμένοις εἴκοσι σταδίων τοῦ Ἰσθμοῦ ῥήγματι· τοῦτο δ᾽ ἂν καὶ τὰς ἐμπορίας ὤνησε καὶ τὰς ἐπὶ θαλάττῃ πόλεις καὶ τὰς ἐν τῇ μεσογείᾳ, καὶ γὰρ δὴ κἀκείναις ἀποχρῶν ὁ οἴκοι καρπός, ἢν τὰ ἐπιθαλάττια εὖ πράττῃ.

Μενεκράτης

ταῦτα δὴ διέξελθε, Μουσώνιε, βουλομένοις ἡμῖν ἀκροάσασθαι πᾶσιν, εἰ μή τι σπουδάσαι διανοῇ ἕτερον.

Μουσώνιος

δίειμι βουλομένοις, οὐ γὰρ οἶδ᾽, ὅ τι χαριζοίμην ἂν μᾶλλον τοῖς γε ἀφιγμένοις ἐς ἀηδὲς οὕτω φροντιστήριον ἐπὶ τῷ σπουδάζειν· Νέρωνα τοίνυν ἐς Ἀχαίαν ᾠδαὶ ἦγον καὶ τὸ σφόδρα ἑαυτὸν πεπεικέναι μηδ᾽ ἂν τὰς Μούσας ἀναβάλλεσθαι ἥδιον, ἐβούλετο δὲ καὶ τὰ Ὀλύμπια τὸν γυμνικώτατον τῶν ἀγώνων στεφανοῦσθαι ᾄδων. τὰ γὰρ Πύθια, τούτων μὲν ἑαυτῷ μετεῖναι μᾶλλον ἢ τῷ Ἀπόλλωνι, μηδὲ γὰρ ἂν μηδ᾽ ἐκεῖνον ἐναντίαν αὑτῷ κιθάραν [p. 221] τε καὶ ᾠδὴν θέσθαι. ὁ δ᾽ Ἰσθμὸς οὐ τῶν ἄποθεν αὐτῷ βεβουλευμένων, ἀλλ᾽ ἐντυχὼν τῇ φύσει τοῦ τόπου μεγαλουργίας ἠράσθη τόν τε βασιλέα τῶν ἐπὶ τὴν Τροίαν ποτὲ Ἀχαιῶν ἐνθυμηθείς, ὡς τὴν Εὔβοιαν τῆς Βοιωτίας ἀπέτεμεν Εὐρίπῳ τῷ περὶ τὴν Χαλκίδα, ἔτι γε μὴν καὶ τὸν Δαρεῖον, ὡς ὁ Βόσπορος ἐγεφυρώθη αὐτῷ ἐπὶ τοὺς Σκύθας, τὰ δὲ Ξέρξου καὶ πρὸ τούτων ἴσως ἐνενόησε μέγιστα τῶν μεγαλουργιῶν ὄντα, καὶ πρὸς τούτοις τῷ δι᾽ ὀλίγου ἀλλήλοις ἐπιμῖξαι πάντας ἡγήσατο τὴν Ἑλλάδα λαμπρῶς ἑστιᾶσθαι τοῖς ἔξωθεν· αἱ γὰρ τύραννοι φύσεις μεθύουσι μέν, ψαύουσι δέ πη... καὶ ἀκοῦσαι τοῦτο φθέγμα. προελθὼν δὲ τῆς σκηνῆς ὕμνον μὲν Ἀμφιτρίτης τε καὶ Ποσειδῶνος ᾖσε καὶ ᾆσμα οὐ μέγα Μελικέρτῃ τε καὶ Λευκοθέᾳ, ὀρέξαντος δ᾽ αὐτῷ χρυσῆν δίκελλαν τοῦ τὴν Ἑλλάδα ἐπιτροπεύσαντος ἐπὶ τὴν ὀρυχὴν ᾖξε κροτούμενός τε καὶ ᾀδόμενος καὶ καθικόμενος τῆς γῆς τρίς, οἶμαι, τοῖς τε τὴν ἀρχὴν πεπιστευμένοις παρακελευσάμενος ξυντόνως ἅπτεσθαι τοῦ ἔργου ἀνῄει ἐς τὴν Κόρινθον τὰ Ἡρακλέους δοκῶν ὑπερβεβλῆσθαι πάντα. οἱ μὲν δὴ ἐκ τῶν δεσμωτηρίων τὰ πετρώδη τε καὶ δύσεργα ἐξεπόνουν, ἡ στρατιὰ δὲ τὰ γεώδη τε καὶ ἐπίπεδα· ἑβδόμην δέ που καὶ πέμπτην ἡμέραν προσεζευγμένων ἡμῶν τῷ Ἰσθμῷ κατέβη τις ἐκ Κορίνθου λόγος οὔπω σαφὴς ὡς δὴ τοῦ Νέρωνος μετεγνωκότος τὴν τομήν. ἔφασαν δὲ τοὺς Αἰγυπτίους γεωμετροῦντας τῆς ἑκατέρας θαλάττης τὰς φύσεις οὐκ ἰσοπέδοις αὐταῖς ἐντυχεῖν, ἀλλ᾽ ὑψηλοτέραν ἡγουμένους τὴν ἐκ τοῦ Λεχαίου περὶ τῇ Αἰγίνῃ δεδοικέναι, πελάγους γὰρ τοσούτου νήσῳ ἐπιχυθέντος κἂν ὑποβρύχιον ἀπενεχθῆναι τὴν Αἴγιναν. Νέρωνα δὲ τῆς μὲν [p. 222] τοῦ Ἰσθμοῦ τομῆς οὐδ᾽ ἂν Θαλῆς μετέστησεν ὁ σοφώτατός τε καὶ φυσικώτατος, τοῦ γὰρ τεμεῖν αὐτὸν ἤρα μᾶλλον ἢ τοῦ δημοσίᾳ ᾄδειν, ἡ δὲ τῶν ἑσπερίων ἐθνῶν κίνησις καὶ ὁ ὕπατος ὁ τῶν ἐκείνῃ νῦν ἁπτόμενος, ὄνομα δὲ αὐτῷ Βίνδιξ, ἀπήγαγεν Ἑλλάδος τε καὶ τοῦ Ἰσθμοῦ Νέρωνα ψυχρῶς γεωμετρήσαντα· τὰς γὰρ θαλάττας ἰσογαίους τε καὶ ἰσοπέδους οἶδα. φασὶ δὲ αὐτῷ καὶ τὰ ἐπὶ τῆς Ῥώμης ὀλισθάνειν ἤδη καὶ ὑποδιδόναι. τουτὶ καὶ αὐτοὶ χθὲς ἠκούσατε τοῦ προσπλεύσαντος χιλιάρχου.

Μενεκράτης

ἡ φωνὴ δέ, Μουσώνιε, δι᾽ ἣν μουσομανεῖ καὶ τῶν Ὀλυμπιάδων τε καὶ Πυθιάδων ἐρᾷ, πῶς ἔχει τῷ τυράννῳ; τῶν γὰρ Λήμνῳ προσπλεόντων οἱ μὲν ἐθαύμαζον, οἱ δὲ κατεγέλων.

Μουσώνιος

Ἀλλ᾽ ἐκεῖνός γε, ὦ Μενέκρατες, οὔτε θαυμασίως ἔχει τοῦ φθέγματος, οὔτ᾽ αὖ γελοίως, ἡ γὰρ φύσις αὐτὸν ἀμέμπτως τε καὶ μέσως ἥρμοκε· φθέγγεται δὲ κοῖλον μὲν φύσει καὶ βαρὺ ἐγκειμένης αὐτῷ τῆς φάρυγγος, μέλη δ᾽ οὕτω κατεσκευασμένης βομβώδη πως ῾ἠχεἶ, οἱ δέ γε τόνοι τῶν φθόγγων ἐπιλεαίνουσι τοῦτο, ἐπεὶ μὴ θαρρεῖ μὲν δὴ ἑαυτῷ, χρωμάτων δὲ φιλανθρωπίᾳ καὶ μελοποιίᾳ εὐαγώγῳ μὲν δὴ καὶ κιθαρῳδίᾳ εὐσταλεῖ καὶ τῷ, οὗ καιρός, βαδίσαι καὶ στῆναι καὶ μεταστῆναι καὶ τὸ νεῦμα ἐξομοιῶσαι τοῖς μέλεσιν αἰσχύνην ἔχοντος μόνου τοῦ βασιλέα δοκεῖν ἀκριβοῦν ταῦτα. εἰ δὲ μιμοῖτο τοὺς κρείττονας, φεῦ γέλωτος, ὡς πολὺς τῶν θεωμένων ἐκπίπτει καίτοι μυρίων φόβων ἐπηρτημένων, εἴ τις ἐπ᾽ αὐτῷ γελῶν εἴη, νεύει μὲν γὰρ τοῦ μετρίου πλέον ξυνάγων τὸ πνεῦμα, ἐπ᾽ ἄκρων δὲ διίσταται τῶν ποδῶν ἀνακλώμενος, ὥσπερ οἱ ἐπὶ τοῦ τροχοῦ, φύσει δ᾽ ἐρυθρὸς ὢν ἐρευθεῖ μᾶλλον πιμπραμένου αὐτῷ [p. 223] τοῦ προσώπου, τὸ δὲ πνεῦμα ὀλίγον καὶ οὐκ ἀποχρῶν που δή.

Μενεκράτης

οἱ δ᾽ ἐν ἀγῶνι πρὸς αὐτὸν πῶς ὑφίενται, ὦ Μουσώνιε; τέχνῃ γάρ που χαρίζονται.

Μουσώνιος

τέχνῃ μέν, ὥσπερ οἱ ὑποπαλαίοντες· ἀλλ᾽ ἐνθυμήθητι, ὦ Μενέκρατες, τὸν τῆς τραγῳδίας ὑποκριτήν, ὡς Ἰσθμοῖ ἀπέθανεν· εἰσὶ γὰρ κίνδυνοι καὶ περὶ τὰς τέχνας, ἢν ἐπιτείνωσιν οἱ τεχνάζοντες.

Μενεκράτης

καὶ τί τοῦτο, Μουσώνιε; σφόδρα γὰρ ἀνήκοος τοῦ λόγου.

Μουσώνιος

ἄκουε δὴ λόγου ἀτόπου μέν, ἐν ὀφθαλμοῖς δὲ Ἑλλήνων πεπραγμένου· Ἰσθμοῖ γὰρ νόμου κειμένου μήτε κωμῳδίαν ἀγωνίζεσθαι μήτε τραγῳδίαν ἐδόκει Νέρωνι τραγῳδοὺς νικᾶν, καὶ παρῆλθον ἐς τὴν ἀγωνίαν ταύτην πλείους μέν, ὁ δ᾽ Ἠπειρώτης ἄριστα φωνῆς ἔχων, εὐδοκιμῶν δ᾽ ἐπ᾽ αὐτῇ καὶ θαυμαζόμενος λαμπροτέρᾳ τοῦ εἰωθότος ἐπλάττετο καὶ τοῦ στεφάνου ἐρᾶν καὶ μηδ᾽ ἀνήσειν πρότερον ἢ δέκα τάλαντα δοῦναί οἱ Νέρωνα ὑπὲρ τῆς νίκης, ὁ δ᾽ ἠγρίαινέ τε καὶ μανικῶς εἶχε, καὶ γὰρ δὴ καὶ ἠκροᾶτο ὑπὸ τῇ σκηνῇ ἐπ᾽ αὐτῷ δὴ τἀγῶνι, βοώντων τε τῶν Ἑλλήνων ἐπὶ τῷ Ἠπειρώτῃ πέμπει τὸν γραμματέα κελεύων ὑφεῖναι ἑαυτῷ τοῦτον, τοῦ δὲ ὑπεραίροντος τὸ φθέγμα καὶ δημοτικῶς ἐρίζοντος ἐσπέμπει Νέρων ἐπ᾽ ὀκριβάντων τοὺς ἑαυτοῦ ὑποκριτὰς οἷον προσήκοντάς τι τῷ πράγματι, καὶ γὰρ δὴ καὶ δέλτους ἐλεφαντίνας ῾ἔχοντες καἲ διθύρους ... προβεβλημένοι αὐτάς, ὥσπερ ἐγχειρίδια καὶ τὸν Ἠπειρώτην ἀναστήσαντες πρὸς τὸν ἀγχοῦ κίονα κατέαξαν αὐτοῦ τὴν φάρυγγα παίοντες ὀρθαῖς ταῖς δέλτοις.

Μενεκράτης

τραγῳδίαν δὲ ἐνίκα, Μουσώνιε, μιαρὸν [p. 224] οὕτω πάθος ἐν ὀφθαλμοῖς τῶν Ἑλλήνων ἐργασάμενος;

Μουσώνιος

παιδιὰ ταῦτα νεανίᾳ τῷ μητροκτονήσαντι· εἰ δὲ τραγῳδίας ὑποκριτὴν ἀπέκτεινεν ἐκτεμὼν αὐτοῦ τὸ φθέγμα, τί χρὴ θαυμάζειν; καὶ γὰρ δὴ καὶ τὸ Πυθικὸν στόμιον, παρ᾽ οὗ αἱ ὀμφαὶ ἀνέπνεον, ἀποφράττειν ὥρμησεν, ὡς μηδὲ τῷ Ἀπόλλωνι φωνὴ εἴη, καίτοι τοῦ Πυθίου καταλέξαντος αὐτὸν ἐς τοὺς Ὀρέστας τε καὶ Ἀλκμαίωνας, οἷς τὸ μητροκτονῆσαι καὶ λόγον τινὰ εὐκλείας ἔδωκεν, ἐπειδὴ πατράσιν ἐτιμώρησαν, ὁ δὲ μηδαμῶς εἰπεῖν ἔχων, ὅτῳ ἐτιμώρησεν, ὑβρίσθαι ὑπὸ τοῦ θεοῦ ᾤετο πρᾳότερα τῶν ἀληθῶν ἀκούων. ἀλλὰ μεταξὺ λόγων, τίς ἡ προσιοῦσα ναῦς; ὡς ἐπάγειν τι ἀγαθὸν ἔοικεν· ἐστεφάνωνται γὰρ τὰς κεφαλάς, ὥσπερ χορὸς εὔφημος, καὶ τις ἐκ τῆς πρῴρας προτείνει τὴν χεῖρα παρακελευόμενος ἡμῖν θαρρεῖν τε καὶ χαίρειν βοᾷ τε, εἰ μὴ παρακούω, Νέρωνα οἴχεσθαι.

Μενεκράτης

βοᾷ γάρ, Μουσώνιε, καὶ σαφέστερόν γε, ὅσῳ τῆς γῆς ἅπτεται· εὖ γε, ὦ θεοί.

Μουσώνιος

ἀλλὰ μὴ ἐπευχώμεθα· ἐπὶ γὰρ τοῖς κειμένοις οὔ φασι δεῖν.